← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§105.22-106.30

第一处所及其与形式和质料的类比

泰米斯提乌斯从第一位的本原处所与从属性的共同处所之区分出发,对比了将处所作为直接包容的边界而与形式相联系的论据,以及将处所作为未规定延展与接纳者而与质料(尤其是柏拉图《蒂迈欧篇》及未成文学说)相联系的论据,指出处所探讨因触及本原而具有内在困难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2#1

2. Πάλιν οὖν ἄλλην ἀρχὴν ποιησάμενοι λέγομεν, ὅτι τόπος ὁ μέν τις πρῶτος λέγεται, ὁ δὲ κατ’ ἄλλο· κατ’ ἄλλο μὲν ὁ κοινὸς πλειόνων σωμάτων, πρῶτος δὲ ὁ ἑκάστου ἴδιος μόνου. κατ’ ἄλλο μὲν καὶ τὴν οἰκίαν ὅλην σοῦ τόπον εἴποιμι ἂν καὶ τὴν πόλιν, μᾶλλον δὲ καὶ τὴν γῆν ἢ καὶ τὸν ἀέρα καὶ τὸν οὐρανόν. ἀλλὰ τίς ἐστιν ὁ πρῶτός σου τόπος; ὃς περιέχει οὐδὲν πλέον ἢ σέ· διὰ γὰρ τοῦτον καὶ τὰ ἐφεξῆς ἀληθεύσεται· εἰ γὰρ ἐν τῇ οἰκίᾳ, ὅτι ἐν τῷδε αὐτῆς τῷ τόπῳ, ὅς σοι ἐφαρμόζει, καὶ εἰ ἐν τῇ πόλει, ὅτι ἐν τῇ οἰκίᾳ, καὶ εἰ ἐν τῇ γῇ, ὅτι ἐν τῇ πόλει· ἀλλ’ εἴπερ ὁ κυρίως τόπος ἐστὶ τὸ πρῶτον περιέχον ἕκαστον τῶν σωμάτων, πέρας τι ἂν εἴη ὁ τόπος· εἰς τοῦτο γὰρ περατοῦται τὰ σώματα καὶ εἰς πρῶτόν γε τοῦτο (οὐ γὰρ δὴ εἰς ἄλλο τι πρὸ αὐτοῦ) καὶ προσεχῶς γε εἰς τοῦτο (οὐδὲν γὰρ μεταξύ). εἰ δὲ ὁ τόπος καὶ πέρας καὶ πρῶτον καὶ προσεχές, τὸ εἶδος ἀναφαίνεται ἑκάστου καὶ τόπος ἑκάστου· ἐκεῖνο γὰρ τὸ πρώτως περατοῦν καὶ ὁρίζον ἕκαστον τῶν σωμάτων καὶ τὴν ὑποκειμένην ὕλην τοῖς μεγέθεσιν. οὕτω μὲν οὖν σκοποῦσι τὸ εἶδος ἂν τόπος δόξειεν εἶναι. εἰ δὲ ἄλλο τι τῶν περὶ τὸν τόπον ὑπαρχόντων νοήσαιμεν, μᾶλλον ἂν ἡ ὕλη φανείη προσημμένη τῷ τόπῳ. δοκεῖ μὲν γὰρ εἶναι τόπος διάστημα τοῦ μεγέθους καὶ τοῦ σώματος, τοιοῦτον δέ τι καὶ ἡ ὕλη φαντάζεται. ὁρισθεῖσα μὲν γὰρ ὑπὸ τοῦ εἴδους καὶ περισχεθεῖσα ἐπιπέδοις καὶ πέρασι μέγεθος γίνεται καὶ σῶμα· καθ’ ἑαυτὴν διάστημα μέν ἐστιν, διάστημα δὲ ἀόριστον·1 ὅταν γὰρ ἀφαιρεθῇ τῆς σφαίρας τὸ πέρας καὶ τὰ συμβεβηκότα, λείπεται οὐδὲν παρὰ τὴν ὕλην καὶ τὸ διάστημα· οὐ γὰρ ἐν τῷ πέρατι τὸ διάστημα, ἀλλὰ ὁρίζεται μὲν ὑπὸ τούτων, ἔστι δὲ οὐκ ἐν τούτοις ἀλλ’ ἐν τῷ ὑποκειμένῳ. ἔστι μὲν οὖν καὶ διὰ τοῦτο προσοικειοῦν τῇ ὕλῃ τὸν τόπον, μᾶλλον δὲ ὅτι δέχεται πλείους μορφάς τε καὶ εἴδη τὰ ἐν τοῖς σώμασιν ὁ αὐτὸς μένων. ἀπὸ γὰρ ταύτης τῆς ὁμοιότητος καὶ Πλάτων τὴν ὕλην καὶ τὴν χώραν ταὐτόν φησιν εἶναι ἐν τῷ Τιμαίῳ· τὸ γὰρ μεταλαμβάνον τῶν εἰδῶν (ὅπερ ὕλη) καὶ τὴν χώραν (ὅπερ ἐστὶν ὁ τόπος) ταὐτὰ λέγει. καίτοι τὴν ὕλην μὲν ἐν Τιμαίῳ φησὶ δέχεσθαι τὰ εἴδη, ἄλλως δὲ ἐν τοῖς ἀγράφοις δόγμασιν· ἐκεῖ μὲν γὰρ κατὰ μέθεξιν, ἐν τοῖς ἀγράφοις δὲ καθ’ ὁμοίωσιν. ἀλλ’ ὅμως, ὅπερ εἶπον, δόξειεν ἂν ταὐτὸν ἀποφαίνεσθαι ὕλην καὶ τόπον· λέγουσι μὲν γὰρ ἅπαντες εἶναί τι τὸν τόπον, τί δ’ ἐστὶν μόνος οὗτος ἐπεχείρησεν ἀποδοῦναι· ἀλλ’ ἔοικε μεταφορικῶς κεχρῆσθαι τῷ ὀνόματι· οὐδὲν γὰρ διασαφεῖ περαιτέρω. ἡ μέντοι χαλεπότης τοῦ σκέμματος καὶ ἐντεῦθεν δήλη· εἴτε γὰρ εἶδος εἴτε ὕλη μᾶλλον ὁ τόπος, χαλεπὸς ὁ περὶ αὐτοῦ λόγος· εἰς γὰρ τὰς ἀρχὰς ἄπεισιν ὧν ἡ θέα καθ’ αὑτὴν ἀκροτάτη καὶ οὐ ῥᾳδία, διότι πειρώμεθα χωρίζοντες γινώσκειν ἃ γνῶναι χωρὶς ἀλλήλων οὐχ οἷόν τε.2

2. 因此,我们再次从另一个起点开始说:处所,一种被称为第一位的,另一种则是依其他的;依其他的是多数物体所共有的,而第一位的则是仅为每个物体所特有的。依其他的,我可以说整个房屋是你的处所,还有城市,甚或大地,或者空气和天空。但你的第一位处所是什么呢?是包容除了你之外别无多余之物的处所;因为正由于此,接下来的说法也将是真实的;因为如果你在房屋中,是因为你处于房屋中契合于你的这个处所之中,而如果在城市中,是因为你在房屋中,如果在大地上,是因为在城市中。但如果严格意义上的处所是第一位地包容各个物体的东西,处所就当是某种边界;因为物体被限定于此,而且第一位地限定于此(因为绝不是在它之前的其他某种东西),并且紧接着被限定于此(因为中间没有任何东西)。但如果处所既是边界,又是第一位的且直接紧接的,那么每个事物的形式便显现为每个事物的处所;因为正是形式第一位地限定并规定各个物体以及作为量度之基底的质料。因此,对如此考察的人而言,形式似乎就是处所。但如果我们思考属于处所的另一项属性,质料倒会显现为与处所更为相连。因为处所被认为是量度与物体的延展[间隔],而质料也显现为这样的某种东西。因为质料在被形式所规定并被平面和边界所包围时,便成了量度和物体;但就其自身而言,它是一种延展,且是一种未被规定的延展;因为每当边界和偶性从球体上被剥除时,除了质料与延展之外便别无剩余;因为延展并不在边界之中,而是由它们所规定,却并不在它们之中,而是在基底之中。因此,也是由于这一点,可以将处所比拟为质料,但更因为〔处所〕在保持自身同一的同时,接纳了处于物体之中的诸多形态和形式。因为出于这种相似性,柏拉图在《蒂迈欧篇》中也说质料与空间是同一的;因为分有形式的东西(即质料)与空间(即处所),他说乃是同一些东西。尽管他谈到质料接纳形式的方式在《蒂迈欧篇》中是一种,而在未成文学说中是另一种;因为在那里是依照分有,而在未成文学说中则是依照相似。然而,正如我所说,他似乎表明质料与处所是同一的;因为人人都说处所是某种东西,但他独自一人试图说明它究竟是什么;但他似乎是隐喻性地使用了这个名称;因为他并没有进一步加以阐明。然而,这一探究的困难从这里也是显而易见的:因为无论处所是形式还是毋宁为质料,关于它的论说都是困难的;因为论说通向了诸本原,对诸本原的观照就其自身而言是至高且不易的,因为我们试图通过分离去认识那些不可能相互分离而被认识的事物。

语法注2 条
  1. 4.2ὁρισθεῖσα μὲν γὰρ ὑπὸ τοῦ εἴδους καὶ περισχεθεῖσα ἐπιπέδοις καὶ πέρασι μέγεθος γίνεται καὶ σῶμα· καθ’ ἑαυτὴν διάστημα μέν ἐστιν, διάστημα δὲ ἀόριστον

    主语是承接上文的 ἡ ὕλη(质料)。阴性分词 ὁρισθεῖσα 和 περισχεθεῖσα 与 ὕλη 一致,作状语分词(时间或条件)。此处多层运用了 μέν...δέ 的对比结构:一方面是受形式规定时的状态与自身状态的对比(ὁρισθεῖσα μέν... καθ’ ἑαυτὴν [δέ]),另一方面是在自身状态中界定其虽为延展却是未规定的延展(διάστημα μέν... διάστημα δὲ ἀόριστον)。

  2. 4.2ὧν ἡ θέα καθ’ αὑτὴν ἀκροτάτη καὶ οὐ ῥᾳδία, διότι πειρώμεθα χωρίζοντες γινώσκειν ἃ γνῶναι χωρὶς ἀλλήλων οὐχ οἷόν τε

    关系代词 ὧν 的先行词是前文的 τὰς ἀρχάς(诸本原)。主格名词短语 ἡ θέα καθ’ αὑτήν 与表语形容词 ἀκροτάτη καὶ οὐ ῥᾳδία 构成主谓结构。在随后的 διότι 原因从句中,分词 χωρίζοντες 修饰主语(我们),关系代词 ἃ 充当 γνῶναι 的宾语,其先行词被省略(即“那些不可能彼此分离而被认知的事物”),指出了试图在思维中分离认识本不可分离的诸本原(形式与质料)的认知困境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:105.22-106.30