- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:104.2-105.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒密斯提乌斯首先阐发了将处所视为先在且独立之物的赫西俄德式观点,随后提出了关于处所定义的诸多疑难(三维性导致的物体相互穿透、点与线的处所之荒谬、不属于四种原因中的任何一种、芝诺的无限后退、物体增大所引发的处所增大难题),从而展开了质疑处所存在性的论证。
πρώτη γάρ ἐστιν ἁπάντων τῶν ὄντων, εἴγε ἅπασι προυποβέβληται· καὶ τῶν μὲν ἄλλων οὐδέν ἐστιν ἄνευ τόπου, τὸ χάος δὲ καὶ ἄνευ τῶν ἄλλων· προϋπῆρξε γὰρ τῶν ἄλλων τῷ χρόνῳ. ἀλλὰ καὶ τῇ φύσει πρῶτος ὁ τόπος· συναναιρεῖ μὲν γάρ, οὐ συναναιρεῖται δέ·1 οὐ γὰρ ἀπόλλυται τῶν ἐν αὐτῷ φθειρομένων· οὐ γὰρ εἰ τὸ πῦρ φθαρείη, συναπόλλυται καὶ ὁ τόπος, φθειρομένου δὲ τοῦ τόπου συμφθείρεται καὶ τὰ ὄντα, εἰ τὸ μηδαμοῦ εἶναι ταὐτὸν τὸ μὴ εἶναι. Ἀλλ’ ὅρα, μὴ περαιτέρω τοῦ δέοντος τὸν τόπον ἀποσεμνύνωμεν· σκέψαι γὰρ καὶ τοὺς ἐναντίους λόγους, οἳ πρὸς τῷ μηδὲν αὐτῷ προστιθέναι καὶ καθάπαξ αὐτὸν ἀναιροῦσιν. ‘εἰ γὰρ ἐπιχειρήσεις’, φασί, ‘τί ἐστιν ὁ τόπος ἀποδιδόναι, εἰς τὸ μὴ εἶναι αὐτὸν ὁμολογεῖν περιαχθήσῃ· πρῶτον γὰρ εἴς τι γένος ἀνάξεις τὸν τόπον, ἢ δῆλον ὅτι εἰς σῶμα· καὶ γὰρ ὁ τόπος ἐπὶ τρία διέστηκεν. ἀλλ’ οὕτω τὸ πάντων ἀτοπώτατον ἀπαντήσεται· σῶμα γὰρ διὰ σώματος χωρήσει δι’ ὅλου καὶ δύο σώματα τὸν αὐτὸν ἐφέξει τόπον· εἰ γὰρ καὶ ὁ τόπος σῶμα καὶ τὸ γενόμενον ἐν αὐτῷ σῶμα καὶ ἴσα τοῖς διαστήμασιν ἄμφω, τὸ σῶμα ἔσται ἐν ἴσῳ ἑτέρῳ σώματι’. τοῦτο δὲ Χρυσίππῳ μὲν καὶ τοῖς ἀπὸ Ζήνωνος 〈ἐν〉 δόγμασίν ἐστιν, οἱ παλαιοὶ δὲ ἀπάγουσιν ὡς εἰς ἀδύνατον ἐναργῶς καὶ πολλοὶ παρίστανται τῷδε τῷ λόγῳ γενικῶς, ὅ τε Ἀφροδισιεὺς Ἀλέξανδρος ἐν τῷ περὶ κράσεως συγγράμματι καὶ τοῖς ὑπομνήμασιν τοῖς φυσικοῖς καὶ ἄλλοι τινές, οἷς οὐ χαλεπὸν ἐντυχεῖν. εἰ δὲ σῶμα οὐκ ἔστιν ὁ τόπος, σχολῇ γ’ ἂν ἕτερόν τι φανείη δυνάμενον εἶναι· τὸ γὰρ εἰς τρία διεστάναι τοῦ σώματός ἐστιν μόνου. ἀλλὰ δέχεται ὕδωρ ἐξ ἀέρος· τοῦτο γὰρ ὑπολαμβάνομεν τὴν ὕπαρξιν δεικνύναι τοῦ τόπου. ὅσα δὲ ὡς οὐ διαφεύγει καὶ τοῦτο δυσχερεῖς τινὰς ἀτοπίας·2 ὅταν γὰρ ὕδωρ ὁ τόπος δέχηται, ἐν ᾧ πρότερον ἀὴρ ἦν, δῆλον ὡς καὶ τὴν ἐπιφάνειαν δέχεται τὴν τοῦ ὕδατος, ὥσπερ πρότερόν γε τὴν τοῦ ἀέρος· εἰ δὲ τὴν ἐπιφάνειαν δέχεται, δέξεται καὶ τὰς γραμμάς, δέξεται καὶ τὰ σημεῖα. ἔσται τοίνυν τις καὶ σημείου τόπος3 ὥσπερ καὶ σώματος· ἀλλὰ ἀδύνατον. τί γὰρ διοίσει τῆς στιγμῆς ὁ τόπος τῆς στιγμῆς; οὐδὲ τῆς γραμμῆς οὐδὲ τῆς ἐπιφανείας· τί γάρ ἐστιν ὁ τόπος τῆς ἐπιφανείας παρ’ αὐτὴν τὴν ἐπιφάνειαν; μείζων μὲν γὰρ αὐτῆς οὐκ ἔστιν (ᾧ γὰρ περιττεύει μέρει, τούτῳ μηδὲν αὐτῆς περιέχον, ὁ δὲ τόπος ἐστὶ κατὰ τοῦτο),4 ἴσως δὲ ὂν αὐτὸ τοῦτό ἐστιν ἐπιφάνεια. εἰ δὲ τόπος μὲν τῆς γραμμῆς οὐ διοίσει γραμμῆς καὶ δεχόμενος ἐπιφάνειαν οὐχ ἕτερός ἐστι παρὰ τὴν ἐπιφάνειαν, καὶ περιέχον σημεῖον καὶ αὐτὸς σημεῖόν ἐστιν καί, ὅταν σώματος γένηται χώρα, σῶμα γενήσεται. ὅλως δὲ τῶν ὄντων ἕκαστον ἢ στοιχεῖόν ἐστιν ἢ ἐκ στοιχείων συνέστηκεν, εἴτε σῶμά τις εἴτε ἀσώματον λέγει· ἔστι δὲ τῶν μὲν σωμάτων σώματα καὶ τὰ στοιχεῖα, τῶν δὲ ἀσωμάτων ἀσώματα, ἐν οὐδενὶ δὲ τούτων ὁ τόπος οὐδὲ ἐν τοῖς νοητοῖς (μέγεθος γὰρ ἔχει) οὐδὲ ἐν τοῖς σώμασι (σώματα μὲν γὰρ ὡς προειρήκαμεν δέχεται). τὸ δὲ καὶ πρῶτον λέγειν τὸν τόπον καὶ ὡς ἀρχὴν πορρωτέρω σφαλλομένων ἐστίν· πῶς γὰρ ἔσται ἀρχή; πότερον ὡς ὕλη; τί οὖν ἐξ αὐτοῦ συνέστηκεν; ἀλλ’ ὡς εἶδος; ἀλλ’ ὡς τὸ κινοῦν; ἀλλ’ ὡς οὗ ἕνεκεν; ἀλλὰ πῶς; ἔχοι δ’ ἄν τινα λόγον καὶ ἡ Ζήνωνος ἀπορία, ὡς εἰ εἴη τῶν ὄντων ὁ τόπος, καὶ αὐτὸς ἂν ἐν τόπῳ εἴη καὶ ὁ τούτου τοῦ τόπου τόπος καὶ τοῦτο εἰς ἄπειρον. εἰ δὲ τὸ κενόν τις ἀναιροίη παντάπασιν, ὥσπερ ἔχει καὶ τἀληθές, δῆλον ὡς, εἰ τόπος ἐστίν, οὐκ ἂν εἴη ποτὲ κενὸς σώματος, ἀλλὰ πᾶς ἐμπέπλησται τόπος· εἰ δὲ τοῦτο ἀληθές, περὶ τῶν αὐξανομένων τί λέξομεν; ᾧ γὰρ μείζω γίνεται σώματι, τούτῳ πόθεν ὑπάρξει τόπος; πάντα γὰρ ἤδη κατέχεται. ἀνάγκη δὴ μείζω γίνεσθαι τὸν τόπον καὶ συνογκοῦσθαι τῷ σώματι. πῶς οὖν ἢ πόθεν αὔξεται τόπος; χαλεπὸν γάρ ἐστιν ἀποδοῦναι. καλῶς οὖν ὡς ἔοικεν εἴρηται· ὁ πειραθεὶς ἀποδοῦναι, τι ἐστι τόπος, ὁμολογεῖν αὐτὸν μὴ εἶναι ἀναγκασθήσεται.
因为如果它确实作为基础置于一切事物之下,它便是一切存在之物中居于首位的;而其余事物无一能在没有处所的情况下存在,混沌却甚至能在没有其余事物的情况下存在;因为在时间上它先于其余事物而存在。但依自然本性而言,处所也是居于首位的;因为它同灭[其他事物],却不同灭于[其他事物];因为在其中的事物消灭时它并不消灭;因为哪怕火消灭了,处所也不会随之消灭,但若处所消灭了,倘若无处存在与不存在是同一的,存在之物便也随之同灭。但当心,免得我们过分尊崇处所;因为你也当考量相反的论说,这些论说不仅没有给它增添任何东西,甚至彻底否定了它。「因为如果你试图」,他们说,「说明处所是什么,你将被引向承认它不存在;因为首先你将把处所归入某种属,或者显而易见归入物体;因为处所也在三个维度上延展。但这样一来,一切事情中最荒谬之事便会发生:因为物体将完全贯穿物体,两个物体将占据同一个处所;因为如果处所也是物体,而在其中生成之物也是物体,且两者在延展度上相等,那么一个物体将处于另一个相等的物体之内」。这固然存在于克律西波斯和芝诺门徒的学说中,但古人却将其作为显然的不可能之事加以反驳,且许多人普遍支持这一论说:阿佛洛狄西亚的亚历山大在其著作《论混合》以及自然学注解中是如此,其他某些人也是如此,遇到他们的著作并不困难。但如果处所不是物体,它就很难显现为能够是某种别的东西;因为在三个维度上延展仅仅属于物体。「然而,它接纳来自空气的水」;因为我们假定这一点证明了处所的实在存在。「但这也何尝没有陷入某些棘手的荒谬之中!因为每当先前有空气的处所接纳水时,显然它也接纳水的表面,正如先前接纳空气的表面一样;而如果它接纳表面,它也将接纳线,也将接纳点。因此,正如物体一样,点也将有某种处所;但这不可能。因为点的处所与点会有何区别呢?线的处所与线、表面的处所与表面也不会有区别;因为除表面本身之外,表面的处所究竟是什么呢?因为处所并不大于表面(因为在它多出的部分中,并没有包容表面的任何部分,而处所正是在于此),若与表面相等,它本身就是表面。但如果线的处所不区别于线,接纳表面的东西也不区别于表面,包容点的东西其自身也是点,那么当它成为物体的空间时,它也将成为物体。总体而言,存在之物中的每一项,无论人们说是物体还是非物体,要么是元素,要么由元素构成;物体的元素也是物体,非物体的元素也是非物体,但处所既不在这些之中,也不在可理知之物中(因为它拥有量度),也不在物体之中(因为正如我们先前所说,它接纳物体)」。而说处所既是居于首位的又是作为本原,这属于错误更甚之人;因为它是如何作为本原的呢?究竟是作为质料?那么什么是由它构成的呢?抑或是作为形式?还是作为发动者?还是作为目的?究竟如何呢?芝诺的疑难也会有某种道理:如果处所是存在之物之一,它自身也将处于处所之中,而这处所的处所也处于处所之中,以致于无穷。另一方面,如果有人完全否定虚空,正如真理确实所表明的那样,显然,如果处所存在,它绝不可能脱离物体而为空,而是所有处所都已被充满;但如果这是真实的,关于增大的事物我们将说什么呢?因为对于〔增大的事物〕由此变得更大的那个物体而言,处所将从何而来?因为一切都已被占据了。于是处所必然变得更大,并随物体一同膨胀。那么,处所究竟如何或从何处增大呢?因为要解释这一点是困难的。因此,正如看来,这话是说得好的:试图说明处所是什么的人,将被迫承认它并不存在。
- 4.1συναναιρεῖ μὲν γάρ, οὐ συναναιρεῖται δέ
此处动词 συναναιρέω 的主动态与中被动态形成对比,表达了一种单向的共灭逻辑关系:处所若灭则内在之物必灭,但内在之物消灭时处所并不随之消灭。
- 4.1ὅσα δὲ ὡς οὐ διαφεύγει καὶ τοῦτο δυσχερεῖς τινὰς ἀτοπίας
感叹性的关系代词 ὅσα(或异读 ὅρα)后接 ὡς 引导的从句,整个句式构成感叹或诘问:'这何尝没有陷入某些棘手的荒谬之中!'
- 4.1ᾧ γὰρ μείζω γίνεται σώματι, τούτῳ πόθεν ὑπάρξει τόπος;
关系代词 ᾧ 将先行词 σώματι 吸收进关系从句,作度量或手段与格('[增大的事物]由此变得更大的那个物体')。主句的与格指示代词 τούτῳ 承接此项,发问处所将从何而来以容纳这增加的部分。
- 4.1ᾧ γὰρ περιττεύει μέρει, τούτῳ μηδὲν αὐτῆς περιέχον, ὁ δὲ τόπος ἐστὶ κατὰ τοῦτο
关系代名词 ᾧ 吸收了名词 μέρει 构成限制与格('在它多出的部分中')。指示代词 τούτῳ 与之照应,并由分词短语 μηδὲν αὐτῆς περιέχον 修饰,主句 ὁ δὲ τόπος ἐστὶ κατὰ τοῦτο 则阐明'处所正在于此[包容]'的对比性理由。
