← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§102.2-104.2

探究处所的必要性与处所实在性的论证

泰米斯提乌斯根据《物理学》第四卷第一章开篇,论述了处所探究对自然哲学的必要性,并借助物体的相互置换、自然运动、虚空的构想以及赫西俄德的混沌说证明了处所的实在性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1#1

1. Ὁμοίως δ’ ἀνάγκη καὶ περὶ τόπου τὸν φυσικὸν ἐπισκέψασθαι κατὰ τὴν αὐτὴν ἀκολουθίαν· πρῶτον μὲν εἰ ἔστιν, ἔπειτα πῶς ἐστι, πότερον οὐσία καὶ καθ’ αὑτὸ ἢ ἐν ἄλλῳ τὸ εἶναι ἔχει καὶ ὅλως τί ἐστιν ὁ τόπος. ὅτι γὰρ ὁ περὶ τόπου λόγος προσήκει τῇδε τῇ θεωρίᾳ, δηλοῖ καὶ ἡ παλαιὰ δόξα. τὰ γὰρ ὄντα πάντα ὑπολαμβάνουσί που εἶναι· νοεῖ δὲ τὴν ὑπόληψιν ταύτην λόγος οὐχ ὑγιής. ἐπεὶ γὰρ τὸ μὴ ὂν οὐδαμοῦ (τραγέλαφος γὰρ οὐδαμοῦ καὶ σφὶγξ οὐδαμοῦ), καὶ οἴονται ἀκολουθεῖν τὰ ὄντα που εἶναι διὰ τὴν ἄγνοιαν τῆς ἀντιστροφῆς. ἀλλ’ εἰ καὶ τῇ καθόλου θέσει ἁμαρτάνουσιν, ἐκεῖνό γε ἴσως ἀληθές, ὅτι τὰ φυσικὰ σώματα ἐν τόπῳ γῆ πῦρ ὕδωρ ἀὴρ καὶ τὰ ἐκ τούτων, ὥστε τῷ φυσικῷ ῥητέον καὶ περὶ ταύτης τῆς φύσεως· καὶ ὅλως εἰ κινήσεώς ἐστι θεωρητικός, κινήσεως δὲ ἡ πρώτη καὶ κοινοτάτη πᾶσι τοῖς σώμασι τοῖς φυσικοῖς ἡ κατὰ τόπον, οὐδὲ κατὰ τοῦτο ἂν ἀμελήσειε τοῦ σκέμματος. ἔστι μὲν οὖν χαλεπὸς ὁ λόγος· εἰ γάρ τις θεωρήσειε τὰ καθ’ αὑτὸ προσόντα τῷ τόπῳ, οὐκ ἂν ἐξ ἁπάντων ἔχοι τὸν αὐτὸν ὁρισμὸν ἀποδοῦναι, ὡς ἔσται δῆλον μικρὸν ὕστερον, ἀλλ’ οὐδὲ ἔχομεν κοινωνόν τινα εἰς τὴν ζήτησιν τῶν προλαβόντων· οὐ γὰρ ὅπως ηὐπόρησέ τις εἰς τὸ ἀληθὲς περὶ τοῦ τόπου, ἀλλ’ οὐδὲ ἠπόρησεν ἱκανῶς.1 ὅμως δὲ ὅπως ἂν ᾖ δυνατόν, οὐκ ἀποκνητέον. Εἶναι μὲν οὖν ὅλως τὸν τόπον ἐκ τῶνδε ἄν τις ὑπολάβοι ἄν. ἀντιμεθίσταται ἀλλήλοις τὰ σώματα, καὶ ὅπου πρότερον ὕδωρ, ἐκρυέντος τοῦ ὕδατος ἀὴρ ἔνεστι νῦν, καθάπερ ἐν τοῖς ἀγγείοις· καὶ μένει μὲν ὁ αὐτὸς τόπος, δέχεται δὲ ἕτερα καὶ ἕτερα τῶν σωμάτων. ἐκ δὴ τούτου δύο ἄν τις ἅμα πιστεύσειε τό τε εἶναι τὸν τόπον καὶ ἕτερον ἐκείνων εἶναι, ἃ δέχεται· ἔτι φέρεται ἕκαστον τῶν σωμάτων εἰς τὸν αὑτοῦ τόπον μὴ κωλυόμενον, πῦρ μὲν ἄνω, κάτω δὲ γῆ. τοῦτο τοίνυν ἐπιδείκνυσιν οὐ μόνον, ὅτι ἔστι τι ὁ τόπος, ἀλλ’ ὅτι καὶ ἔχει τινὰς διαφορὰς οἰκείας καὶ οἷον δυνάμεις, τὸ ἄνω καὶ κάτω καὶ τὰς λοιπὰς διαστάσεις, ἐφ’ ἃς κινεῖται τὰ σώματα. μὴ γὰρ δή τις ὑπολάβῃ τῇ πρὸς ἡμᾶς σχέσει μόνον τὸ ἄνω καὶ κάτω καὶ ἔμπροσθεν καὶ ὄπισθεν εἶναι καὶ δεξιὸν καὶ ἀριστερόν, ἀλλ’ ἴστω πολλῷ πρότερον, ὅτι καὶ τῇ φύσει ταῦτα διώρισται, ἡ διαφορὰ δὲ οὐκ ἄδηλος. πρὸς ἡμᾶς μὲν γὰρ ταὐτὸν πολλάκις τὸ ἄνω καὶ κάτω, οἷον ὁ κέραμος τῆς οἰκίας νῦν μὲν ἄνω, ἀνελθοῦσι δὲ ἐπὶ τὸ στέγος γίνεται κάτω καὶ ὁ στύλος νῦν μὲν δεξιός, μεταστάντι δὲ εὐώνυμος·2 τὸ δὲ τῇ φύσει κάτω καὶ ἄνω ταῖς τῶν φυσικῶν σωμάτων κινήσεσι διακέκριται, ἄνω μὲν ἐφ’ ὃ κινεῖται τὸ πῦρ καὶ τὸ κοῦφον, κάτω δὲ ἐφ’ ὃ τὰ βαρέα καὶ γεηρά, καὶ ταῦτα οὐ μόνον τῇ θέσει πρὸς ἄλληλα πάμπολυ διέστησεν ἡ φύσις, ἀλλὰ καὶ τῇ δυνάμει· δεκτικὰ γάρ ἐστι τῶν μήκιστον διαφερόντων. μάλιστα δὲ δῆλον γίνεται, ὅτι μὴ ταὐτὸν τό τε πρὸς ἡμᾶς ἄνω καὶ κάτω καὶ τὰ φύσει διωρισμένα ὡς ἐπὶ τῶν μαθηματικῶν θεωρημάτων· ταῦτα γὰρ καθ’ αὑτὰ μὲν οὔτε ἔχει τόπον οὔτε κινεῖταί που (οὐδὲ γάρ ἐστιν ὅλως καθ’ ἑαυτά), τῇ δὲ πρὸς ἡμᾶς σχέσει δεξιὰ καὶ ἀριστερὰ δύναται καὶ νοεῖσθαι καὶ γράφεσθαι, ἀλλ’ οὐχ ὥστε ἔχειν φύσει τούτων ἕκαστον, ἀλλὰ τῇ παρ’ ἡμῶν ἐπινοίᾳ· ὡς γὰρ νοοῦμεν αὐτά, οὕτως καὶ τόπον αὐτοῖς συμφανταζόμεθα μὴ ὑπάρχοντος αὐτοῖς κατὰ φύσιν τόπου. καὶ οἱ τὸ κενὸν δὲ εἰσάγοντες ὡς τόπον αὐτὸ εἰσάγοιεν ἄν· τὸ γὰρ κενὸν νοοῦμεν, εἴγε ἐστὶν οὐδὲν ἄλλο ἢ τόπος σώματος ἐστερημένος· ἱκανὰ μὲν οὖν καὶ ταῦτα δεῖξαι, ὅτι ἔστιν τι ὁ τόπος, οὐκ ἀτιμαστέον δὲ οὐδὲ τὸ ποιητικὸν φῦλον οὐδὲ Ἡσίοδον, ὃς καὶ πρῶτον ἁπάντων τὸν τόπον ποιεῖ· τὸ γὰρ χάος τοῦτο βούλεται αὐτῷ σημαίνειν ὡς δέον πρῶτον χώραν τινὰ ὑπάρξαι τοῖς οὖσι· καὶ γὰρ οὗτος ἦν ὡς ἔοικε τῶν οἰομένων πάντα τὰ ὄντα εἶναί που. εἰ δὲ Ἡσίοδος ὀρθῶς λέγει, θαυμαστή τις ἡ τοῦ τόπου φύσις ἀναφαίνεται.

1. 同样,自然哲学家按照相同的次序对处所进行考察也是必然的:首先它是否存在,其次它是如何存在的,究竟是实体且依其自身,还是在另一物中拥有存在,以及总体而言处所究竟是什么。因为古代的意见也表明,关于处所的论说属于这一研究。因为他们假定所有存在之物都在某处;但一个并不健全的论证构想了这一假定。因为既然非存在之物无处存在(因为羊鹿无处存在,斯芬克斯也无处存在),他们便由于对换位法的无知,以为存在之物在某处存在也是必然随之而来的。然而,即使他们在普遍论题上犯了错误,至少那一点也许是真实的,即自然物体处于处所之中——土、火、水、气以及由这些构成的物体——因此自然哲学家也必须谈论这一自然本性;并且总体而言,如果他是运动的理论研究者,而在各种运动中,对于所有自然物体而言居于首位且最共同的运动是关于处所的运动,那么即使在这方面他也不会忽视这一考察。诚然,这一论说极其困难;因为如果有人考察依其自身属于处所的属性,他不可能从所有这些属性中给出同一个定义,正如稍后将表明的那样,而且我们在这一探究中也没有任何前辈作为同伴;因为不仅没有任何人找到了通向关于处所的真理之路,甚至也没有人充分提出了疑难。然而,无论以何种可能的方式,都不应畏缩退避。 那么,从以下各点人们可以假定处所总体上是存在的。物体彼此置换位置,在先前有水的地方,当水流出后现在有了空气,正如在容器中那样;而同一个处所保持不变,却相继接纳不同的物体。由此,人们完全可以同时确信两点:处所既存在,又不同于它所接纳的那些物体;此外,每个物体在不受阻碍时都被运向其自身的处所,火向上,而土向下。因此,这不仅表明处所是某种东西,而且表明它具有某些固有的差异和可以说是固有的能力,即上与下以及其余的向度,物体向着它们运动。因为绝不要有人假定,上与下、前与后、右与左仅仅因与我们的关联而存在,而应远为优先地得知,这些也是由自然本性所规定的,且其差异并非不显明。因为相对于我们而言,上与下往往是同一的,例如房屋的瓦片现在在上方,但对于登上屋顶的人来说便成了下方,柱子现在在右侧,但对于变换了位置的人来说便在左侧;而依自然本性的下与上则是通过自然物体的运动被区分开的:上是火和轻之物向其运动的目标,下是重之物和土性之物向其运动的目标,自然本性不仅在位置上将它们彼此极大地隔开,而且在能力上也极大地隔开;因为它们能够接纳差异最远的事物。而相对于我们的上下与由自然本性规定的事物并非同一,这一点就像在数学对象的情形中那样变得最为显明;因为这些对象就其自身而言既不拥有处所,也不在任何地方运动(因为它们依其自身根本不存在),但由于与我们的关联,它们既能被构想为左右,也能被绘制为左右,但这并不是说它们依自然本性拥有这每一项,而是依我们产生的观念;因为正如我们构想它们那样,我们也同样为它们共同想象出一个处所,尽管依自然本性处所并不属于它们。而且那些引入虚空的人也会把它作为处所引入;因为我们构想虚空,若说它确实不是别的而正是剥夺了物体的处所;因此这些也足以表明处所是某种东西,但既不应贬低诗人的族类,也不应贬低赫西俄德,他甚至将处所置于一切事物之首;因为对他而言‘混沌’意欲表示这一点,仿佛对于存在之物而言必须首先存在某种空间;因为正如看来,他也是那些认为所有存在之物都在某处的人之一。如果赫西俄德说得正确,处所的某种奇妙的自然本性便显现出来了。

语法注2 条
  1. 4.1οὐ γὰρ ὅπως ηὐπόρησέ τις εἰς τὸ ἀληθὲς περὶ τοῦ τόπου, ἀλλ’ οὐδὲ ἠπόρησεν ἱκανῶς

    短语“οὐχ ὅπως ... ἀλλ' οὐδέ”是表示“不仅没有……甚至连……也没有”(远非……)的惯用否定呼应句式。这里强调前人甚至连最基本的提出疑难都未充分做到,更遑论寻得关于处所的真理。

  2. 4.1ἀνελθοῦσι δὲ ἐπὶ τὸ στέγος γίνεται κάτω καὶ ὁ στύλος νῦν μὲν δεξιός, μεταστάντι δὲ εὐώνυμος

    分词与格“ἀνελθοῦσι”和“μεταστάντι”充当视角与格/关系与格(表示观察者或判断主体的视点:“对于登上屋顶的人来说”、“对于变换了位置的人来说”),用以具体说明前文“相对于我们”(πρὸς ἡμᾶς)的相对性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:102.2-104.2