- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:9.32-11.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯论述了论证性前提要求谓词必须“就其自身”且“针对全数”述说主词,阐明了这两者的定义以及“就其自身”的四种模式,指出前两种模式构成了论证必然性的基础。
4. Ἐλέγομεν τοίνυν ὅτι καὶ ἀληθεῖς εἶναι δεῖ τὰς ἐπιστημονικὰς προτάσεις, καὶ οὐχ ἁπλῶς ἀληθεῖς ἀλλ’ ἀδυνάτους ἑτέρως ἔχειν, ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ δεῖν αὐτὰς ἀναγκαίας εἶναι. καὶ τοῦτο μὲν ὀρθῶς ἐλέγομεν· ἐπειδὴ γὰρ καὶ τὸ δεικνύμενον ἀναγκαῖον (τοιοῦτον γὰρ ἐν ταῖς ἀποδεικτικαῖς ἐπιστήμαις τὸ ἀδύνατον ἄλλως ἔχειν· καὶ ὅτι τοιοῦτόν ἐστιν, οὐκ ἄλλοθεν αὐτὸ γινώσκομεν ἢ τῷ τὴν ἀπόδειξιν ἔχειν καὶ τὸν ἐπιστημονικὸν συλλογισμόν), ἀνάγκη καὶ τὰς προτάσεις ἀναγκαίας εἶναι δι’ ὧν τοῦτο συμπεραινόμεθα. ὥστ’ ἐφεξῆς ἂν εἴη λαβεῖν τὰ προβλήματα ὁποῖά ἐστι τὰ ἐν ταῖς ἀποδείξεσι, καὶ τίνα τρόπον τῶν πρὸς αὐτὰ προτάσεων εὐπορήσομεν. ἀρχὴ δὲ ὁ περὶ τῶν προτάσεων λόγος· ἐκ τούτων γὰρ ὁ συλλογισμός. ἐπειδὴ τοίνυν ἅπασα πρότασις ἐξ ὑποκειμένου καὶ κατηγορουμένου τινός, γνωστέον ὅτι τὸν κατηγορούμενον ἐν ταῖς ἀποδεικτικαῖς προτάσεσιν οὐχ ἁπλῶς δεῖ τοῦ ὑποκειμένου κατηγορεῖσθαι ἀλλὰ καθ’ αὑτό. τί τοίνυν ἐστὶ τὸ καθ’ αὑτό, λέγωμεν ἤδη, πρότερον εἰπόντες τί τὸ κατὰ παντός, ἐπειδὴ τοῦτο ἀδύνατον σαφὲς ἄνευ ἐκείνου γενέσθαι. Κατὰ παντὸς μὲν οὖν τοῦτο λέγω ὃ ἂν ᾖ μὴ ἐπὶ τινὸς μὲν τινὸς δὲ μή, μηδὲ ποτὲ μὲν ποτὲ δὲ μή. οὗτος δὲ ἕτερος τρόπος τοῦ κατὰ παντός ἐστιν ἢ ὃν ἐν τοῖς περὶ συλλογισμοῦ παραδεδώκαμεν· ἐκεῖ γὰρ ἦν κατὰ παντός, εἰ καὶ πρός τινα χρόνον ἅπασιν ὑπῆρχεν· ἐνταῦθα δὲ καὶ τοῦτο φυλακτέον, οἷον κατὰ παντὸς ἀνθρώπου τὸ ζῷον· καθ’ οὗ γὰρ ὁ ἄνθρωπος ἀληθής, καὶ τὸ ζῷον, καὶ εἰ νῦν θάτερον ἀληθές, καὶ θάτερον. δῆλον δὲ ὅτι τοιοῦτόν ἐστι τὸ κατὰ παντός· καὶ γὰρ οἱ τὰς ἐνστάσεις πρὸς αὐτὸ φέροντες οἴονται τὸ κατὰ παντὸς ἀναιρεῖν, εἰ μόνον εἴη τινὶ μὴ ὑπάρχον (ἢ εἰ ποτὲ εἴη μὴ ὑπάρχον). τὸ μὲν οὖν κατὰ παντὸς τοιοῦτόν ἐστι. Καθ’ αὑτὸ δὲ λέγεται κατηγορεῖσθαι ὅσα κατὰ παντὸς κατηγορούμενα ἐν τῷ τί ἐστι τοῦ ὑποκειμένου κατηγορεῖται, οἷον ἀνθρώπου τὸ ζῷον καὶ πλατάνου τὸ φυτὸν καὶ τριγώνου γραμμή· τρίγωνον γὰρ τὸ ὑπὸ τριῶν εὐθειῶν περιεχόμενον. οὐ πᾶν γὰρ τὸ κατὰ παντὸς καὶ καθ’ αὑτό· κατὰ παντὸς μὲν γὰρ κύκνου τὸ λευκόν· ἀεί τε γὰρ ὑπάρχει καὶ παντὶ κύκνῳ· ἀλλ’ οὐκ ἐν τῷ ὁρισμῷ κατηγορεῖται. εἷς μὲν δὴ τοῦ καθ’ αὑτὸ κατηγορουμένου τρόπος οὗτός ἐστιν, ὃς καὶ μάλιστα ἐν ταῖς ἀποδείξεσι παραλαμβάνεται. ἕτερος δὲ * * * * ὅσων δὴ συμβεβηκότων τισὶ1 τὸν λόγον ἀποδιδόντες τὰ ὑποκείμενα αὐτοῖς συνεφελκόμεθα ἐν τῷ λόγῳ, ταῦτα καθ’ αὑτὰ ὑπάρχειν τούτοις λέγεται τοῖς ὑποκειμένοις, ἃ παραλαμβάνομεν ἐν τῷ λόγῳ τῷ τὸ τί ἐστιν αὐτῶν δηλοῦντι. οἷον σιμότης καθ’ αὑτὸ ὑπάρχει ῥινί· ὁριζόμενοι γὰρ τὴν σιμότητα ῥινὸς κοιλότητα λέγομεν. καὶ τὸ εὐθὺ γραμμῇ· τί γάρ ἐστιν εὐθύ; τὸ κατὰ γραμμὴν ἐξ ἴσου κειμένην τοῖς ἐφ’ ἑαυτῆς σημείοις. καὶ τὸ περιττὸν ἀριθμῷ· τί γάρ ἐστι περιττόν; ἀριθμὸς εἰς ἄνισα διαιρούμενος. οὕτως ὑπάρχουσι καὶ αἱ ἀρεταὶ τῇ ψυχῇ· ἑκάστην γὰρ αὐτῶν ὁριζόμενος συμπαραλήψῃ μέρη τινὰ τῆς ψυχῆς ἢ δυνάμεις. τρίτος δὲ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τρόπος ὁ τῶν συμβεβηκότων ἐστίν, ὅταν μὴ ἄλλοις πρώτοις ὑπάρχῃ, οἷον τῇ ἐπιφανείᾳ τὸ κεχρῶσθαι. τὰ μὲν οὖν κατηγορούμενα κατὰ τοὺς τρεῖς μόνους τούτους τρόπους καθ’ αὐτὰ ὑπάρχειν φαμέν. λέγεται δὲ καὶ τέταρτος ἄλλος τις τρόπος καθ’ αὑτό, οὐκέτι τῷ ἑτέρου κατηγορεῖσθαι ἀλλ’ ἁπλῶς, ὅτι μὴ δι’ ἄλλο ἐστὶ μηδὲ ἐν ἄλλῳ· τοιαῦτα γὰρ τὰ ἄτομα τῆς οὐσίας. ὅδε οὖν οὕτως ὁ Καλλίας λέγεται, καὶ αἴτιά τινα καθ’ αὑτά, ὅσα μὴ κατὰ συμβεβηκός τινων μηδὲ κατὰ σύμπτωμα αἴτια, οἷον εἰ βαδίζοντος ἤστραψεν· οὐ γὰρ διότι βαδίζει, ἤστραψεν, ἀλλὰ συνέβη· καὶ εἰ τὰς ἀμπέλους ὀρύττων τις θησαυρὸν εὗρεν· οὐ γὰρ διὰ τὸ χρυσίον ὤρυττεν, ἀλλὰ συνέβη. εἰ δὲ σφάττοντος ἀπέθανεν, οὐκέτι τοῦτο λέγομεν ὅτι συνέβη· καθ’ αὑτὸ γὰρ αἴτιον τοῦ θανάτου. ταῦτα μὲν οὖν τοῦ πλήρους ἕνεκα παρεμβέβληται τὰ σημαινόμενα τοῦ καθ’ αὑτό. οἱ δὲ πρότεροι δύο τρόποι δῆλον ὡς ἐκ τῶν ἐξ ἀνάγκης ὑπαρχόντων εἰσίν· οὐ γὰρ ἐνδέχεται μὴ ὑπάρχειν ἢ τὰ ἐν τῷ ὁρισμῷ κατὰ πάντων τῶν ὑποκειμένων ἐν τῷ τί ἐστι λεγόμενα, ἢ πάλιν ἂν ἐν τῷ ὁρισμῷ τοῦ συμβεβηκότος λαμβάνηται τὸ ὑποκείμενον.2
4. 那么,我们曾经说过,科学的前提不仅必须是真的,而且不能仅仅是真的,还必须是不可能为其他样态的,这无非就是说它们必须是必然的。并且我们这样说是正确的;因为既然被证明的事物也是必然的(因为在论证性科学中,所谓不可能为其他样态的事物正是此类;而我们并非通过别的方式,唯有通过掌握证明与科学三段论,才认识到它是此类),那么我们赖以推导出此结论的前提本身也必然是必然的。因此,接下来应当把握论证中的探究问题是何种形态,以及我们将以何种方式充分获得针对这些问题的前提。而论述前提乃是开端;因为三段论正是由这些构成的。那么,既然每个前提都由某个主词与谓词构成,就必须知晓,在论证性前提中,谓词不应当单单述说主词,而是必须就其自身(本质地)述说主词。那么,究竟什么是“就其自身”,我们现在就来阐述,不过先要说明什么是“针对全数”,因为没有后者,前者就不可能变得清晰。 因此,我所谓“针对全数”,是指既非对某些成立而对另一些不成立,亦非在某些时候成立而在另一些时候不成立的事物。而这是与我们在关于三段论的论述中所传授的“针对全数”不同的一种方式;因为在那里,即使仅在某段时间内属于全体,也是“针对全数”;但在这里,这一点(恒常性)也必须加以注意,例如针对全数的人,“动物”[皆成立];因为凡“人”为真的对象,“动物”亦为真,且若现在一方为真,另一方亦为真。显而易见,“针对全数”正是如此;因为向其提出异议的人也认为,哪怕只要不属于某物(或者在某一时刻不属于),他们就取消了“针对全数”。那么,“针对全数”便是如此这般的事物。 另一方面,凡针对全数被述说、且在主词的“是什么”(本质)中被述说的事物,被称为“就其自身”被述说,例如针对人述说“动物”,针对悬铃木述说“植物”,针对三角形述说“线”;因为三角形就是由三条直线所包围者。因为并非凡针对全数的皆是就其自身而成立的;因为针对全数的天鹅,“白”皆成立;因为白总是属于且属于每一只天鹅;但它并没有在定义中被述说。这确实是就其自身被述说的模式之一,也是在证明中最常被采纳的模式。 而另一种模式则是 * * * * 凡属于某些事物的偶性,当我们在陈述其本质说明时连带把它们的主词带入该说明之中,这些事物就被称为就其自身属于那些在揭示其“是什么”的说明中被我们纳入的主词。例如,塌鼻就其自身属于鼻子;因为在定义塌鼻时,我们称其为“鼻子的凹陷”。直线亦就其自身属于线;因为何谓直线?乃是顺应与其自身之上的点均等排列之线的事物。奇数亦就其自身属于数;因为何谓奇数?乃是被分割为不相等部分的数。德性亦如此属于灵魂;因为在定义每一德性时,你都会把灵魂的某些部分或能力连带纳入。 就其自身属于的事物的第三种模式是偶性的模式,即它们不属于其他最初的事物时,例如对于表面而言“具有颜色”。 因此,我们说谓词唯独按照这三种方式才就其自身属于主词。 不过,“就其自身”还有第四种别的方式,这不再是通过被述说于他者,而是无条件地被述说,因为其既不通过他者存在,亦不在他者之中;实体的不可分个体正是此类。因此,这个卡利亚斯就以这种方式被称为就其自身,而且某些原因也被称为就其自身的原因,即凡非偶发性亦非巧合性的原因,例如若在某人行走时闪电;因为并不是因为他行走而闪电,而是碰巧发生的;又如若有人在挖掘葡萄藤时发现了宝藏;因为他并不是为了黄金而挖掘,而是碰巧发生的。但若在割断喉咙时死去,我们就不再说这是碰巧发生;因为割断喉咙乃是死亡就其自身的原因。这些关于“就其自身”的含义,是为了完备起见而插入进来的。 然而显而易见,前面的两种模式是由出于必然属于的事物构成的;因为无论是那些针对所有主词在“是什么”的定义中所述说的内容,还是反过来在偶性的定义中纳入主词时,都不可能不属于。
- 1.4ἕτερος δὲ * * * * ὅσων δὴ συμβεβηκότων τισὶ
文本在此处存在脱落(lacuna)。在 ἕτερος δὲ [省略 τρόπος] 之后缺失了谓词成分,紧接着通过相关结构 ὅσων δὴ συμβεβηκότων ... ταῦτα καθ’ αὑτὰ ὑπάρχειν τούτοις λέγεται τοῖς ὑποκειμένοις(“凡是……的偶性,这些就被称为就其自身属于那些主词”)直接引出了第二种模式的陈述。
- 1.4ἢ πάλιν ἂν ἐν τῷ ὁρισμῷ τοῦ συμβεβηκότος λαμβάνηται τὸ ὑποκείμενον
此处与前面的名词性短语 ἢ τὰ ἐν τῷ ὁρισμῷ... 形成 ἢ ... ἢ ... 的选择性并列,作非人称表达 οὐ γὰρ ἐνδέχεται μὴ ὑπάρχειν 的补足成分。ἂν 等同于 ἐάν(后接虚拟式 λαμβάνηται),整个条件从句在句法上充当了主语性的条件结构(“或者反过来,若在偶性的定义中纳入主词时[它也不可能不属于]”)。
