- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:8.21-9.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
泰米斯提乌斯驳斥了从“一切知识皆依赖于证明”出发企图取消证明的论敌,以及为避免无穷倒退而诉诸循环证明的立场,指出由理智所把握的无中介前提作为证明的原理是必不可少的。
3. Τῷ δὲ παρ’ ἡμῖν καλῶς λεγομένῳ οὐ καλῶς τινες χρώμενοι ἀναιρεῖν ἐπιχειροῦσιν ἀπόδειξιν. ἡμεῖς μὲν γὰρ οἰόμεθα δεῖν, εἴπερ ἔστιν ἀπόδειξις, τὰς προτάσεις ἐπιστητὰς εἶναι μᾶλλον τοῦ συμπεράσματος· οἱ δὲ τοῦτο μὲν συγχωροῦσιν, οὐδὲν δὲ ἐπιστητὸν εἶναι τιθέμενοι ὃ μὴ δι’ ἀποδείξεως γίνεται, οὐκ ἐπιστήσεσθαι ἡμᾶς μᾶλλόν φασι τὰς προτάσεις, εἰ μὴ καὶ αὐτὰς δι’ ἀποδείξεως πιστωσόμεθα. ὥστ’ εἰ μὲν ἀεὶ τὴν λαμβανομένην πρότασιν εἰς δεῖξίν τινος πάλιν αὐτὴν δι’ ἑτέρας ἀποδείκνυμεν, εἰς ἄπειρον ποιησόμεθα τὴν ἀναγωγήν· ἀδύνατον δὲ τὰ ἄπειρα διελθεῖν. εἰ δὲ στησόμεθά που καὶ ἀπαυδήσομεν, ἄγνωστα εἶναι συμβήσεται, εἴπερ οὐκ ἔστιν αὐτὰ γνῶναι δι’ ἀποδείξεως· ἀγνώστων δὲ οὐσῶν τῶν ἀρχῶν πῶς ἂν γένοιτο ἐξ αὐτῶν τι γνωστόν; ὧν γὰρ οὐκ ἔστι τὰ πρῶτα εἰδέναι καὶ τὰς ἀρχάς,1 οὐκ ἔστιν οὐδὲ τὰ ἐκ τούτων ἐπίστασθαι, εἰ μὴ τάχα ἐξ ὑποθέσεως, εἰ ἐκεῖνά ἐστι. τοῦτο μὲν οὖν ὀρθῶς λέγουσιν· ἀμήχανον γὰρ τὰ ὕστερα γινώσκειν μὴ τὰ πρῶτα ἐπισταμένους. ἀλλ’ οὐκ ὀρθῶς τίθενται τὸ ἐπίστασθαι τοῦτο εἶναι μόνον τὸ δι’ ἀποδείξεώς τι γινώσκειν (ἔστι γὰρ ἐπίστασθαι πολλὰ καὶ ἀναπόδεικτα ἔχοντας, ὅμοιά τε ἁμαρτάνουσι τοῖς πάντα ἀναπόδεικτα λέγουσιν οἱ πάντα ἀποδεικτὰ εἶναι τιθέμενοι), ἀλλ’ ὥσπερ ἐστὶν ἐναργὲς τὸ πολλὰ τῆς δι’ ἑτέρων πίστεως προσδεῖσθαι, οὕτως οὐδὲν ἧττον ἐναργὲς τὸ πολλὰ εἶναι γνώριμα δι’ ἑαυτῶν, ἀλλὰ καὶ μᾶλλον ἐπιστητὰ τῶν δι’ ἄλλων γινωσκομένων, αἵ τε ἀρχαὶ τῆς ἀποδείξεως οὐκ ἂν εἶεν δήπουθεν ἀποδείξεις ἀλλὰ προτάσεις αὐτόθεν ἐναργεῖς τε καὶ ἄμεσοι ὧν τε ἀρχὴ πάλιν ὁ νοῦς, ᾧ τοὺς ὅρους θηρεύομεν ἐξ ὧν σύγκειται τὰ ἀξιώματα. ταῦτα γὰρ ἀμείνω λέγειν ἢ συγχωρεῖν μὲν αὐτοῖς ἐπιστητὰ εἶναι τὰ δι’ ἀποδείξεως γινωσκόμενα, φεύγοντας δὲ τὴν εἰς ἄπειρον ἀναγωγὴν τὴν κύκλῳ δεῖξιν παράγειν.2 τοῦτο δ’ ἐστὶ κακῷ τὸ κακὸν ἰᾶσθαι καὶ σώζειν ἐπιχειροῦντας ἀπόδειξιν μηδὲν ἧττον ἀναιρεῖν αὐτὴν τῶν τοῦτο προτιθεμένων. εἰ γὰρ ἐκ προτέρων δεῖ τὴν ἀπόδειξιν εἶναι καὶ γνωριμωτέρων, ἀδύνατον δὲ τῶν αὐτῶν τὰ αὐτὰ ἅμα πρότερά τε εἶναι καὶ ὕστερα,3 ἀδύνατον διὰ τῆς κύκλῳ δείξεώς τι γινώσκειν, εἴπερ ἡ κύκλῳ δεῖξίς ἐστιν, ὅταν οἷς χρησόμεθα πρὸς τὴν ἄλλων δεῖξιν, ταῦτα πάλιν διὰ τῶν δειχθέντων ἀποδεικνύωμεν. ἴσως μὲν οὖν καὶ πρότερα καὶ ὕστερα τὰ αὐτὰ τῶν αὐτῶν δυνατὸν λέγειν, ἀλλ’ οὐχ ἅμα ἀλλὰ καθ’ ἕτερον καὶ ἕτερον τρόπον, οἷον τὰ μὲν πρὸς ἡμᾶς τὰ δὲ πρὸς τὴν φύσιν. ἀλλ’ ἥ γε ἀπόδειξις ἀεὶ τὸν ἕτερον τρόπον τῶν προτέρων παραλαμβάνει· εἰ δ’ ἐκ τῶν πρὸς ἡμᾶς προτέρων, λέγοιτο μὲν ἂν ἴσως ἀπόδειξις, ἀλλ’ οὐχ ἁπλῶς ἀλλὰ πρὸς ἡμᾶς. οὐ μόνον δὲ τοῦτο ἔχει τὸ ἄτοπον ἡ κύκλῳ δεῖξις, ἀλλὰ καὶ εἰς γελοῖόν τι περιίσταται· συμβαίνει γὰρ λέγειν αὐτοὺς ὅτι τὸ Α ἐστίν, εἰ τὸ Α ἐστίν. εἰ γὰρ διὰ μὲν τοῦ Α τὸ Β δεικνύουσι, διὰ δὲ τοῦ Β τὸ Γ, διὰ δὲ τοῦ Γ αὖθις τὸ Α, δῆλον ὡς δεικνύουσι τὸ Α διὰ τοῦ Α· ἐξ οὗ γὰρ ἄρχονται, εἰς ἐκεῖνο καὶ τελευτῶσιν· οὕτω δὲ ἅπαντα δεῖξαι ῥᾴδιον. πολλαὶ δὲ καὶ ἄλλαι μοχθηρίαι παρέπονται, ἃς ἐδείξαμεν ἐν τοῖς περὶ συλλογισμοῦ καὶ πάλιν λέγειν οὐκ ἀναγκαῖον. ταῦτα μὲν οὖν ἐπὶ πλέον τῶν ἱκανῶν ἐμηκύναμεν ἔξωθεν ὄντα τῶν περὶ ἀποδείξεως λόγων. ἐπανίωμεν δὲ ὅθεν ἐξέβημεν.
3. 然而,有些人不正当地利用了我们所作的妥当陈述,企图取消证明。因为我们认为,如果确实存在证明,前提就必须比结论更可知;但他们虽然承认这一点,却设定凡不通过证明产生的事物皆不可知,并声称如果我们不也通过证明来确立前提的信念,我们就不会更多地知晓这些前提。因此,如果我们总是把为了证明某事物而采纳的前提又通过另一前提加以证明,我们将陷入无穷倒退;而遍历无限的事物是不可能的。另一方面,如果我们在某处停下并放弃,既然不可能通过证明来认识它们,原理就必将是不可知的;而若原理是不可知的,又怎能从它们产生出任何可知的事物呢?因为凡是无法知晓其最初事物和原理的领域,也不可能认识从它们产生的事物,除非或许根据假设,即假定那些事物存在。在这一点上,他们说得固然正确;因为在未知晓最初事物的情况下,不可能认识后起的事物。但他们不正当地设定:所谓知晓仅仅就是通过证明认识某事物(因为在以不可证明的方式持有着许多事物的同时知晓它们是可能的,设定一切皆可证明的人与声称一切皆不可证明的人犯了同样的错误);相反,正如许多事物需要通过他者来获得额外的确信是显而易见的,许多事物因其自身而可知同样也是显而易见的,甚至比那些通过他者而被认识的事物更可知,并且证明的原理绝不可能是证明,而是直接自明的、无中介的前提,而这些前提的原理反过来又是理智,我们正是凭借理智去探求构成公理的那些词项。因为与其向他们承认通过证明而被认识的事物可知,却又为了逃避无穷倒退而引入循环证明,不如这样说更为妥当。而这无异于以恶治恶,在试图挽救证明的同时,取消证明的程度绝不亚于那些以此为目的的人。因为如果证明必须来自更在先且更可知的事物,而相同的事物不可能同时相对于相同的事物既在先又在后,那么通过循环证明认识任何事物就是不可能的,如果所谓的循环证明确实是指:当我们用某些事物来证明他者时,又通过已被证明的事物反过来证明这些事物。也许可以说相同的事物相对于相同的事物既是在先的又是在后的,但并非在同一时间,而是按照不同的方式,例如某些事物相对于我们是在先的,另一些事物相对于自然是在先的。然而证明总是只采纳在先事物的后一种方式;而如果来自相对于我们是在先的事物,它也许可以被称为证明,但不是无条件的,而只是相对于我们而言的。并且循环证明不仅具有这种荒谬,还会演变成某种可笑的事情;因为结果导致他们实际上在说:如果A是,则A是。因为如果他们通过A证明B,通过B证明C,再通过C证明A,显而易见他们是在通过A来证明A;因为他们从何处出发,就终结于何处;而照此方式,证明一切事物都是轻而易举的。此外还伴随着许多其他缺陷,这些我们在关于三段论的论述中已经展示过,无需再重复说明。那么,这些内容超出了关于证明之探讨的范围,我们已经论述得过于冗长了。让我们回到我们所偏离的地方。
- 1.3ὧν γὰρ οὐκ ἔστι τὰ πρῶτα εἰδέναι καὶ τὰς ἀρχάς
关系代词 ὧν 是部分属格,修饰其后的宾格短语 τὰ πρῶτα ... καὶ τὰς ἀρχάς,表示“凡是无法知晓其最初事物和原理的那些事物”。
- 1.3ταῦτα γὰρ ἀμείνω λέγειν ἢ συγχωρεῖν μὲν αὐτοῖς ... φεύγοντας δὲ ... παράγειν
比较句构,ἀμείνω [ἐστί](……更为妥当)以不定式 λέγειν 为主语,并通过连词 ἢ 引出与之相对比的不定式 συγχωρεῖν 和 παράγειν。分词 φεύγοντας 采用阳性宾格复数,与 παράγειν 逻辑上的主语一致。
- 1.3τῶν αὐτῶν τὰ αὐτὰ ἅμα πρότερά τε εἶναι καὶ ὕστερα
包含比较/关系属格的双重结构:前面的 τῶν αὐτῶν 依附于 πρότερα 和 ὕστερα(“相对于相同的事物”),后面的 τὰ αὐτά 为 εἶναι 的宾格主语,πρότερα 和 ὕστερα 则为宾格表语。
