← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§11.21-13.9

析取偶性的必然性与普遍述谓的条件

忒弥斯提乌斯解释了其定义包含主词的偶性如何通过对立面的析取亦属必然,进而以三角形内角和的证明为例,论述了“普遍”的定义除了“针对全数”与“就其自身”之外,还必须具备“作为最初者”这一条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#2

ὅτι μὲν οὖν τὰ ἐν τῷ ὁρισμῷ ἐξ ἀνάγκης συνυπάρχει, φανερὸν καὶ ἄνευ λόγου· ὅτι δὲ καὶ τῶν συμβεβηκότων ὅσα οὐ δυνατὸν ὁρίσασθαι χωρὶς τῆς τοῦ ὑποκειμένου οὐσίας, καὶ ταῦτα ἀναγκαῖα, δῆλον ἂν γένοιτο1 περὶ τούτων διαπορήσασι πρότερον. ἕκαστον τοίνυν τῶν τοιούτων οὐ πέφυκεν ἅπαντι προσεῖναι τῷ δεκτικῷ· οὐ γὰρ ἁπάσῃ ῥινὶ σιμότης, οὔτε τὸ ἄρτιον ἀριθμῷ, ὥστε καὶ εἴποι τις ἂν μὴ ἐξ ἀνάγκης ὑπάρχειν τῇ ῥινὶ τὸ σιμὸν ἢ τὸ ἄρτιον τῷ ἀριθμῷ. καὶ ἔστιν ἀληθὲς τὸ λεγόμενον, εἰ χωρὶς ἕκαστόν τις τὸ τοιοῦτον λαμβάνει. εἰ μέντοι γε ἐννοήσειεν, ὅτι καὶ ἀντικείμενα ἑκάστῳ τῶν τοιούτων ἐστίν, ἀρτίῳ μὲν τὸ περιττόν, σιμότητι δὲ ἡ γρυπότης, ἄλλῳ δὲ ἄλλο, γνώσεται ὅτι πάντως ἐξ ἀνάγκης τὸ ἕτερον τούτων τοῦ ὑποκειμένου κατηγορεῖται· πᾶς γὰρ ἀριθμὸς ἢ ἄρτιος ἢ περιττός, καὶ πᾶσα γραμμὴ ἢ καμπύλη ἐστὶν ἢ εὐθεῖα. ἡ γὰρ ἀπόφασις ἐπὶ τῶν τοιούτων θατέρου θάτερον τίθησιν, ὅταν λέγηται κατὰ τοῦ γένους τοῦ δεκτικοῦ· ἀριθμὸς γὰρ ὁ μὴ περιττὸς εὐθὺς ἄρτιος,2 καὶ ῥὶς ἡ μήτε ὀρθὴ μήτε γρυπὴ σιμὴ πάντως ἐστίν· ἐπ’ ἐνίων γὰρ ἐν πλείοσιν ἡ ἀντίθεσις, ἐφ’ ὅσων ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις θεωρεῖται, ἐπεὶ καὶ μεσότης ἐν τοῖς τοιούτοις. ὥστ’ εἴπερ ἐπὶ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις, ἡ δὲ ἀπόφασις τῶν τοιούτων συμβεβηκότων 〈τι〉 τίθησι κατὰ τῶν δεκτικῶν, δῆλον ὡς θάτερον ἂν ἐξ ἀνάγκης ὑπάρχοι παντὶ τῷ λαμβανομένῳ τῆς ὑποκειμένης αὐτῷ φύσεως. τὸ μὲν οὖν κατὰ παντὸς καὶ καθ’ αὑτὸ διωρίσθω τοῦτον τὸν τρόπον. Καθόλου δὲ λέγω ὃ ἂν κατὰ παντός τε ὑπάρχῃ καὶ καθ’ αὑτὸ καὶ ᾗ αὐτό. οὔτ’ οὖν, εἴ τι καθ’ αὑτό, εὐθὺς καὶ καθόλου· ὁ γὰρ δεύτερος τρόπος τῶν καθ’ αὑτὸ καὶ οἱ μετὰ τοῦτον ἑξῆς οὐ καθόλου· οὔτ’ εἰ ἔχουσι τὸ κατὰ παντός, εὐθὺς καὶ καθόλου· τὸ γὰρ λευκὸν κατὰ κύκνου παντὸς καὶ τὸ μέλαν κατὰ κόρακος, οὐ μὴν καθόλου, διότι οὐ καθ’ αὑτό. δεῖ τοίνυν ἄμφω συνδραμεῖν ἐπὶ τῶν καθόλου, τὸ 〈κατὰ παντὸς καὶ τὸ〉 καθ’ αὑτό τε καὶ ᾗ αὐτό. ταῦτα δὲ ὡς τὰ αὐτὰ λέγομεν νῦν· ἐφ’ οἷς γὰρ θάτερον, καὶ θάτερον ἐφαρμόττει. οἷον τῇ γραμμῇ ὑπάρχει καθ’ αὑτὸ τὸ μῆκος· ἐν γὰρ τῷ τί ἐστι κατηγορεῖται· καὶ οὐ μόνον γε καθ’ αὑτὸ ἀλλὰ καὶ ᾗ αὐτό. καὶ τὸ εὐθὺ πάλιν ὑπάρχει τῇ γραμμῇ καθ’ αὑτὸ καὶ ᾗ αὐτό· οὐ γὰρ ἔστιν ὁρίσασθαι τὸ εὐθὺ δίχα τῆς γραμμῆς. ἆρ’ οὖν ἅπαντα καθόλου κατηγορεῖται ὅσα ἐν τῷ ὁρισμῷ τινος παραλαμβάνεται; ταῦτα δ’ ἐστὶ τὰ γένη καὶ αἱ διαφοραί· ὑπάρχει γὰρ αὐτοῖς καὶ τὸ κατὰ παντὸς εἶναι καὶ τὸ καθ’ αὑτό. ἢ δεῖ καὶ τρίτης προσθήκης εἰς τὸ ἀκριβῶς ὁρίσασθαι τὸ καθόλου· δεῖ γὰρ τὸ καθόλου πρὸς τῷ παντὶ ὑπάρχειν καὶ καθ’ αὑτὸ ὑπάρχειν, ἔτι καὶ πρώτῳ ἐκείνῳ ὑπάρχειν καὶ μηδενὶ ἄλλῳ προτέρῳ, οἷον τὸ δύο ὀρθὰς ἔχειν τῷ τριγώνῳ· παντί τε γὰρ ὑπάρχει καὶ καθ’ αὑτό (ἐκ γὰρ τῆς οὐσίας) καὶ πρώτῳ γε τῷ τριγώνῳ· οὐδενὶ γὰρ ἄλλῳ πρὸ τοῦ τριγώνου. οὔτ’ οὖν σχήματι καθόλου τὸ δύο ὀρθὰς ἔχειν ὑπάρχει· οὐ γὰρ ἅπαντι καὶ τῷ τυχόντι· οὐ γὰρ τῷ τετραγώνῳ καὶ τῷ πολυγώνῳ· οὔτε μὴν αὖθις τῷ σκαληνῷ· παντὶ μὲν γὰρ τούτῳ καὶ τῷ τυχόντι, οὐ πρώτῳ δέ· τῷ τριγώνῳ γὰρ πρὸ αὐτοῦ. ὃ τοίνυν τῷ τυχόντι καὶ πρώτῳ δείκνυται ὑπάρχον, τοῦτο καθόλου ὑπάρχει, καὶ ἡ ἀπόδειξις τῶν οὕτω καθόλου ἐστὶν ἡ κυρίως γε ἀπόδειξις. καίτοι καὶ τῶν ὑπὸ τὸ καθόλου· ὁ γὰρ τὸ τρίγωνον ἀποδείξας δύο ὀρθὰς ἔχον ἔδειξεν ὅτι καὶ τὸ σκαληνόν· ἀλλ’ ὅμως ὁ γεωμέτρης οὐχ ᾗ σκαληνὸν ἔχει τὴν ἀπόδειξιν ἀλλ’ ᾗ τρίγωνον. μὴ θορυβείτω δ’ ἡμᾶς τὸ παράδειγμα, ὅτι δεῖ πάντως τὸ καθόλου ἐξισάζειν τε καὶ ἀντιστρέφειν πρὸς τὸ ὑποκείμενον,3 ἀλλ’ ἰστέον ὅτι καὶ τὰ γένη ταῖς προσεχέσι διαφοραῖς ὑπάρχει καθόλου, καίτοι ἐπὶ πλέον ὄντα, καὶ αἱ διαφοραὶ τοῖς εἴδεσιν· ἐπεὶ εἰ μὴ τοῦτό τις συγχωροίη, μόνων ἂν εἴη τῶν ὁρισμῶν ἡ ἀπόδειξις.

因此,定义之中的事物出于必然共存,即使不加论说也是显而易见的;然而,偶性之中凡是没有主词的实体就无法定义的,这些也是必然的,对于那些先对它们进行探讨的人来说,就会变得清楚。那么,此类事物中的每一个并非天生属于每一个接受者;因为并非每个鼻子都具有塌鼻,亦非[每个]数都具有偶数,以至于有人甚至可能会说,塌鼻并非出于必然属于鼻子,偶数亦非出于必然属于数。并且如果有人单独看待此类事物中的每一个,所说的话确实是真的。然而,如果他考虑到,在此类事物中的每一个也存在对立面——与偶数对立的是奇数,与塌鼻对立的是鹰钩鼻,与其他对立的是其他——他就将认识到,这两者中的某一方完全出于必然被述说于主词;因为每一个数要么是偶数要么是奇数,每一条线要么是曲线要么是直线。因为在此类事物中,当针对接受的类述说时,对一方的否定便确立了另一方;因为非奇数之数随即就是偶数,而既非笔直亦非鹰钩的鼻子必定是塌鼻;因为在某些事物中,在观察到过度与不足的那些事物中,对立存在于更多的项之间,既然在此类事物中也存在中间物。因此,如果在一切事物上要么是肯定要么是否定,而此类偶性的否定针对接受者确立了某物,那么显而易见,对于取自其基础本性的每一事物,两方中的某一方必定出于必然属于它。那么,“针对全数”与“就其自身”便以此种方式加以界定。 另一方面,我所谓“普遍”,是指既针对全数属于、又就其自身属于、且就其自身而言属于的事物。因此,某物即便就其自身而属于,也并不随之就是普遍的;因为就其自身而属于的第二种模式以及紧随其后的诸模式并非普遍的;即使它们具有“针对全数”,也并不随之就是普遍的;因为白属于每一只天鹅,黑属于每一只乌鸦,然而决不是普遍的,因为它们并非就其自身而属于。因此,在普遍的事物上必须二者合一,即“针对全数”以及“就其自身”和“就其自身而言”。而我们现在将这两者当作同一事物来述说;因为一方所适用的对象,另一方也相吻合。例如,长就其自身属于线;因为在“是什么”中被述说;并且不仅就其自身,而且就其自身而言亦属于。直线又就其自身且就其自身而言属于线;因为没有线就不可能定义直线。那么,凡在某物的定义中被纳入的内容,都是被普遍述说的吗?而这些就是类与种差;因为针对全数成立与就其自身成立这两者都属于它们。抑或,为了精确界定普遍,还需要第三种追加条件?因为普遍除了属于全数和就其自身属于之外,还必须属于那个最初者,而不属于更先的任何其他者,例如具有两直角属于三角形;因为这既属于全数,又就其自身属于(因为出于本质),而且首先属于三角形;因为在三角形之前不属于任何其他者。因此,具有两直角并不普遍属于图形;因为并不属于全部及任意偶然的图形;因为不属于正方形和多角形;然而反过来,它亦不普遍属于不等边三角形;因为虽然属于后者的全数及任意偶然者,但并非作为最初者;因为在它之前属于三角形。那么,被证明属于任意偶然者且作为最初者属于的事物,乃是普遍属于的,而关于此类普遍者的论证才是严格意义上的论证。尽管也是关于属于该普遍者之下的事物的[论证];因为证明了三角形具有两直角的人,也证明了不等边三角形同样如此;但无论如何,几何学家并非就其为不等边三角形而言掌握该证明,而是就其为三角形而言。并且切莫让这个例子困扰我们,以为普遍者必须在一切情况下都与主词等同且可换位,而应当认识到,类(尽管外延更广)亦普遍属于其邻近的种差,种差亦普遍属于种;因为若有人不承认这一点,论证就只能关乎定义了。

语法注3 条
  1. 1.4ὅτι δὲ καὶ τῶν συμβεβηκότων ὅσα οὐ δυνατὸν ὁρίσασθαι χωρὶς τῆς τοῦ ὑποκειμένου οὐσίας, καὶ ταῦτα ἀναγκαῖα, δῆλον ἂν γένοιτο

    句法骨架为 ὅτι δὲ καὶ ... ταῦτα ἀναγκαῖα [ἐστι], δῆλον ἂν γένοιτο。在作为主语的 ὅτι 从句内部,先行成分 τῶν συμβεβηκότων(由关系从句 ὅσα ... 修饰)被前置,并由代词 καὶ ταῦτα 复指接引至谓词 ἀναγκαῖα。

  2. 1.4ἀριθμὸς γὰρ ὁ μὴ περιττὸς εὐθὺς ἄρτιος

    省略系动词 ἐστί 的名词性谓语句。带有冠词的形容词短语 ὁ μὴ περιττός 修饰限制 ἀριθμός 构成主语部分(“非奇数之数”),εὐθὺς ἄρτιος 担任谓语。

  3. 1.4μὴ θορυβείτω δ’ ἡμᾶς τὸ παράδειγμα, ὅτι δεῖ πάντως τὸ καθόλου ἐξισάζειν τε καὶ ἀντιστρέφειν πρὸς τὸ ὑποκείμενον

    ὅτι 从句并非同位解释 τὸ παράδειγμα(几何学例证)的具体内容,而是说明引起困惑的理由或观念(“不要让这个例子困扰我们,[以为]普遍者必须在一切情况下与主词等同且可换位”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:11.21-13.9