← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§6.32-8.20

无中介前提的分类与前提的认识优先性

将无中介的前提区分为公理与设定(细分为定义、假设与要求),并阐明了证明的前提为何必须比结论更可知且更具可信性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#2

τῆς δὲ ἀμέσου προτάσεως τῆς ἀποδεικτικῆς ἡ μὲν τοιαύτη τὴν φύσιν ἐστὶν ὥστε ἀνάγκην εἶναι τὸν μανθάνοντα ὁτιοῦν οἴκοθεν αὐτὴν κομίζειν καὶ εἰδέναι παρ’ ἑαυτοῦ, ὥσπερ ἔχει τὰ ἀξιώματα· τὰς γὰρ κοινὰς ἐννοίας ἀνάγκη ἕκαστον ἔχειν φύσει καὶ ἄνευ τούτων οὐδὲν ἔστι μαθεῖν. ὁ γὰρ Θεόφραστος οὕτως ὁρίζεται τὸ ἀξίωμα· ἀξίωμά ἐστι δόξα τις ἡ μὲν ἐν τοῖς ὁμογενέσιν, ἐὰν ἴσα ἀπὸ ἴσων, ἡ δὲ ἁπλῶς ἐν ἅπασιν, οἷον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν·1 ταῦτα γὰρ καθάπερ σύμφυτα καὶ κοινὰ πᾶσι. διὸ καὶ ἡ προσηγορία τοῦ ἀξιώματος· ὃ γὰρ ἁπλῶς καὶ ἐπὶ πάντων ἢ ὅλως ἐπὶ τῶν ὁμογενῶν τίθεται, ταὐτὸν ἀξιοῦμεν καὶ ἐπὶ τῶνδε. ἓν μὲν οὖν εἶδος τῆς ἀμέσου προτάσεως τοῦτο· ἕτερον δὲ θέσις, ἥτις ἀναπόδεικτος μὲν καὶ αὐτή, οὐ μέντοι παρ’ ἑαυτοῦ δύναται φέρειν αὐτὴν ὁ μανθάνων, ἀλλὰ παρὰ τοῦ διδάσκοντος χρὴ λαβεῖν. θέσεως δὲ τὸ μὲν ὁρισμὸς καλεῖται, τὸ δὲ ὑπόθεσις. ὁρισμὸς μὲν οὖν ἐστι λόγος ὁ οὐκ εἶναι τὸ πρᾶγμα ἢ μὴ εἶναι λέγων, ἀλλ’ ὅτι τοῦτ’ ἔστιν αὐτῷ τὸ τί ἦν εἶναι. καίτοι ἕπεται μὲν αὐτοῖς καὶ εἶναι τὸ πρᾶγμα οὗ λέγουσι τὸν ὁρισμόν· ἀλλ’ οὐ τοῦτο λέγουσι προηγουμένως, ἀλλὰ τοῦτο μὲν ὑπάρχειν συμβεβηκός, προηγουμένως δὲ τί ἐστι λέγουσι· τοὺς γὰρ ὁρισμοὺς μόνον ξυνίεσθαι δεῖ. διὸ καὶ ἀπορήσειεν ἄν τις, εἰ πρότασις ὅλως ὁ ὁρισμός· ἰσοδυναμεῖ γὰρ τῷ ὀνόματι καὶ ᾗπέρ φησιν Ἀριστοτέλης οὐ λαμβάνει τὸ εἶναι ἢ μὴ εἶναι. πῶς οὖν, εἰ μὴ πρότασίς ἐστι, προσγένοιτ’ ἂν εἶδος τῆς ἀμέσου προτάσεως; ἀλλὰ τοῦτο μὲν ἐπισκεπτέον. ἔστω δ’ οὖν τοῦτο ἕτερον εἶδος τῆς θέσεως, ἕτερον δὲ ἡ ὑπόθεσις. κοινὸν μὲν οὖν ἁπάσης ὑποθέσεως τὸ μὴ ἐκ τῆς φυσικῆς ἐννοίας ἠρτῆσθαι ἀλλὰ τίθεσθαι παρὰ τοῦ τεχνίτου καὶ πρότασιν εἶναι. φανερὸν μὲν γὰρ 〈τὸ〉 τοῦτο εἶναι ἢ μὴ εἶναι πάντως, οἷον κίνησιν εἶναι 〈ἢ μὴ εἶναι〉, ἐκ τοῦ μὴ ὄντος μηδὲν εἶναι, ἀπὸ παντὸς ἄγεσθαι σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν· ἀλλ’ ὅσαι μὲν γνώριμοι τούτων εἰσὶ καὶ ὅσας ἅμα τῷ πυθέσθαι προσίεται ὁ μανθάνων, ὑποθέσεις αὗται καλοῦνται· ὅσαι δ’ οὐ σαφεῖς καὶ οὐ γνώριμοι, αὗται αἰτήματα λέγονται, οἷόν ἐστιν ἐν γεωμετρίᾳ τὰς ἀπ’ ἐλαττόνων ἢ δυοῖν ὀρθῶν ἐκβαλλομένας συμπίπτειν. ἁπλῶς μὲν οὖν αἱ τοιαῦται ὑποθέσεις τε καὶ αἰτήματα. ἤδη δὲ λέγονταί τινες ὑποθέσεις καί τινα αἰτήματα οὔτε ἄμεσα οὔτε ἀναπόδεικτα, ἀλλὰ δεόμενα 〈μὲν〉 ἀποδείξεως λαμβανόμενα δὲ χωρὶς ἀποδείξεως ἐν τοῖς λόγοις. καὶ εἰσὶν οὐχ ἁπλῶς ὑποθέσεις ταῦτα οὔτε αἰτήματα, ἀλλὰ πρὸς ἐκεῖνον μόνον τὸν διδόντα καὶ συγχωροῦντα· ἀλλ’ αἵ γε ἀποδείξεις οὐκ ἐκ τῶν τοιούτων ἀλλ’ ἐκ τῶν προτέρων διορισμῶν. Τί μὲν οὖν ἐστιν ἄμεσος πρότασις καὶ τί ἀποδεικτικὴ καὶ τί ὑπόθεσις καὶ θέσις καὶ τί αἴτημα, ἐκ τούτων ἐστὶ φανερόν. ἃ δὲ εἴπομεν δεῖν προσεῖναι ταῖς ἀρχαῖς τῆς ἀποδείξεως, καθ’ ἕκαστον αὐτῶν ἀναλαβόντες ἐπισκεψώμεθα, εἰ καλῶς εἴπομεν. φαμὲν τοίνυν ὅτι πρῶτον μὲν εἰκότως εἰρήκαμεν γνωριμωτέρας εἶναι τὰς προτάσεις ἐν ταῖς ἀποδείξεσι τοῦ συμπεράσματος, εἴπερ δεῖ πιστεύειν τε καὶ εἰδέναι τὸ συμπέρασμα δι’ ἐκείνας. ἀεὶ γὰρ οἷς ἂν ὑπάρχῃ ταὐτόν, θατέρῳ δὲ διὰ θάτερον, ἐκείνῳ μᾶλλον ὑπάρχει δι’ ὃ καὶ τῷ λοιπῷ ταὐτὸ τοῦτο συμβέβηκεν·2 ὥστ’ εἴπερ τῷ συμπεράσματι διὰ τὰς προτάσεις ὑπάρχει τὸ πιστεύεσθαι καὶ γινώσκεσθαι, ταῖς προτάσεσιν ἂν μᾶλλον ὑπάρχοι· καὶ γὰρ εἰ τὸν παιδαγωγὸν φιλοῦμεν διὰ τὸν παῖδα, τὸν παῖδα φιλοῖμεν ἂν μᾶλλον. ὥστ’ ἐξ ἀνάγκης γνωριμώτεραι αἱ προτάσεις. πολλάκις μὲν οὖν καὶ ἅπασαι δι’ ὧν ὁ συλλογισμός, πολλάκις δ’ οὐχ ἅπασαι μὲν ἀλλ’ ἐξ ἀνάγκης ἔνιαι· ἐνίας γὰρ οὐ σφόδρα γνωρίμους οὔσας δι’ ἑτέρων ἀποδείξαντες οὕτω χρώμεθα. εἰ δὲ δεῖ τὰς προτάσεις εἰδέναι μᾶλλον τοῦ συμπεράσματος, δυοῖν θάτερον ἀναγκαῖον, ἢ καὶ ταύτας εἰδέναι δι’ ἀποδείξεως ἢ βέλτιον διακεῖσθαι περὶ αὐτὰς τῆς ἀποδείξεως· οὕτω γὰρ ἔχομεν περὶ τὰ ἀξιώματα. οὐ μόνον δὲ τῆς ἐπιφορᾶς εἶναι δεῖ πιστότερα τὰ λαμβανόμενα ἀλλὰ καὶ τῶν ἑαυτοῖς ἐναντίων· εἰ γὰρ μηδὲν μᾶλλον τούτοις ἢ ἐκείνοις πιστεύοι, οὐ τῷ συμπεράσματι μᾶλλον πιστεύσει τοῦ ἐναντίου, ὥστε ἡγοῖτ’ ἂν αὐτὸ δυνατὸν εἶναι καὶ ἄλλως ἔχειν καὶ οὐκ ἂν ἀμετάπτωτος εἴη τοῦ συναχθέντος ἡ ἐπιστήμη.

在证明性的无中介前提中,其一在性质上使得任何学习任何事物的人都必须自备并由自身知晓它,正如公理的情形一样;因为每个人都必须按本性具有共同观念,而没有这些观念就无法学习任何事物。因为泰奥弗拉斯托斯对公理作了如下定义:“公理是一种判断,其一存在于同类事物中,如若从相等者中减去相等者;另一则无条件地存在于一切事物中,例如肯定或否定”;因为这些原则可以说是天生的且对所有人共同的。因此也有了“公理”这一名称;因为凡是无条件且在一切情况下确立,或普遍在同类事物中确立的原则,我们也认为有理由(axioumen)在这些具体事例中同样设立。因此,这是无中介前提的一种属种;另一种则是设定,它自身同样也是不可证明的,然而学习者却不能由自身带来它,而必须从教授者那里获得。在设定中,一部分被称为定义,另一部分被称为假设。定义并非说明事物存在或不存在的言明,而是说明这就是该事物的本质。尽管对他们而言,他们所陈述其定义的事物也存在这一点确实随之而来;但他们并非首要地陈述这一点,而是将存在仅仅作为偶性属性,首要陈述的乃是它是什么;因为定义只需被理解即可。因此人们也会产生疑难,定义究竟是否是前提;因为它等同于名词,并且正如亚里士多德所说,并不采纳存在还是不存在。那么,如果它不是前提,它又怎能作为无中介前提的一个属种而附加上去呢?但这必须予以考察。无论如何,姑且将这视为设定的一种属种,而另一种属种则是假设。一切假设的共同点在于:它不依赖于自然的观念,而是由专业技艺者设定,并且是一个前提。因为这在一切方面存在或不存在是显而易见的,例如运动存在或不存在、无中不能生有、从任意一点到任意一点可以引一直线;但是在这些命题中,凡是为人熟知且学习者一经听闻即予接受的,被称为假设;而那些不清晰且不为人熟知的,则被称为要求(公设),例如在几何学中,从小于两直角处引出的直线必相交。因此在无条件的意义上,此类命题便是假设与要求。然而现在人们也说到某些既非无中介也非不可证明的假设和要求,它们需要证明,却在论辩中未加证明便被采纳。这些并不是无条件的假设或要求,而仅是相对于那位给予并赞同它们的人而言的;但是,证明并不来自这些命题,而是来自前述的诸项规定。 那么,什么是无中介的前提,什么是证明性的前提,什么是假设、设定和要求,由这些便已显明。至于我们曾说过必须属于证明之原理的那些属性,让我们逐一重新审视,考察我们说得是否妥当。因此我们说,首先,我们有理由说在证明中前提比结论更可知,如果确实必须通过前提来确信并知晓结论的话。因为在相同属性归属于某些事物、且归属于其中之一是因另一者而起的情况下,对于因之而使该相同属性也归属于剩余者的那一事物,该属性总是更归属于它;因此,如果被确信和被认识是通过前提而归属于结论,那么它更应当归属于前提;因为如果我们因孩子而爱护教仆,我们应当更爱护孩子。因此前提必然更可知。在许多情况下,产生三段论的全部前提固然都如此,但在许多情况下并非全部如此,而是必然只有一部分如此;因为对于一些并非极其可知的前提,我们通过其他前提加以证明后,才这样使用它们。但是,如果必须比结论更多地知晓前提,两者必居其一:要么也通过证明知晓这些前提,要么对于它们处于一种优于证明的状态中;因为我们对待公理的态度正是如此。而且所采纳的前提不仅必须比结论更可信,也必须比它们各自的对立面更可信;因为如果一个人对这些前提的确信丝毫不甚于对那些对立面的确信,他对结论的确信也就不会甚于对其相反面的确信,以至于他会认为结论有可能处于不同状态,而对于所推导出的结论之知识也就不是不可动摇的了。

语法注2 条
  1. 1.2ἀξίωμά ἐστι δόξα τις ἡ μὲν ἐν τοῖς ὁμογενέσιν, ἐὰν ἴσα ἀπὸ ἴσων, ἡ δὲ ἁπλῶς ἐν ἅπασιν, οἷον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν

    短语 ἡ μέν 与 ἡ δέ 作为同位语修饰 δόξα τις,将公理区分为两类。条件从句 ἐὰν ἴσα ἀπὸ ἴσων 是对著名欧几里得公理(“若等量减等量,则余量相等”)的省略表达。由 οἷον 引导的宾格短语 τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν 充当该判断的内容(即排中律“或肯定或否定必居其一”),在此以名词性宾格结构简缩呈现。

  2. 1.2ἀεὶ γὰρ οἷς ἂν ὑπάρχῃ ταὐτόν, θατέρῳ δὲ διὰ θάτερον, ἐκείνῳ μᾶλλον ὑπάρχει δι’ ὃ καὶ τῷ λοιπῷ ταὐτὸ τοῦτο συμβέβηκεν

    表述一般原理的复合格结构。以与格短语 οἷς ἂν ὑπάρχῃ ταὐτόν(在相同性质归属于两者的情况下)为先导,承接对比性补充句 θατέρῳ δὲ διὰ θάτερον(但其中一者是因另一者而归属)。主句核心为 ἐκείνῳ μᾶλλον ὑπάρχει(该性质更归属于那一者),而代词 ἐκείνῳ 则由关系从句 δι’ ὃ καὶ τῷ λοιπῷ ταὐτὸ τοῦτο συμβέβηκεν(即“因其缘故该相同性质才附带归属于剩余一者”)加以限定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:6.32-8.20