- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:62.21-64.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯蒂乌斯对《后分析篇》第二卷第十九章进行释义,梳理了关于证明的第一原理是已知还是未知的疑难,并阐明了如何从动物共有的感觉及感觉内容的留存产生记忆,再由记忆的积聚形成经验,最终把握作为技艺与科学原理的普遍这一认知生成过程。
19. Περὶ δὲ τῶν ἀρχῶν τῆς ἀποδείξεως, πῶς τε γίνονται γνώριμοι καὶ τίς ἡ γνωρίζουσα ἕξις, ἐντεῦθέν ἐστι δῆλον προαπορήσασι πρῶτον. ἀνάγκη γὰρ ἤτοι γινώσκειν τὰς πρώτας ἀρχὰς ἢ μὴ γινώσκειν· εἰ δὲ γινώσκειν, ἤτοι δι’ ἀποδείξεως ἢ ἄλλον τρόπον, ἤτοι δι’ ἐπιστήμης ἢ δι’ ἑτέρας δυνάμεως· πολλὰ γὰρ χωρὶς ἀποδείξεως ἐπιστάμεθα, καθάπερ δὴ καὶ τοὺς ὁρισμούς. ὅτι μὲν οὖν ἀναγκαῖον γινώσκειν τὰς ἀρχὰς τῷ μέλλοντι γνώσεσθαι τὰ ἐξ ἐκείνων, εἴρηται πρότερον, καὶ ὅτι γε μὴ δι’ ἀποδείξεως οἷόν τε. λείπεται τοίνυν ἐπισκέψασθαι, πότερον ἐπιστήμη τῶν ἀμέσων ἀρχῶν ἐστιν ἢ ἕτερόν τι γένος δυνάμεως. ἀρχὴ δὲ ταύτης τῆς θεωρίας· ἆρα ἐξ ἀρχῆς ἐνοῦσαι διαλελήθασιν ἡμᾶς ἢ ὕστερον τελειουμένοις ἐγγίνονται; τό τε γὰρ ἐνούσας διαλανθάνειν ἀδύνατον· οὐδὲ γὰρ ἀπόδειξιν ἔχοντας λανθάνειν δυνατόν, μήτι γε δὴ γνῶσιν ἀποδείξεως ἀκριβεστέραν· τό τε λαμβάνειν μὴ ἔχοντας πρότερον οὐκ εὐδιάθετον τοῖς τιθεμένοις πᾶσαν διδασκαλίαν καὶ μάθησιν ἐκ προϋπαρχούσης γίνεσθαι γνώσεως· οὐδὲν γὰρ πρότερον τῶν ἀρχῶν. ἄλλως οὖν οὐκ ἔστι διαφυγεῖν ταύτας τὰς ἀπορίας, εἰ μή τις εὑρεθείη δύναμις τῆς ψυχῆς καθ’ ἣν οἷόν τε γινώσκειν μηδὲν ἕτερον πρότερον αὐτῆς γινώσκοντας· ταύτῃ γὰρ μόνῃ προσήκοι ἂν ἡ λῆψις τῶν ἀρχῶν. φαίνεται δὲ αὕτη γε πᾶσιν ὑπάρχειν τοῖς ζῴοις· ἔχουσι γὰρ δύναμιν σύμφυτον κριτικήν, ἣν καλοῦμεν αἴσθησιν. ἐνούσης δ’ αἰσθήσεως τοῖς μὲν τῶν ζῴων ἐγγίνεται μονὴ τοῦ αἰσθήματος, καὶ φυλάττουσιν ἐπὶ πολὺ τοῦτο οὗ ᾔσθοντο, τοῖς δὲ οὐκ ἐγγίνεται, τοῖς μὲν ὅλως, ὥσπερ εὐλαῖς καὶ μυίαις καὶ ἐμπίσι, τοῖς δ’ ἀμυδρῶς καὶ ὀλίγων, οἷον ὀρνέων τισὶ φωνῶν καὶ ὁδῶν ὑποζυγίοις. ὅσοις μὲν οὖν μὴ ἐμμένει τὰ αἰσθήματα ἐν τῇ ψυχῇ, τούτοις οὐκ ἔστι γνῶσις ἔξω τῶν αἰσθήσεων. ὅσοις δὲ καὶ δίχα τοῦ αἰσθητοῦ δυνατὸν τὸ αἴσθημα ἔχειν ἐν τῇ ψυχῇ, οἷον καὶ ἀπελθόντος Σωκράτους τὸν τύπον καὶ τὴν μορφήν, τούτοις προσγίνεται καὶ ἑτέρα γνῶσις, ἡ μνήμη, καὶ τοῖς μὲν ἀτελεστέροις ὥστ’ ἔχειν τὸν τύπον μόνον ἐπὶ πολὺ τῆς προλαβούσης αἰσθήσεως, τοῖς δὲ ὥστε καὶ τὰ ὅμοια συνάπτειν δύνασθαι καὶ ἐφαρμόζειν· καὶ ταῦτα ἤδη τέλειά τε καὶ λογικά, ἐν οἷς ἡ τοῦ ὁμοίου θεωρία τε καὶ διάκρισις. ἐκ μὲν οὖν τῆς αἰσθήσεως ἐγγίνεται μνήμη, ὥσπερ λέγομεν, ἐκ δὲ μνήμης πολλάκις τοῦ αὐτοῦ γινομένης ἐμπειρία· αἱ γὰρ πολλαὶ μνῆμαι τῷ ἀριθμῷ μία ἐμπειρία ἐστίν. ὅτι μὲν γὰρ τόδε ἐστὶν ἑλλέβορος τὸ καθῆραν, ᾔσθετο καὶ ἐμνημόνευσεν· ἀλλὰ καὶ ὅτι τόδε ἑλλέβορος τὸ πάλιν καθῆραν, ᾔσθετο αὖθις καὶ ἐμνημόνευσε, καὶ αὖθίς γε ἕτερον καὶ πάλιν ἄλλο. πολλῶν δὲ μνημῶν ἐκ πολλῶν αἰσθήσεων γινομένων ἐμπειρία ἁθροίζεται μία τοῦ καθαίρειν τὸν ἑλλέβορον· ἧς συναυξανομένης τε καὶ προσλαμβανούσης αἴσθησιν ὁμοίαν καὶ μνήμην πήγνυται ἤδη τὸ καθόλου καὶ ἐμμένει τῇ ψυχῇ, ὅτι πᾶς ἑλλέβορος καθαίρει. καὶ ἔστι τὸ καθόλου τὸ ὅμοιον καὶ ταὐτὸν ἐν τοῖς καθ’ ἕκαστον καὶ τὸ ἐν τοῖς πολλοῖς, καὶ τοῦτο τέχνης ἀρχὴ καὶ ἐπιστήμης, τέχνης μέν, εἰ περὶ τῶν ὑπ’ αὐτῆς γινομένων, ἐπιστήμης δέ, εἰ περὶ τῶν ὑπὸ φύσεως. οὔτε οὖν ἐξ ἀρχῆς ἐνυπάρχουσιν αἱ ἀρχαί (τέλειοι γὰρ ἂν ἐγενόμεθα), οὔτε ἀπ’ ἄλλης ἕξεως ἐγγίνονται γνωστικωτέρας ὥστ’ ἐξ ἀνάγκης τι προειδέναι, ἀλλ’ ἀπὸ αἰσθήσεως καὶ μνήμης διεγείρονται καὶ ἀθροίζονται. οἷον γὰρ ἐν μάχῃ τροπῆς γενομένης εἷς ἔστη, καὶ πάλιν ἕτερος ἔστη, καὶ πάλιν ἄλλος καὶ ἤδη τοσοῦτοι ὥστε παράταξιν καὶ ἀρχὴν αὖθις μάχης γενέσθαι, οὕτω μείναντος ἐν τῇ ψυχῇ τύπου συνηρμόσθη καὶ ἄλλος καὶ αὖθις ἄλλος, καὶ τοσοῦτον ἤδη τὸ πλῆθος ὡς ἰσχυρὸν τὸ καθόλου γενέσθαι. ἡ ψυχὴ οὖν αἰτία τοιαύτην ἔχουσα φύσιν ὥστε τῶν αἰσθητῶν παραρρεόντων ἐπιλαμβάνεσθαι τῶν ὁμοίων τύπων καὶ ἐναποτίθεσθαι τῇ μνήμῃ, συλλέγουσαν1 τὸ καθόλου τὸ ἐν τοῖς καθ’ ἕκαστον ὅμοιον, οὗ καὶ αὐτή πως ἡ αἴσθησις συνεφάπτεται. ὅταν γὰρ Σωκράτους αἰσθάνηται, συναντιλαμβάνεται καὶ ἀνθρώπου, καὶ ὅταν τουδὶ τοῦ λευκοῦ, συναισθάνεται καὶ λευκοῦ· οὐ γὰρ ὡς ταὐτοῦ παντελῶς συναισθάνεται Καλλίου τε καὶ ἀνθρώπου· οὐκέτι γὰρ εἶπεν 〈ἂν〉 ἄνθρωπον ἕτερον εἰ μὴ Καλλίαν·2 ἀλλ’ ὅταν ὁρᾷ Σωκράτην, τότε ὁρᾷ ἐν αὐτῷ καὶ τὸ πρὸς τοὺς ἄλλους ὅμοιον καὶ κοινόν.
19. 关于证明的诸原理,它们是如何被认识的,以及认识它们的状态是何种状态,对于先行探讨疑难的人而言,从下述内容中便清楚了。因为必然地,我们要么认识第一原理,要么不认识它们;若认识它们,则要么通过证明,要么以另一种方式,要么通过科学知识,要么通过另一种能力;因为我们无需证明便知道许多事物,正如知道诸定义一样。因此,对于将要认识由原理引申出的事物的人而言,认识原理是必要的,而且绝不可能通过证明来认识,这在先前已被阐明。因此所剩下要考察的,便是对于直接无中项的原理而言,究竟存在的是科学知识,还是某种其他种类的能力。这一探究的起点在于:它们究竟是从一开始便潜藏于我们之内未被察觉,还是后来在我们臻于完满时才产生于我们之内?因为若它们存在而未被察觉是不可能的;持有证明尚且不可能不被察觉,更不用说比证明更精确的认识了;另一方面,在先前未曾具有的情况下获得它们,对于主张一切教导与学习皆从先前存在的认识中产生的人而言,是难于接受的;因为没有任何事物先于原理。因此,除非能在灵魂中发现某种能力,依照这种能力可以在先前不认识任何其他事物的情况下进行认识,否则便无法摆脱这些疑难;因为对原理的把握只会属于这种能力。而这种能力显然属于所有动物;因为它们具有一种天生的判别能力,我们称之为感觉。在具有感觉的情况下,对某些动物而言产生了对感觉内容的留存,并且它们能长期保留所感觉到的这一内容,而对另一些动物而言则不能产生:某些动物完全不产生,如蛆虫、苍蝇与蚊蚋;另一些动物则微弱地且仅对极少数事物产生,如某些鸟类对鸣声,驮畜对道路。因此,在那些感觉内容不停留在灵魂中的动物那里,在感觉之外便没有认识。但在那些即便离开感觉对象亦能在灵魂中保有感觉内容的动物那里——例如即使苏格拉底离去,亦能保有其印记与形态——则额外产生了另一种认识,即记忆;在较不完全的动物中,仅能长期保有先行感觉的印记,而在另一些动物中,则能够将相似的事物联结并契合起来;而这些已是完全的且有理性的动物,在它们之内存在着对相似者的观照与辨识。正如我们所说,从感觉中产生了记忆,而从对同一事物的多次记忆中产生了经验;因为在数目上众多的记忆构成了一种单一的经验。因为产生泻下药力的这个东西是嚏根草,人们感觉到了并记住了;而且再次产生泻下药力的这个东西也是嚏根草,人们又感觉到了并记住了,接着又是另一个,再又是另一个。当由许多感觉产生许多记忆时,便汇聚成一种单一的经验:嚏根草具有泻下药力;当这种经验不断增长并吸收相似的感觉与记忆时,普遍便在灵魂中凝聚并停留下来:凡嚏根草皆具有泻下药力。而普遍正是个别事物中的相似者与同一者,是存在于多数事物中的东西,这便是技艺与科学的原理:若关乎由技艺所产生的事物,则是技艺的原理;若关乎由自然所产生的事物,则是科学的原理。因此,诸原理既非从一开始便存在于我们之内(否则我们生来便是完满的了),亦非从另一种更具认识性的状态产生从而必然使我们预先知晓某种东西,而是从感觉与记忆中被唤起并积聚起来的。因为正如在战斗中发生溃退时,有一人站住了,接着另一人也站住了,又有一人站住了,直到人数多至再次形成战列与战斗的开端,同样地,当一个印记留存在灵魂中时,另一个印记便与之契合,接着又是一个,直到数量多至使普遍变得牢固。因此,灵魂由于具有这样的本性,即在感觉对象流逝时能捕捉相似的印记并将其储存于记忆中,收集普遍〔即〕个别事物中的相似者,所以灵魂是其原因;而感觉本身在某种程度上亦共同触及了这一普遍。因为每当它感知苏格拉底时,便同时把握到了人;每当感知这特定的白色时,便同时感知到了白色;因为它并非将卡利亚斯与人完全当作同一事物来感知——否则它就不会将卡利亚斯之外的任何他人称为人了;然而当它看见苏格拉底时,那时便在他身上看见了对其他人而言相似且共通的东西。
- 2.19συλλέγουσαν
宾格阴性单数现在分词,受到 ὥστε 引出的结果从句/不定词结构(ἐπιλαμβάνεσθαι ... καὶ ἐναποτίθεσθαι)中逻辑宾格主语的牵引而形成的破格句法(anacoluthon)。在逻辑意义上修饰主格主语 ἡ ψυχὴ(“灵魂收集着个别事物中相似的普遍……”)。
- 2.19οὐκέτι γὰρ εἶπεν 〈ἂν〉 ἄνθρωπον ἕτερον εἰ μὴ Καλλίαν
带连词 εἰ μή(“若非……”)的非真实条件句之归结从句。校勘补入的语气小词 ἄν 与直陈式不定过去时 εἶπεν 搭配,表示与事实相反的推论结果:“[否则]除了卡利亚斯之外,就再也不会称任何他人为‘人’了”。
