← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§61.6-62.20

原因的唯一性与词项的换位关系

特米斯提乌论述了对于同一事物不可能存在多个原因,并以阔叶树落叶为例阐明了结论中的大端项(结果)、小端项(基底)与中项(原因)之间的换位关系,进而讨论了存在多个中项时直接原因的优先性以及同名异义对象(日食与月食)的区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.17

17. Πλείω δὲ ταὐτοῦ μέσα τε καὶ αἴτια εἶναι οὐχ οἷόν τε, εἰ μὴ ἄρα διὰ συμβεβηκότος ἡ δεῖξις ἢ διὰ σημείου προΐοι· οἷον διὰ τί τὰ δένδρα φυλλορροεῖ; διότι ῥυτιδοῦται ἢ διότι λευκαίνεται· ἢ τὸ πῦρ κέκαυται; διότι ἄνθρακες ὑπολείπονται ἢ διότι τέφρα. ἀλλ’ εἴρηται πολλάκις ὅτι οὐδὲ ἀπόδειξις τὸ τοιοῦτον οὐδὲ αἴτια τοῦ πράγματος τὰ τοιαῦτα, ἀλλὰ τοῦ συμπεράσματος μόνον. ἐξοριστέον οὖν ἅπαντα μὲν τὰ τοιαῦτα, μάλιστα δὲ τὸ κατὰ συμβεβηκὸς τῶν ἀποδείξεων·1 οὐ γὰρ τὰ προβλήματα περὶ τῶν κατὰ συμβεβηκὸς ἐρωτᾶται· οὐδεὶς γὰρ ζητεῖ, διὰ τί ἀναδενδρὰς φυλλορροεῖ ἡ μέλαινα ἢ ἡ ἄμπελος ἢ ἡ πλάτανος ἡ ἀμφιλαφής τε καὶ ὑψηλή, ἀλλὰ διὰ τί δένδρον φυλλορροεῖ. τούτου δὲ ἓν αἴτιον πᾶσι τοῖς δένδροις, καὶ μάλα εἰκότως· τὸ γὰρ αἴτιον τοῦ φυλλορροεῖν ὁρισμός ἐστι τοῦ φυλλορροεῖν καὶ τὸ τί ἦν εἶναι, οἷον τὸ πήγνυσθαι τὸν ὀπόν, καὶ τῆς ἐκλείψεως ἡ ἀντίφραξις, καὶ ἔστιν ἐν ταῖς ἀποδείξεσιν οὗ μὲν αἴτιον τὸ μεῖζον ἄκρον τῶν ἐν τῷ συμπεράσματι ὅρων, ᾧ δ’ αἴτιον τοὔλαττον, τὸ δ’ αἴτιον τὸ μέσον.2 λόγος οὖν τοῦ μείζονος ἄκρου τῶν ἐν τῷ συμπεράσματι τὸ μέσον ἐστὶ καὶ πάντῃ ὅμοιον ἐκείνῳ· εἰ μὲν ὁμώνυμον, ὅμοιον ἐκείνῳ καὶ τὸ μέσον· εἰ δ’ ἀνάλογον, καὶ τὸ αἴτιον τὸν αὐτὸν τρόπον. Περὶ δὲ τοῦ ἀντιστρέφειν ἀλλήλοις τό τε αἴτιον καὶ οὗ αἴτιον καὶ ᾧ αἴτιον ὧδε ἔχει. λέγω δὲ ᾧ μὲν αἴτιον τὸ ὑποκείμενον, τὸ δένδρον ἢ τὴν συκῆν, οὗ δὲ αἴτιον τὸ φυλλορροεῖν, αἴτιον δὲ τὸ πήγνυσθαι τὸν ὀπὸν ἢ ὁτιδήποτε. τὸ μὲν δὴ αἴτιον καὶ οὗ αἴτιον εἴρηται ὅτι ἐξ ἀνάγκης πρὸς ἄλληλα ἀντιστρέφει, εἴπερ οὕτως ἔχει πρὸς ἄλληλα ὡς ὁριστόν τε καὶ ὁρισμός. πρὸς δὲ 〈τὸ〉 ὑποκείμενον πῶς; τοῦτο γὰρ διοριστέον. εἰ μὲν δή τι τῆς φύσεως τῆς ὑποκειμένης αἰσθητόν τε καὶ καθ’ ἕκαστον λάβοις, οὐκ ἀντιστρέφει, οἷον ἐπὶ τοῦ φυλλορροεῖν εἰ λάβοις ἄμπελον ἢ συκῆν· ἐπὶ πλέον γὰρ ἑκάστου καὶ τὸ ἀποβάλλειν τὰ φύλλα καὶ τὸ πήγνυσθαι τὸν ὀπόν· εἰ δὲ πάντα ὅσα φυλλορροεῖ, ἀντιστρέφει τε καὶ ἐξισοῦται. δεῖ 〈δὴ〉 ζητεῖν ὃ κοινῇ πᾶσιν ὑπάρχει τοῖς φυλλορροοῦσιν, ὅπως ἐκείνῳ αὐτὰ περιλαμβάνωμεν καὶ ἐπ’ ἐκείνου ζητῶμεν τὸ διὰ τί· τούτῳ γὰρ πρώτῳ αἴτιον ἔσται τὸ μέσον καὶ πρὸς τοῦτο αὐτὸ ἀντιστρέφει. εὑρίσκω δὴ τὸ πλατύφυλλον κοινῇ πᾶσι τοῖς φυλλορροοῦσιν ὑπάρχον· πρὸς τοῦτο οὖν ἀντιστρέφει καὶ τὸ αἴτιον καὶ οὗ αἴτιον. γίνονται δὲ ἐπὶ τῶν τοιούτων προβλημάτων τέσσαρες ὅροι, τὸ φυλλορροεῖν, τὸ πήγνυσθαι τὸν ὀπόν, τὸ πλατύφυλλον, ἡ συκῆ, δύο μὲν ἄκροι, δύο δὲ μέσοι· ἀλλ’ ὁ μὲν τῷ ὑποκειμένῳ προσεχής τε καὶ ἐπὶ πλέον, ὁ δὲ τῷ κατηγορουμένῳ προσεχής τε καὶ ἀντιστρέφων.3

17. 对于同一事物而言,不可能存在多个中项和原因,除非证明是通过偶性或通过兆头进行的:例如,树木为何落叶?因为它们起皱,或者因为它们变白;或者,火是否燃烧过?因为留下了木炭,或者因为留下了灰烬。但已多次说明,此类论述绝非严格的证明,此类事物也绝非事实的原因,而仅仅是结论的原因。因此必须将所有此类事物,特别是偶性,从证明中排除出去;因为诸问题并非就偶性而发问。没有任何人会探讨为何黑色的攀缘藤蔓、或葡萄树、或枝叶繁茂的高大悬铃木会落叶,而是探讨树木为何落叶。对于所有树木而言,其原因只有一个,且非常合理:因为落叶的原因正是落叶的定义与本质,正如树汁的凝固之于落叶,遮蔽之于食;而在诸证明中,所由之结果乃是结论诸项中的大端项,接受原因者则是小端项,而原因是中项。因此中项是结论中大端项的定义式,并且在各方面都与它相似:若大端项是同名异义的,中项亦与之相似;若是类比的,原因亦以相同方式相应。关于原因、所由之结果以及接受原因者彼此之间的换位,情形如下。我所说的接受原因者是底层的基底,即树木或无花果树;所由之结果则是落叶;原因是树汁的凝固或诸如此类的任何东西。原因与其所由之结果已被说明必然彼此换位,只要它们彼此之间具有如同被定义项与定义的关系。但它们与底层的基底关系如何?这正是必须予以界定的。若你选取底层的本性中某种感觉的和个别的事物,则不能换位,例如在落叶的情形中若你选取葡萄树或无花果树;因为脱落叶子与树汁凝固这两者的外延都大于这每一个个别事物;但若选取所有落叶的事物,则可以换位且外延相等。因此必须探求共同属于所有落叶事物的特征,以便我们借其统摄它们,并就其探求为何;因为中项最初正是作为此特征的原因,并与此特征本身相换位。我发现阔叶正是共同属于所有落叶事物的特征;因此原因及其所由之结果皆与此相换位。于是在此类问题中便产生了四个词项:落叶、树汁凝固、阔叶、无花果树,其中两个是端项,两个是中项;但一者邻近基底且外延更广,另一者则邻近谓项且与其相换位。

§2.18

​18. Τί δὴ μᾶλλον αἴτιον ἐρεῖς ἐφ’ ὧν πλείω τὰ μέσα; ἢ τὸ προσεχὲς ἑκάστῳ· δι’ ἐκεῖνο γὰρ αὐτῷ καὶ τὸ πορρωτέρω ὑπάρχει, οἷον τῇ συκῇ τὸ πλατύφυλλον μᾶλλον αἴτιον τοῦ φυλλορροεῖν· διὰ τοῦτο γὰρ αὐτῇ καὶ θάτερον αἴτιον ὑπάρχει, λέγω δὴ τὸ πήγνυσθαι τὸν ὀπόν. ἀλλὰ πῶς ἐπ’ ἐνίων πλείω φανερῶς τὰ αἴτια; ἐκλείψεως γὰρ καὶ τὸ τὴν γῆν ἐν μέσῳ εἶναι καὶ τὸ τὴν σελήνην. ἢ οὐ τῆς αὐτῆς, ἀλλὰ τὸ μὲν τοῦ ἡλίου, τὸ δὲ τῆς σελήνης. ἆρ’ οὖν οὐδὲ ἔσονται πλείους τοῦ αὐτοῦ4 ὁρισμοί; ἢ τοῦ μὲν ὀνόματος, οὐκέτι δὲ καὶ τοῦ πράγματος τοῦ αὐτοῦ. περὶ μὲν οὖν ἀποδείξεως εἴρηται καὶ πῶς ἐστι καὶ πῶς γίνεται· εἴρηται δ’ ἅμα καὶ περὶ ἀποδεικτικῆς ἐπιστήμης· ταύτης γὰρ ἔργον ἀπόδειξις.

​18. 那么在那些中项有多个的事物中,你将称哪一个更是原因呢?难道不是对各方而言邻近的那一个吗?因为正是通过那一个,更遥远的特征才属于它:例如对无花果树而言,阔叶更是落叶的原因;因为正是由于这一原因,另一个原因才属于它,我所说的正是树汁的凝固。但为何在某些事物中原因显然有多个呢?因为对于食而言,地球在中间与月球在中间两者都是原因。难道不是因为它们并非同一事物的食,而是一者是太阳的食,另一者是月亮的食吗?那么,对于同一事物是否也不会有多个定义呢?或者对于同一名称而言可以有多个定义,但对于同一事实而言却不再如此了。关于证明,它是怎样的以及它是如何产生的已被阐明;同时也论述了关于证明的科学;因为证明正是这一科学的功用。

语法注4 条
  1. 2.17ἐξοριστέον οὖν ἅπαντα μὲν τὰ τοιαῦτα, μάλιστα δὲ τὸ κατὰ συμβεβηκὸς τῶν ἀποδείξεων

    动词性形容词 ἐξοριστέον 支配宾格宾语 ἅπαντα μὲν τὰ τοιαῦτα 与 τὸ κατὰ συμβεβηκός,属格 τῶν ἀποδείξεων 则作为分离属格附属于带有 ἐξ- 前缀的动词含义,意为“从证明中[排除]”。虽在语法上亦可设想为部分属格,但依文意理解为分离属格最为顺畅。

  2. 2.17οὗ μὲν αἴτιον τὸ μεῖζον ἄκρον τῶν ἐν τῷ συμπεράσματι ὅρων, ᾧ δ’ αἴτιον τοὔλαττον, τὸ δ’ αἴτιον τὸ μέσον

    此处是由关系代词属格 οὗ 与与格 ᾧ 构成的平行结构。οὗ αἴτιον 指“作为其原因者”(即被引起的结果/大端项),ᾧ αἴτιον 指“对其作为原因者”(即结果所归属的底层主词/小端项)。这与下文特米斯提乌本人的解释 ᾧ μὲν αἴτιον τὸ ὑποκείμενον... οὗ δὲ αἴτιον τὸ φυλλορροεῖν 完全呼应。

  3. 2.17ἀλλ’ ὁ μὲν τῷ ὑποκειμένῳ προσεχής τε καὶ ἐπὶ πλέον, ὁ δὲ τῷ κατηγορουμένῳ προσεχής τε καὶ ἀντιστρέφων

    这是利用 ὁ μέν 与 ὁ δέ 区分两个中项(阔叶与树汁凝固)的对偶结构。在前述四项中,前者邻近基底主词(τῷ ὑποκειμένῳ)且外延更广(ἐπὶ πλέον),即“阔叶”;后者邻近谓项属性(τῷ κατηγορουμένῳ)且与其换位(ἀντιστρέφων),即“树汁凝固”。

  4. 2.18ἆρ’ οὖν οὐδὲ ἔσονται πλείους τοῦ αὐτοῦ ὁρισμοί; ἢ τοῦ μὲν ὀνόματος, οὐκέτι δὲ καὶ τοῦ πράγματος τοῦ αὐτοῦ

    由质词 ἆρ' οὖν 引导疑问句,随后由 ἤ 引入解答性自答。在后半句 ἢ τοῦ μὲν ὀνόματος, οὐκέτι δὲ καὶ τοῦ πράγματος τοῦ αὐτοῦ 中省略了述语(ἔσονται πλείους ὁρισμοί),意即“还是说对于同一名称会有[多个定义],但对于同一事实而言则不再如此”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:61.6-62.20