- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:64.7-66.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述了普遍如何从感觉中经由归纳汇聚而成,并通过对思维诸状态的比较以及儿童成长过程的比喻,阐明把握直接原理的能力乃是理智。
ὥστε τρόπον τινὰ καὶ αἴσθησις τοῦ καθόλου, ἀλλ’ οὐχ οὕτως ὥστε αὐτὸ χωρίσαι καὶ ἀφελεῖν καὶ καθ’ ἑαυτὸ γνῶναι, ἀλλὰ συγκεχυμένον τε τῷ καθ’ ἕκαστον καὶ μᾶλλον εἰς ἐκεῖνο ἀποτετραμμένον. ἀλλ’ ἑτέρα δύναμίς ἐστιν, ἣ τῆς αἰσθήσεως περὶ τὸ κατὰ μέρος ἐνεργούσης τὸ ἓν ἐκ πολλῶν καὶ τὸ ἀδιάφορον ἐκ διαφόρων καὶ ταὐτὸν ἐξ ἑτέρων συνάγει,1 οἷον τὸν ἄνθρωπον ἐκ Καλλίου καὶ Ἀρίστωνος καὶ τὸ ζῷον ἐξ ἀνθρώπου καὶ λέοντος καὶ τὴν οὐσίαν ἐκ φυτοῦ καὶ ζῴου· ἄνεισι γὰρ μέχρις ἂν εἰς ἓν παντελῶς τὰ πολλὰ ἀναγάγῃ τε καὶ συνδήσηται. ὥστε ἐπαγωγῇ ὁ τρόπος ἔοικε τῆς συστάσεως τοῦ καθόλου καὶ τῆς γνώσεως, καθὸ λέγεται ἐπαγωγὴ πᾶς ὁ ἐκ τῶν κατὰ μέρος τὸ καθόλου κεφαλαιούμενος λόγος.2 ἤδη δὲ τοῦ τοιούτου λόγου τὰ μὲν λήμματα θήσουσιν αἱ αἰσθήσεις· ἀρχαὶ γὰρ αὗται καὶ αἰτίαι τῶν κατὰ μέρος ὑπολήψεων· τὴν δὲ καθόλου ἐπιφορὰν ὁ νοῦς ποιήσεται· τούτου γὰρ ἔργον ἤδη τὰ πολλὰ ἑνοῦν καὶ τὰ ἄπειρα, ὅπερ φησὶ Πλάτων, πέρατι συνδήσασθαι· καὶ γὰρ διαιρετικὸς καὶ συνθετικὸς 〈καὶ〉 μεταβατικός τε καὶ ἄλλως πολυτρόπως εὐκινητότατος. ἔσται δὲ οὐχ ὑφ’ ἓν οὐδ’ εὐθὺς οὐδ’ ἐν χρόνῳ ὀλίγῳ ἥ τε τῶν λημμάτων τῆς ἐπαγωγῆς ταύτης αἴσθησις καὶ ἡ τοῦ καθόλου ἐπιφώνησις, ἀλλὰ πλείω χρόνον μεταξὺ παρεμπίπτειν ἀμφοτέρων ἀνάγκη. καὶ τὰ μὲν λήμματα εὐθὺς ἡ πρώτη ἡμῖν ἀρξαμένη αἴσθησις τίθησι, πόρρω δὲ ἤδη προελθούσης ὁ νοῦς ἐξ αὐτῶν τὸ καθόλου συμπεραίνεται. διὰ τί μέντοι διὰ μακροῦ; ἐπειδὴ διὰ χρόνου συναγείρειν πέφυκε τὸ καθόλου. λανθάνει δὲ αὐτὸς ὁ τρόπος ἐπαγωγή τις ὤν, καὶ παρὰ τῆς φύσεως λαμβάνειν ἀλλ’ οὐ παρ’ ἑαυτοῦ δόξειεν ἂν τὰς ἐννοίας τοῖς ἀπειροτέροις. ὅτι δὲ νοῦς ἐστιν ὁ τὰς καθόλου καὶ ἀμέσους προτάσεις ἐγκατασκευαζόμενος καὶ οὐδεμία 〈ἄλλη〉 δύναμις, δῆλον κἀντεῦθεν· τῶν γὰρ περὶ τὴν διάνοιαν ἕξεων ταῖς μὲν οὐκ ἀεὶ ἀληθεύομεν, ταῖς δὲ ἀεί· οὐκ ἀεὶ μὲν δόξῃ καὶ λογισμῷ, ἀμφοῖν μὲν ὄντων περὶ τῶν ἄλλοτε ἄλλως ἐχόντων, ἀλλὰ τῆς μὲν εἰς αὐτὴν τὴν θεωρίαν ἀποτελευτώσης πολλάκις, τοῦ δὲ εἰς πρᾶξιν ἀποτεινομένου τὸ σύνολον· αἷς δὲ ἀεὶ δυνάμεσιν ἀληθεύομεν, ἐπιστήμη ἐστὶ καὶ νοῦς· καὶ οὐκ ἔστιν ἐπιστήμη τῶν ἀρχῶν· δι’ ἀποδείξεως γὰρ ἥ γε ἀκριβῶς ἐπιστήμη· λείπεται δῆλον ὅτι νοῦν εἶναι τὸν γνωρίζοντα τὰς ἀρχάς. καὶ γὰρ δὴ προσήκει μὲν ἀεὶ ταῖς ἀρχαῖς ἀκριβέστερον γινώσκεσθαι τῶν μετὰ τὰς ἀρχάς· μόνος δὲ νοῦς ἀκριβέστερος ἐπιστήμης. νοῦς οὖν ὁ ληπτικὸς τῶν ἀρχῶν, νοῦς δὲ ὁ πρῶτος καὶ ὑπὸ τῆς φύσεως ἐγκατασκευαζόμενος τῷ λογικῷ ζῴῳ. δυνάμει δὲ οὗτος ὤν ἐστιν ἁπλούστατος καὶ ὥσπερ ἄλογός τις καὶ ἄκριτος τῆς ψυχῆς ὄψις,3 καθ’ ἣν ἐξ ἀρχῆς ἔστι φύσει λογικὸν ζῷον ὁ ἄνθρωπος. οὗτος δὲ ὁ νοῦς καὶ προϊοῦσιν ἡμῖν συναυξάνεται ἀεὶ καὶ συνεπιδίδωσι, τὸ μὲν πρῶτον εἰς τὰς ἁπλᾶς, ἅσπερ ὅρους ὀνομάζομεν, καὶ τῶν ἀσυνθέτων καὶ ἁπλουστάτων τοῦ λόγου στοιχείων θέσεις καὶ τὰς ἁπλᾶς ἀντιλήψεις· ἄνθρωπον γὰρ ἢ λευκὸν ἄρχεται καὶ λέγειν πρῶτον τὰ παιδία καὶ νοεῖν, ἐπειδὰν ἐγκατασκευάζηται λόγος αὐτοῖς· προβαίνοντος δὲ ἤδη καὶ τοῦ συντιθέναι ταῦτα τὰ ἁπλᾶ δύναμιν προσλαμβάνει καὶ τί ἄνθρωπός ἐστιν ἤδη διανοεῖσθαι. ἐπειδὰν δὲ πλείονα ἰσχὺν λάβῃ, καὶ πρὸς τὴν τοῦ καθόλου σύστασιν καὶ νόησιν δυνατώτεροι γινόμεθα, ἕως ἂν τὴν λογικὴν ἕξιν, καθ’ ἣν ἤδη λογικοὶ γεγόναμεν, συστησώμεθα πασχούσης τι τῆς ψυχῆς προσόμοιον τῷ σώματι· καὶ γὰρ τοῦτο ἀρχόμενον μὲν τελειοῦσθαι πρῶτον μὲν ἰσχὺν λαμβάνει πρὸς αὐτὴν τὴν διανάστασιν καὶ τὴν δι’ ἑαυτοῦ χαμόθεν ὄρθωσιν, εἶθ’ ὕστερον καὶ πρόεισιν εἰς τὸ πρόσθεν ἐπὶ μικρόν, καὶ οὕτως ἀεὶ τελειούμενον εἰς περίπατόν τε καὶ δρόμον καὶ τὴν πρὸς ταῦτα ῥώμην προέρχεται. οὕτω δὴ καὶ ὁ νοῦς τὸ μὲν πρῶτον ὀνομάζειν δύναται μόνον καὶ τὰ ὑπὸ τὰ ὀνόματα νοεῖν πράγματα, ἑξῆς δὲ καὶ συντιθέναι καὶ διανοεῖσθαι, εἶτα τὸ τελευταῖον καθόλου τινὰ κρίματα βεβαιωσάμενος ἐν αὑτῷ ἀποτίθεται. νοῦς οὖν ἀρχὴ ἐπιστήμης, καὶ ἡ μὲν ἀρχὴ τῶν ἀρχῶν γνῶσις, ἡ δὲ πᾶσα ἐπιστήμη τοῦ παντὸς ἐπιστητοῦ· ὡς γὰρ ἡ ἀρχὴ πρὸς τὴν ἀρχήν, οὕτως ἡ πᾶσα πρὸς πᾶν.
因此,感觉在某种方式上也是关乎普遍的,但并非以分离、抽取并凭其自身来认识它的方式,而是与个别事物相混杂,且更多地朝向个别事物。然而存在着另一种能力,当感觉就个别事物发挥作用时,它从多数中汇聚出一,从有差异者中汇聚出无差异者,从相异者中汇聚出同一者:例如从卡利亚斯和阿里斯同中汇聚出人,从人和狮子中汇聚出动物,从植物和动物中汇聚出实体;因为它不断上升,直到把多数完全归纳并联结为单一的一。因此,普遍的形成与认识的方式类似于归纳,只要凡是从个别事物中总括出普遍的言说皆被称为归纳。对于这样的言说,感觉将确立前提;因为感觉是个别把握的始基与原因;而理智则将得出普遍的结论;因为将多数合为一体,并如柏拉图所说用界限将无限者联结起来,正是理智的功能;因为它是能区分的、能结合的、能过渡的,并且在其他各方面皆极易运动。然而,对这一归纳之前提的感觉与对普遍的宣告,既非同时发生,亦非立即发生,更非在短时间内发生,而是在两者之间必然间隔着较长的时间。前提是由我们最先开始的感觉立即确立的,但当感觉已经向前推进甚远时,理智才从它们中推导出普遍。究竟为何要经历漫长的时间?因为依其本性,理智需经由时间来积聚普遍。但这种方式本身作为一种归纳往往未被察觉,对于较缺乏经验的人来说,似乎会认为概念是从自然那里而非从其自身获得的。至于确立普遍且无中项的前提的是理智而非任何其他能力,从下述内容中亦显而易见:因为在关乎思想的状态中,通过某些状态我们并非总是把握真理,而通过另一些状态则总是把握真理;通过意见与算计并非总是把握真理——两者皆关乎具有不同情况的事物,尽管前者往往终止于观照本身,而后者整体上朝向行动;然而我们借以始终把握真理的能力是科学知识与理智;而关于原理并不存在科学知识;因为严格意义上的科学知识是通过证明获得的;显然所剩下的结论便是,认识原理的是理智。因为事实上,原理始终理应比原理之后的事物得到更精确的认识;而唯有理智比科学知识更为精确。因此,把握原理的是理智,且是由自然在理性动物中所构成的第一理智。作为潜能存在的这种理智是最单纯的,犹如灵魂的一种无理性的、不加判别的视力,依照这种视力,人从一开始依本性便是理性动物。随着我们的成长,这种理智始终与我们一同增长并一同发展:起初朝向单纯者,即我们称之为词项的东西,朝向言说的未复合的最单纯元素的设定与单纯把握;因为当言语在孩童中构成时,他们首先开始说出并思考“人”或“白”;随着它的进一步发展,它还获得了结合这些单纯者的能力,并已能思考人是什么。当它获得更大的力量时,我们对于普遍的形成与思想亦变得更有能力,直到我们确立了理性状态,依照这种状态我们已然成为有理性的,此时灵魂所经历的与身体极为相似;因为身体在开始趋于完满时,首先获得了站立和凭自身从地面直立起来的力量,随后又稍稍向前迈进,如此不断趋于完满,进而达到行走、奔跑以及从事这些活动的力量。正如这样,理智起初亦仅能命名并思考名称之下的事物,接着便能结合并思考,随后最终将确立的某些普遍判断储存于自身之中。因此,理智是科学知识的原理,原理是关于诸原理的认识,而全部科学知识关乎全部可知对象;因为正如原理对于原理,全部亦对于全部。
- 2.19ἀλλ’ ἑτέρα δύναμίς ἐστιν, ἣ τῆς αἰσθήσεως περὶ τὸ κατὰ μέρος ἐνεργούσης τὸ ἓν ἐκ πολλῶν καὶ τὸ ἀδιάφορον ἐκ διαφόρων καὶ ταὐτὸν ἐξ ἑτέρων συνάγει
主句“ἀλλ’ ἑτέρα δύναμίς ἐστιν”之后的关系代词“ἣ”(阴性单数主格)以“ἑτέρα δύναμις”为先行词。关系从句中插入了属格绝对结构“τῆς αἰσθήσεως περὶ τὸ κατὰ μέρος ἐνεργούσης”(当感觉就个别事物发挥作用时),而“ἣ”则是主动词“συνάγει”(汇聚)的语法主语。
- 2.19καθὸ λέγεται ἐπαγωγὴ πᾶς ὁ ἐκ τῶν κατὰ μέρος τὸ καθόλου κεφαλαιούμενος λόγος
在由“καθό”(只要/在……的限度内)引导的从句中,“πᾶς ... λόγος”(一切言说)为主语,“ἐπαγωγή”(归纳)为表语名词,中动分词“κεφαλαιούμενος”带宾语“τὸ καθόλου”,作定语修饰“λόγος”,意为“从个别事物中总括出普遍的[言说]”。
- 2.19δυνάμει δὲ οὗτος ὤν ἐστιν ἁπλούστατος καὶ ὥσπερ ἄλογός τις καὶ ἄκριτος τῆς ψυχῆς ὄψις
“δυνάμει ... ὤν”为表状态或条件的分词短语(“作为潜能存在时”)。表语部分由最高级形容词“ἁπλούστατος”(最单纯的)与名词短语“ὥσπερ ἄλογός τις καὶ ἄκριτος τῆς ψυχῆς ὄψις”(犹如灵魂的一种无理性的、不加判别的视力)并列构成,均由系动词“ἐστιν”连接。
