- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:59.34-61.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者探讨了诸问题因共有中项或原因(依物种、依属或依因果隶属序列)而同一的情形,进而考察中项(原因)与结论(结果)是否可换位的疑难,并论证二者的必然对应关系。
15. Τὰ δὲ αὐτὰ προβλήματά ἐστι τῷ τὸ αὐτὸ αἴτιόν τε καὶ μέσον ἔχειν, οἷον διὰ τί ἡ λίθος ἡ μαγνῆτις ἕλκει καὶ τὸ ἤλεκτρον καὶ ἡ σικύα; πάντων γὰρ τὸ αὐτὸ μέσον τε καὶ αἴτιον, ἡ ἀντιπερίστασις, ὡς φησὶ Πλάτων. ἔστι δὲ ταὐτὸν τὸ μέσον ἢ εἴδει ἢ γένει· εἴδει μὲν ὃ προείρηται· ἀέρος γὰρ ἀντιπερίστασις ἁπάντων αἰτία· γένει δὲ οἷον διὰ τί ἠχώ; καὶ διὰ τί ἐν τοῖς κατόπτροις ἑαυτοὺς ὁρῶμεν; καὶ διὰ τί ἶρις; πάντα μὲν γὰρ δι’ ἀνάκλασιν, ἀλλ’ οὗ μὲν ἀέρος, οὗ δὲ ὄψεως, οὗ δὲ φωτός.1 ὥστε καὶ τὰ προβλήματα ἀκολουθήσει τῷ μέσῳ, καὶ τὰ μὲν τῷ εἴδει τὰ αὐτὰ ἔσται, τὰ δὲ τῷ γένει. ἔστι δὲ καὶ καθ’ ἕτερον τρόπον τὰ αὐτὰ ἀλλήλοις προβλήματα, ὅταν θατέρου τὸ αἴτιον ἐξηρτημένον ᾖ τῆς θατέρου αἰτίας καὶ τάττηται ὑπ’ ἐκείνην. οἷον διὰ τί ὁ Νεῖλος φθίνοντος τοῦ μηνὸς μᾶλλον ῥεῖ; διότι χειμεριώτερος φθίνων ὁ μήν. καὶ ἔστιν ἓν πρόβλημα τοῦτο. διὰ τί δὲ φθίνων χειμεριώτερος ὁ μήν; διότι ἡ σελήνη τηνικαῦτα ἀπολείπει [τὸ φῶς]. καὶ δύο ἤδη προβλήματα σχεδὸν ὑφ’ ἓν μέσον ἐστὶ καὶ μίαν αἰτίαν τὴν σύνοδον· ἀλλὰ τοῦ μὲν προσεχῶς αἴτιον, τοῦ λείπειν τὸ φῶς, κατὰ δεύτερον δὲ λόγον τοῦ γενέσθαι τὸν μῆνα χειμεριώτερον, κατὰ τρίτον δὲ τοῦ μᾶλλον ῥεῖν τηνικαῦτα τὸν ποταμόν.
15. 诸问题有时由于具有相同的原因和中项而是相同的,例如:磁石为何吸引,琥珀和拔罐器又为何如此?因为对所有这些而言中项与原因都是相同的,即相互置换,如柏拉图所言。中项相同或是依物种或是依属:依物种是方才所言的,因为空气的相互置换是所有这些的原因;依属的则是例如:为何产生回声?为何我们在镜中看到自己?为何出现虹?因为一切都是通过反射,但此处是空气的反射,彼处是视线的反射,另一处是光的反射。因此诸问题也将随中项而来,有些在物种上相同,有些在属上相同。此外诸问题彼此相同还有另一种方式,即当一方的原因依附于另一方的原因并排列于其下之时。例如:为何尼罗河在月份将尽之时流淌更甚?因为将尽的月份更具冬令之气。这是一个问题。那么为何将尽的月份更具冬令之气?因为那时月亮失去光芒。此时两个问题几乎都在单一的中项和单一的原因即相合之下;但这直接是失去光芒的原因,依第二层理由是月份变得更具冬令之气的原因,依第三层理由是那时河流流淌更甚的原因。
16. Περὶ δὲ αἰτίου καὶ οὗ αἴτιον καὶ τάδε ἄν τις ἀπορήσειε πρὸς τοῖς εἰρημένοις (λέγω δὲ αἴτιον μὲν τὸ μέσον, οὗ αἴτιον δὲ τὸ συμπέρασμα), 〈εἰ〉 ὥσπερ τοῦδε ὄντος τοῦ μέσου τόδε ἕπεται τὸ συμπέρασμα, οὕτω καὶ τοῦδε τοῦ συμπεράσματος ὄντος τόδε ἐστὶν ἐξ ἀνάγκης τὸ αἴτιον.2 εἰ μὲν γὰρ οὕτως, ἀντιστρέφει τε ἀλλήλοις καὶ κύκλῳ αὐτὰ δείκνυσθαι δυνατόν, ὥσπερ ὅτι ἐκλείπει ἡ σελήνη διὰ τὸ τὴν γῆν ἐν μέσῳ εἶναι, οὕτως ὅτι ἡ γῆ ἐν μέσῳ ἐστὶ διὰ τὸ τὴν σελήνην ἐκλείπειν. ἀλλ’ ἄτοπον ἐν ἀποδείξει τὸ δι’ ἀλλήλων καὶ ἅμα. ἀλλ’ οὐδὲ δι’ αἰτίου θάτερον οὐδὲ διὰ προτέρου τῇ ἐπινοίᾳ· οὐ γάρ ἐστιν αἴτιον τοῦ τὴν γῆν ἐν μέσῳ εἶναι τὸ τὴν σελήνην ἐκλείπειν, ἀλλὰ μέσον τοῦ συλλογισμοῦ καὶ τοῦ συμπεράσματος ἴσως αἴτιον, τοῦ πράγματος δὲ οὐδαμῶς. δῆλον δέ· οὐ γὰρ ἐν τῷ ὁρισμῷ τῆς γῆς καὶ τοῦ μέσην εἶναι ἡ ἔκλειψις ἐμφαίνεται τῆς σελήνης, ἀλλ’ ἐν τῷ ὁρισμῷ τῆς ἐκλείψεως τὸ τὴν γῆν ἐν μέσῳ εἶναι. εἰ δὲ οὐκ ἀντιστρέφει καὶ τὸ μὲν αἰτιατόν, 〈τὸ〉 συμπέρασμα, τὸ δὲ οὐκ αἰτιατόν, τὸ μέσον τε καὶ αἴτιον, πλείω μέσα ἐνδέχεται εἶναι καὶ αἴτια τοῦ αὐτοῦ συμπεράσματος. ἀλλ’ ἀδύνατον· καθόλου γάρ ἐστι τό τε αἴτιον καὶ οὗ αἴτιον, καὶ ἄμφω ὁμοίως ὑπάρχειν ὀφείλει τῇ ὑποκειμένῃ φύσει, ἥτις ποτ’ ἂν ᾖ· οἷον εἰ τοῖς δένδροις αἴτιον τοῦ φυλλορροεῖν τὸ πλατύφυλλον ἢ τὸ πήγνυσθαι τὸν ὀπόν, οἷς τε τὸ φυλλορροεῖν, τούτοις καὶ τὸ πήγνυσθαι τὸν ὀπόν, καὶ οἷς τὸ πήγνυσθαι τὸν ὀπόν, τούτοις καὶ τὸ φυλλορροεῖν. οὐδὲν δ’ ἄτοπον, εἰ τὸ τοιοῦτον αἴτιον ἓν καὶ ἀντιστρέφει πρὸς τὸ συμπέρασμα· οὐ γὰρ ὁμοίως δειχθήσεται δι’ ἀλλήλων, ἀλλὰ τὸ μὲν ὡς συλλογισμὸς μόνον, τὸ δὲ καὶ ὡς ἀπόδειξις ἤδη.3
16. 关于原因及其所致之结果,在已述之事之外人们亦可提出如下疑难(我所说的原因是中项,所致之结果则是结论):是否正如有了此中项则此结论随之而来,同样有了此结论则此原因必然存在。因为若如此,它们彼此换位,且可能进行循环证明,正如证明月蚀是由于地球在中间,同样可证明地球在中间是由于月蚀。但在证明中,通过彼此且同时证明是荒谬的。况且另一方既非通过原因,亦非通过在观念上在先者来证明;因为月蚀并不是地球在中间的原因,而是推论的中项,或许是结论的原因,但绝不是事实的原因。这是显而易见的:因为在地球及其在中间的定义中并不显现月蚀,而在月蚀的定义中却显现地球在中间。但若不能换位,且一者是被引起的(结论),另一者不是被引起的(中项与原因),便可能对于同一结论存在多个中项与原因。然而这是不可能的;因为原因及其所致之结果都是普遍的,且两者必须同样属于那底层的本性,无论它是何种本性。例如若对树木而言落叶的原因是阔叶或是树汁的凝固,那么凡具有落叶者,亦具有树汁的凝固,凡具有树汁的凝固者,亦具有落叶。如果此类原因是单一的且与结论相换位,并无任何荒谬之处;因为它们不会以相同的方式通过彼此被证明,而是一者仅作为推论,另一者则已作为证明。
- 2.15οὗ μὲν ἀέρος, οὗ δὲ ὄψεως, οὗ δὲ φωτός
关系副词 οὗ 以 οὗ μέν... οὗ δέ... 的相关形式表示分配性的场合(“在一处……在另一处……”),其后随的属格名词(ἀέρος, ὄψεως, φωτός)作为宾格性属格受前面的名词 ἀνάκλασιν(反射)支配。
- 2.16〈εἰ〉 ὥσπερ τοῦδε ὄντος τοῦ μέσου τόδε ἕπεται τὸ συμπέρασμα, οὕτω καὶ τοῦδε τοῦ συμπεράσματος ὄντος τόδε ἐστὶν ἐξ ἀνάγκης τὸ αἴτιον
校勘所补入的 〈εἰ〉 引导依附于前文动词 ἀπορήσειε(提出疑难)的间接疑问从句。句内以 ὥσπερ... οὕτω(正如……同样……)构成相关呼应,各自包含带指示代词的独立属格结构(τοῦδε ὄντος τοῦ μέσου 与 τοῦδε τοῦ συμπεράσματος ὄντος)作为条件性背景。
- 2.16τὸ μὲν ὡς συλλογισμὸς μόνον, τὸ δὲ καὶ ὡς ἀπόδειξις ἤδη
在对比性名词短语(τὸ μέν... τὸ δέ...)中,ὡς... 短语 之后承前省略了前句的动词 δειχθήσεται(将被证明)。它表明换位后两向推论的不对称性:从事实推及原因的仅为单纯的推论(συλλογισμός),而从原因推及事实的才是真正的“证明(ἀπόδειξις)”。
