← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§5.5-6.32

科学知识的定义与论证前提的必要条件

德米斯蒂乌给出了严格意义上的科学知识的定义,详述了产生此种知识的学理推论(证明)之前提所必须具备的条件(真实、原初、无中介、作为结论的原因、在先且更可知),并阐明这些前提的在先性与可知性乃是相对于本性而非相对于我们而言的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#1

2. Λέγεται τοίνυν τὸ ἐπίστασθαι πολλαχῶς· καὶ γὰρ κοινῶς λέγεται καὶ κυρίως· κοινῶς μέν, ὅταν ἅπασαν γνῶσιν ὁπωσδήποτε γινομένην, εἴτε διὰ τῶν συμβεβηκότων τῷ πράγματι εἴτε καθ’ ἕτερον τρόπον, ἐπιστήμην ὀνομάζωμεν· κυρίως δὲ καὶ ἁπλῶς ἐστιν ἐπιστήμη, ὅταν τήν τε αἰτίαν οἰώμεθα γινώσκειν δι’ ἣν τὸ πρᾶγμά ἐστιν, ὅτι ἐκείνου αἰτία ἐστί,1 καὶ ὅταν αὐτὸ μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν ὑπολαμβάνωμεν. δῆλον δὲ ὅτι τοιοῦτόν ἐστι τὸ ἐπίστασθαι· ἅπαντες γὰρ οἱ τινὸς ἐπιστήμης μεταποιούμενοι οἱ μὲν οἴονται δεῖν οὕτως ἔχειν περὶ τοῦ πράγματος, οἱ δὲ καὶ ἔχουσιν οὕτως. εἰσὶ μὲν οὖν καὶ ἕτεροι τοῦ κυρίως ἐπίστασθαι τρόποι· καὶ γὰρ ἡ δι’ ὁρισμῶν θεωρία καὶ ἡ λῆψις τῶν ἀναποδείκτων ἀρχῶν ἐπιστῆμαι καλοῦνται κυρίως· ἀλλ’ ὅτι γε καὶ τοῦτο εἶδός ἐστι τῆς ἁπλῶς ἐπιστήμης, ὁμολογείσθω. τὸ δὴ τοιοῦτον εἶδος τῆς ἐπιστήμης τοῦτο εὐθὺς ἀπόδειξιν λέγω· ἀπόδειξις γάρ ἐστι συλλογισμὸς ἐπιστημονικός, ὥστε εἴπερ τῷ συλλογισμῷ μὲν δεῖ τὰς προτάσεις αἰτίας εἶναι τοῦ συμπεράσματος, τῷ δ’ ἐπίστασθαι οἰομένῳ προσήκει γινώσκειν καὶ τὴν αἰτίαν τοῦ πράγματος, καὶ ἄμφω δεῖ συνδραμεῖν ἐπὶ τῆς ἀποδείξεως καὶ τὰ λήμματα μὴ τῆς ἐπιφορᾶς εἶναι μόνον ἀλλὰ καὶ τοῦ πράγματος αἴτια τοῦ δεικνυμένου. ὡς μὲν γὰρ συμπεράσματος αἴτιον τοῦ πῦρ ἐνταῦθα κεκαῦσθαι τὸ τὴν τέφραν ὑπολελεῖφθαι, ὡς [τοῦ] πράγματος δ’ οὐκέτι· οὐ γὰρ ἡ τέφρα τοῦ πυρὸς αἰτία, ἀλλὰ τὸ πῦρ μᾶλλον ἐκείνης. ἄμφω τοίνυν συνδραμεῖν ἀναγκαῖον καὶ τὸ ποιητικὸν συναγωγῆς ποιητικὸν εἶναι τοῦ γενέσθαι τὸ συναχθέν.2 ἀλλ’ ἐπειδὴ πᾶν αἴτιον καὶ πρότερον τοῦ ποιουμένου καὶ οἰκεῖον αὐτῷ ὅτι μάλιστα, καὶ προτέρας εἶναι δεῖ καὶ οἰκείας τὰς προτάσεις τοῦ συμπεράσματος. καὶ ἐπειδὴ τὸ ἐπίστασθαί ἐστιν, ὅταν μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν ὑπολαμβάνωμεν, διὰ τοῦτο καὶ τὴν ἀλήθειαν αὐταῖς προσθετέον· εἰ γὰρ τὸ ψεῦδος ἔχοιεν, συμβήσεται τὸν ἐπιστάμενον ἐξ ἀνάγκης εἶναι ὑπολαμβάνειν ὃ μή ἐστιν, οἷον εἴ τινες ψευδεῖς προτάσεις συνήγαγον τὴν διάμετρον τῇ πλευρᾷ σύμμετρον εἶναι. ἀλλ’ εἰ πᾶσα μάθησις καὶ διδασκαλία ἐκ προγινωσκομένων ἐστί, δεῖ καὶ τοῦτο σῴζεσθαι ἐν τῇ ἀποδείξει. ἔσονται τοίνυν καὶ γνωριμώτεραι αἱ προτάσεις τοῦ συμπεράσματος διὰ τοῦτο, γνωριμώτεραι δ’ οὐ μόνον τὸν ἕτερον τρόπον, τῷ ξυνιέναι τί σημαίνουσιν, ἀλλὰ καὶ τῷ εἰδέναι ὅτι εἰσί· τὸ γὰρ ἀληθὲς κατὰ τοῦτο. ἐξαριθμησώμεθα τοίνυν ὁπόσα προσδιωρίσαμεν τοῖς λήμμασιν ὑπάρχειν τοῖς ἀποδεικτικοῖς· ἔστι δὲ τάδε· αἰτίοις εἶναι καὶ οἰκείοις, ἀληθέσι τε καὶ γνωριμωτέροις. πᾶσα μὲν οὖν ἀπόδειξις οὐκ ἐκ προτέρων μόνον ἀλλὰ καὶ ἐκ πρώτων· εἰ μὲν γὰρ αἱ λαμβανόμεναι προτάσεις δι’ ἄλλων ἀποδεικνύοιντο, πρότεραι μὲν ἔσονται τοῦ συμπεράσματος, οὐ πρῶται δέ· εἰ δὲ μὴ δι’ ἄλλων καὶ μηδ’ ὅλως προσδέοιντο ἀποδείξεως, ἀλλ’ αὐτόθεν εἶεν πισταὶ καὶ ἐναργεῖς, ἤδη καὶ πρῶται, ἃς οἱ παλαιοὶ καλοῦσιν ἀξιώματα καὶ ἀμέσους προτάσεις, εἰς ἃ χρὴ πάσας ἀνάγεσθαι καὶ ἐξ ὧν ἀποδείκνυσθαι τὰς εἰς συλλογισμὸν ἐπιστημονικὸν τιθεμένας· διὰ τοῦτο γὰρ αὐτὰς καὶ ἀρχὰς ἀποδείξεως ὀνομάζουσιν. εἰ δ’ οὕτως πρῶται καὶ οὕτως πρότεραι ἔσονται αἱ προτάσεις, δῆλον ὡς τὸ πρότερον ἂν ἔχοιεν οὐ τὸ πρὸς ἡμᾶς ἀλλὰ τὸ πρὸς τὴν φύσιν (ἡμῖν μὲν γὰρ πρότερα τὰ αἰσθητὰ καὶ καθ’ ἕκαστα, τῇ φύσει δὲ τὰ καθόλου τε καὶ πόρρω τῆς αἰσθήσεως), ἐπεὶ καὶ τὸ γνωριμώτερον ἕξουσιν οὕτως ὡς τῇ φύσει γνωριμώτεραι οὖσαι· τοιοῦτον γὰρ ἡ ἀπόδειξις, οὐ πρὸς τὴν ἡμετέραν γνῶσιν καὶ συγκατάθεσιν ἀφορᾷ, ἀλλὰ πρὸς ἀλήθειαν καὶ ὡς ἔχει τὸ πρᾶγμα κατὰ φύσιν, κἂν ἡμῖν μὴ δοκῇ. ὁ γὰρ ἐπιστημονικὸς συλλογισμὸς τούτῳ μάλιστα τῶν λοιπῶν διενήνοχεν· ἐν μὲν γὰρ τοῖς ἄλλοις δείκνυται καὶ διὰ ψευδῶν τὸ ἀληθές, ὡς παρὰ τοῖς ῥήτορσι πολλάκις, καὶ δι’ ὑστέρων τὸ πρότερον, ὥσπερ οἱ διὰ σημείων συλλογισμοί, καὶ δι’ ἀληθῶν μὲν οὐκ οἰκείων δέ, ὥσπερ εἴ τις ἰατρὸς τὰ περιφερῆ τῶν τραυμάτων δυσιατότερα ἀποδεικνύοι, διότι τὸ σχῆμα πολυχωρητότερον τῶν λοιπῶν· γεωμέτρου γὰρ ἡ ἀπόδειξις, οὐκ ἰατροῦ. ταῦτα οὖν ἅπαντα παρατηρητέον ταῖς μελλούσαις προτάσεσι τὴν ἀκρίβειαν τῆς ἀποδείξεως διασώσειν.3 Ἄμεσος οὖν πρότασίς ἐστιν ἧς μή ἐστιν ἄλλη προτέρα καὶ ἣν οὐχ οἷόν τε ἀποδεῖξαι. τοιαῦται δέ εἰσι μὲν καὶ ἐκ τῶν καθόλου, εἰσὶ δὲ καὶ ἐκ τῶν αἰσθητῶν· ὅτι γὰρ τὸ τριβώνιον τοῦτο λευκόν, ἄμεσός ἐστι πρότασις, ἀλλ’ οὐκ εἰσὶν αὗται τῶν ἀποδείξεων ἀρχαί, ἀλλ’ αἱ καθόλου μᾶλλον· τὴν δὲ αἰτίαν μαθησόμεθα ἐφεξῆς.

2. 那么,“知晓”具有多种说法;因为既有通俗的说法,也有严格本真的说法。通俗而言,是指无论何时我们将以任何方式产生的任何认识——无论是通过事物的偶性还是以其他方式——称为知识;而在严格和无条件意义上的知识,则是指无论何时我们认为自己知晓了事物因之而存在的原因,即认识到那正是该事物的原因,并且无论何时我们断定它不可能处于其他状态。显而易见,知晓正是这样的事情;因为所有自称拥有某种知识的人,其中一部分人认为对待事物应当如此,而另一部分人则确实如此。当然,严格知晓的方式也还有其他几种;因为通过定义的观照以及对不可证明之原理的把握,在严格意义上也都被称为知识;但是,这也确实是无条件知识的一个属种,应当予以承认。 知识的这种属种,我随即称之为“证明”;因为证明乃是一种学理的三段论,因此,如果说对于三段论而言,前提必须是结论的原因,而对于自认为知晓的人而言,理应也知晓事物本身的原因,那么这两者在证明中就必须重合,并且前提不仅必须是推论的原因,还必须是所被显明之事物的原因。因为就作为“此处曾燃烧过火”这一结论的原因而言,残留的灰烬是其原因,但作为事物的原因却不再如此;因为灰烬并非火的原因,火反倒是灰烬的原因。因此,二者必须重合,并且产生推论的根据必须同时也是产生所推得之事实的根据。但是,既然一切原因都先于被产生者,且对被产生者而言最为固有,那么前提也必须先于结论且为结论所固有。而且,既然知晓是指我们断定事物不可能处于其他状态,因此真理性也必须附加给它们;因为如果它们包含虚假,就会导致知晓者断定不存在的事物必然存在,正如某些虚假的前提推导出了对角线与边是可通约的一样。此外,如果一切学习和教授都来自预先知晓的事物,那么在证明中也必须保持这一点。因此,由此缘故,前提也将比结论更可知,而且不仅是在理解它们意味着什么其中一种方式上更可知,也是在知晓它们确实存在这方面更可知;因为真理性正是在于这一点。那么,让我们列举一下我们额外规定属于证明前提的性质共有多少;它们就是这些:作为原因并且是固有的、真实的且更可知的。 因此,一切证明不仅来自在先者,而且来自原初者;因为如果所采纳的前提是通过其他事物被证明的,它们固然先于结论,但并非原初者;而如果它们不是通过其他事物证明,且完全不需要证明,而是自身就具有可信性且明白显赫,那么它们就已经是原初者了,古人将它们称为公理和无中介的前提,凡是置于学理三段论中的前提都必须还原到它们,并且必须从它们出发得到证明;因为正是由于这个缘故,人们也称它们为证明的原理。但是,如果前提是这样原初且这样在先,显而易见,它们所具有的在先性并不是就我们而言的,而是就本性而言的(因为对我们而言,感觉对象和个别事物是在先的,但对本性而言,普遍者和远离感觉的事物则是在先的),因为它们也将以就本性更可知的方式具有这种更可知性;因为证明乃是如此:它并不着眼于我们的认识和赞同,而是着眼于真理以及事物按本性如何存在,即使在我们看来并非如此。因为学理的三段论尤其在这一点上不同于其余的三段论:因为在其他三段论中,真理也会通过虚假前提被表明,正如在修辞学家那里常见的那样;在先者也会通过在后者被表明,正如通过符号进行的三段论那样;并且也会通过真实但非固有的前提被表明,正如假如有某个医生证明圆形的伤口更难治愈,理由是这种形状比其余形状容量更大一样;因为这是几何学家的证明,而不是医生的证明。因此,凡欲保持证明之精确性的前提,都必须留意所有这些条件。 因此,无中介的前提就是指在它之前没有其他更在先的前提、并且不可能被证明的前提。这样的前提既来自普遍者,也来自感觉对象;因为“这件粗陋短袍是白的”便是一个无中介的前提,然而这些并不是证明的原理,普遍的前提才更是原理;至于其原因,我们接下来将会获知。

语法注3 条
  1. 1.2ὅταν τήν τε αἰτίαν οἰώμεθα γινώσκειν δι’ ἣν τὸ πρᾶγμά ἐστιν, ὅτι ἐκείνου αἰτία ἐστί

    宾格名词短语 τήν τε αἰτίαν... 作为 γινώσκειν 的直接宾语先行出现(先取句法,prolepsis),而后随的 ὅτι 引导的从句(ὅτι ἐκείνου αἰτία ἐστί“认识到它即是该事物的原因”)则起解释性说明的作用,具体指明就该原因所知晓的内容。

  2. 1.2καὶ τὸ ποιητικὸν συναγωγῆς ποιητικὸν εἶναι τοῦ γενέσθαι τὸ συναχθέν

    由非人称形容词 ἀναγκαῖον[ἐστι]支配的“宾格加不定式”结构。其中主语为中性实体化形容词短语 τὸ ποιητικὸν συναγωγῆς(“产生推论者”),表语部分则由形容词 ποιητικόν 搭配属格不定式短语 τοῦ γενέσθαι τὸ συναχθέν(“产生所推得之事实者”)构成。

  3. 1.2ταῖς μελλούσαις προτάσεσι τὴν ἀκρίβειαν τῆς ἀποδείξεως διασώσειν

    依赖于动形容词 παρατηρητέον 的与格结构。短语 ταῖς μελλούσαις... 充当动作主体或关涉与格(“对于将要……的前提而言”),其中 μέλλω 搭配将来时不定式 διασώσειν 表达意图或将来的状态(“打算保持证明之精确性的前提”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:5.5-6.32