← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§59.7-59.33

通过分割法与解剖知识说明原因

为了给出原因(“为什么”)并解答问题,必须手头备有分割法与亚里士多德的解剖学资料,并通过将它们作为中项来论证属性因何属于特定物种。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.14

14. Πρὸς δὲ τὴν ἀπόδοσιν τοῦ διὰ τί καὶ τὸ δύνασθαι τοῖς τοῦτο ἐπιζητοῦσι προβλήμασι ῥᾳδίως ἀπαντᾶν καὶ ταύτας παρασκευαστέον τὰς διαιρέσεις καὶ τὰς ἀνατομὰς ἔχειν δεῖ προχείρους ὅσαι πεποίηνται Ἀριστοτέλει·1 αἱ γὰρ οἰκεῖαι καθ’ ἕκαστον γένος δώσουσιν ἀφορμὰς πρὸς τὴν ἀπόδοσιν τοῦ διὰ τί. τὰ γὰρ ὑπάρχοντα κοινὰ ἑκάστῳ γένει διὰ τούτων τεθεώρηνται, οἷον τῷ ζῴῳ· τὸ μὲν γὰρ ἔμψυχον καὶ αἰσθητικὸν ἐκ τῶν διαιρέσεων· διελόμενοι γὰρ τὴν οὐσίαν εἰς ἔμψυχον καὶ ἄψυχον τὸ ζῷον εὕρομεν ἐν τῷ ἐμψύχῳ, καὶ τὴν οὐσίαν τὴν ἔμψυχον εἰς τὴν αἰσθητικήν τε καὶ μὴ τὸ ζῷον εὕρομεν ἐν τῇ μοίρᾳ τῇ αἰσθητικῇ.2 τὸ δὲ ὅτι πᾶν ζῷον ἐξ ὑγροῦ τινος καὶ στερεοῦ διὰ τῶν ἀνατομῶν εἴληπται. πάλιν ἐπὶ τῶν προσεχῶν εἰδῶν τοῦ ζῴου, οἷον τοῦ ὄρνιθος ἢ τοῦ ἰχθύος, ταὐτὸ ποιητέον, τὰ κοινὰ καὶ παντὶ ὑπάρχοντα ἢ ὄρνιθι ἢ ἰχθύϊ τὰ μὲν ἐκ τῶν διαιρέσεων τοῦ ἀνωτέρω γένους λαμβάνοντας τὰ δὲ ἐκ τῶν ἀνατομῶν. εἰ γὰρ ταῦτα ἔχομεν πρόχειρα, ἐπὶ πολλῶν εὑρήσομεν τὸ διὰ τί· ὅσα γὰρ παντὶ τῷ γένει ὑπάρχει, διὰ τὸ γένος ὑπάρχει τοῖς εἴδεσι. διὰ τί σχιζόπτερον ὁ ἀλεκτρυών; διότι ὄρνεον. διὰ τί πνεύμονα οὐκ ἔχει ὁ γλάνις; διότι ἰχθύς. κἂν μὴ γένος δὲ ᾖ τὸ κοινὸν μηδ’ ὠνομασμένον ἑνὶ ὀνόματι, ἀλλὰ πάθος τι κοινὸν πλείοσιν ὑπάρχον ἐκ φύσεως, οἷον τὸ κερατοφόρον, σκοπεῖν καὶ τούτῳ δεῖ τὰ ἑπόμενα, οἷον τὸ ἐχῖνον ἔχειν, τὸ μὴ ἀμφώδοντα εἶναι (ταῦτα δ’ ἐκ τῆς ἀνατομῆς), καὶ πάλιν τίσιν ἕπεται τὸ κερατοφόρον, οἷον βουσίν, ἐλάφοις, προβάτοις· ἑκάστῳ γὰρ τούτων ὑπάρχει τὰ ἑπόμενα τῷ κερατοφόρῳ διὰ μέσον τοῦτο αὐτό. διὰ τί βοῦς ἐχῖνον ἔχει; ὅτι κερατοφόρον ἐστί. διὰ τί ἔλαφος μακρόβιον; ὅτι ἄχολον. ἀλλ’ ἐνταῦθά ἐστι μέσον ὃ ἐξ ἀνατομῆς εἴληπται, οὐ τὸ ἑπόμενον τῷ μέσῳ.3 συμβαίνει δὲ τοῖς μὲν κατὰ πάθος κοινοῖς τὰ ἑπόμενα ἐκ τῶν ἀνατομῶν ἐξευρίσκειν καὶ ἐκ τῶν διαιρέσεων. ἔστι δέ τινα κατὰ ἀναλογίαν κοινά, οἷον σηπεῖον καὶ ἄκανθα καὶ ὀστοῦν· καὶ αὐτὰ δ’ ἐκλεκτέον εἰς τὴν περὶ τὰ προβλήματα εὐπορίαν.

14. 为了说明“为什么”,以及能够轻而易举地回答探索此点的问题,必须准备好这些分割,并且必须手头备有亚里士多德所做的所有解剖;因为各个属所特有的那些将为说明“为什么”提供根据。因为对每一个属共同具有的属性,都是通过这些被考察的,例如对动物而言:因为有灵魂和具有感觉来自诸分割;因为把实体分割为有灵魂的和无灵魂的,我们发现动物在有灵魂之中,而[把有灵魂的实体分割为]具感觉的与不具感觉的,我们发现动物在具感觉的部分之中。但每一个动物都由某种湿润物和固体构成,则是通过诸解剖把握的。再次,在动物的近邻种上,例如鸟或鱼,必须做同样的事,把共同且属于一切鸟或一切鱼的属性,一部分取自更高层级的属的诸分割,一部分取自诸解剖。因为如果我们手头备有这些,我们将在许多情况下发现“为什么”;因为凡是属于整个属的,都是因该属而属于各物种。为什么雄鸡是裂翅的?因为它是鸟。为什么鲶鱼没有肺?因为它是鱼。即使那共同者不是一个属,也没有用单一名称命名,而是本性上属于多个事物的某种共同属性,例如具有角,也必须考察随之而来的事物,例如具有重瓣胃、并非两颚都有齿(这些来自解剖),反过来也要考察具有角随哪些事物而来,例如牛、鹿、羊;因为对这些事物中的每一者而言,随具有角而来的事物都借由这本身作为中项而属于它们。为什么牛具有重瓣胃?因为它是长角的。为什么鹿长寿?因为它是无胆的。但在这里,从解剖中把握到的本身就是中项,而不是随中项而来的事物。对于按属性而共同的事物,随之而来的事物是借由诸解剖和诸分割而被发现的。还有一些事物是依类比而共同的,例如墨鱼骨、鱼骨和骨;为了应对诸问题时的充裕准备,这些本身也应当被挑选出来。

语法注3 条
  1. 2.14Ἀριστοτέλει

    与完成时被动动词 πεποίηνται 连用的施事与格(dative of agent),意为“由亚里士多德所做的[解剖]”。

  2. 2.14καὶ τὴν οὐσίαν τὴν ἔμψυχον εἰς τὴν αἰσθητικήν τε καὶ μὴ τὸ ζῷον εὕρομεν ἐν τῇ μοίρᾳ τῇ αἰσθητικῇ

    省略结构,须从前句补入分词 διελόμενοι(“在分割之后”),以此支配 τὴν οὐσίαν τὴν ἔμψυχον εἰς...,即“[把有灵魂的实体分割为]具感觉的与不具感觉的,我们发现动物在具感觉的部分之中”。

  3. 2.14ἀλλ’ ἐνταῦθά ἐστι μέσον ὃ ἐξ ἀνατομῆς εἴληπται, οὐ τὸ ἑπόμενον τῷ μέσῳ

    关系从句 ὃ ἐξ ἀνατομῆς εἴληπται 作主语,μέσον 作表语,结构为:“从解剖中把握到的[即无胆]本身是中项,而不是随中项而来的事物[即长寿]”。这与前一个例子(长角为中项,由解剖获知的重瓣胃为随之而来的属性)形成结构上的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:59.7-59.33