← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§57.31-59.6

驳斯珀西波之说与分割定义的要求

忒弥斯修阐明了分割必须系统推进而不可跨越层级,驳斥了斯珀西波关于下定义必须知晓万物的说法,提出了通过分割法确立定义所需的三项要求,并强调了定义中的明晰性与避免隐喻,以此结束论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13#3

εἰς ταύτας τοίνυν διελόμενος πρῶτον τὸ ζῷον τὰς διαφορὰς λοιπὸν τοῦ πτηνοῦ ζῴου λάμβανε ὡς ἑνὸς γένους διαφοράς, τὸ ὁλόπτερον καὶ σχιζόπτερον. πρῶται τοίνυν τοῦ γένους διαφοραὶ εἰς ἅπαν ἐμπίπτουσι τὸ γένος, ζῴου μὲν εἰς ἅπαν ζῷον, ὄρνιθος δὲ εἰς ἅπαντα ὄρνιν, ἰχθύος δὲ εἰς ἅπαντα ἰχθύν. οὕτω γὰρ βαδίζοντί σοι κατὰ τὴν τοιαύτην ὁδόν τε καὶ τάξιν ἔστι γινώσκειν ὅτι μηδὲν παραλείπεις· ἄλλως δὲ ἀναγκαῖον καὶ παραλιπεῖν καὶ μὴ εἰδέναι. Σπεύσιππος δὲ οὐ καλῶς λέγει φάσκων ἀναγκαῖον εἶναι τὸν ὁριζόμενον πάντα εἰδέναι· δεῖ μὲν γάρ, φησί, γινώσκειν τὰς διαφορὰς αὐτοῦ πάσας, αἷς τῶν ἄλλων διενήνοχεν, ἀδύνατον δὲ εἰδέναι τὰς διαφορὰς τὰς πρὸς ἕκαστον μὴ εἰδότας αὐτὸ ἕκαστον.1 πρῶτον μὲν οὖν οὐκ ἀναγκαῖον πάσας εἰδέναι τὰς διαφοράς· μυρίαι γὰρ καὶ ἀπὸ συμβεβηκότων εἰσίν, αἷς ἀλλήλων πολλὰ διαφέροντα ὅμως ὑπὸ ταὐτὸν εἶδός ἐστιν, ὡς Σωκράτης Πλάτωνος καὶ Ξάνθος Καλλίου· αἱ τοιαῦται γὰρ οὐ ποιοῦσιν ἑτέραν οὐσίαν οὐδ’ ὁρισμόν. ἔπειτα τὸν διελόμενον τὸ γένος εἰς τὰς προσεχεῖς καὶ ἀντικειμένας διαφοράς, οἷον τὸ ζῷον εἰς τὸ λογικὸν καὶ τὸ ἄλογον, καὶ γινώσκοντα ὅτι ὁ ἄνθρωπος ἐξ ἀνάγκης ὑπὸ θάτερον καὶ λαβόντα τὸ λογικὸν οὐκέτι ἀναγκαῖον εἰδέναι καθ’ ὅσων τὸ ἄλογον λέγεται,2 ἡ ἑτέρα διαφορά· αὔταρκες γὰρ πρὸς τὸ λογικὸν γινώσκειν ὅτι μὴ ὑπ’ ἐκεῖνο ἦν ὁ ἄνθρωπος. καὶ πάλιν ὅταν τὸ λογικὸν ζῷον διέλῃ εἰς τὸ θνητὸν καὶ ἀθάνατον καὶ λάβῃ ὅτι θνητὸν ὁ ἄνθρωπος, οὐκ ἐξετάσει κατὰ πόσων τὸ ἀθάνατον. ὅταν δὲ οὕτω βαδίζων ἐφαρμόσῃ τὸν λόγον τῷ εἴδει καὶ μηκέτι προσδέηται διαφορᾶς, ἕξει τὸν λόγον τῆς οὐσίας. οὐδὲ γὰρ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι τὸ πάντως ἐμπίπτειν τὸ εἶδος εἰς τὴν ἑτέραν τῶν ἀντικειμένων διαφορῶν αἴτημά ἐστι μὴ συγχωρούμενον· εἰ γὰρ αἱ προσεχεῖς τοῦ γένους ληφθεῖεν καὶ οὕτως ἀντικείμεναι ὡς μηδεμίαν μεταξὺ εἶναι, ἀμήχανον μὴ πίπτειν ὑπὸ μίαν τούτων τὸ εἶδος. Πρὸς δὲ τὸ συντιθέναι τοὺς ὁρισμοὺς διὰ τῶν διαιρέσεων τριῶν δεῖ στοχάζεσθαι τούτων· πρώτου μὲν τοῦ λαβεῖν τὰ κατηγορούμενα ἐν τῷ τί ἐστι (ταῦτα δέ ἐστι τὸ γένος) καὶ συντιθέναι τὰς τούτων διαφοράς· ἀφορμὰς δ’ εἰλήφαμεν ἐκ τῶν Τοπικῶν ὥσπερ ὅτι συμβέβηκε τόδε τῷδε, οὕτως καὶ ὅτι γένος τόδε τοῦδε κατασκευάζειν καὶ ὅτι διαφορὰ οὐσιώδης. δεύτερον δὲ φροντιστέον τοῦ τάξαι τὰς διαφορὰς τὸν δέοντα τρόπον· τάξεις δὲ οὕτως, ἐὰν προτέραν τὴν μείζονα λαμβάνῃς. τὸ δὲ δὴ τρίτον μέχρι τούτου προάγειν τὴν διαίρεσιν ὡς τελευτᾶν εἰς ἄτομον εἶδος3 ἢ ὅλως ἐφαρμόζειν καὶ ἐξισάζειν τῷ ὁριστῷ, κἄπειτα οὕτω θαρροῦντα κατασκευάζειν ὅτι ὁρισμὸς ὁ τοιοῦτος λόγος, εἴπερ ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ ἐξισάζει. Ἀεὶ δέ ἐστι πᾶς ὅρος καθόλου, καθάπερ δὴ καὶ πᾶσα ἐπιστήμη καὶ πᾶσα τέχνη τῶν καθόλου· τὸ γὰρ ὑγιεινὸν ὁ ἰατρὸς οὐ τοῦδε οἶδε τοῦ ὀφθαλμοῦ ἀλλ’ ἁπλῶς τοῦ εἴδους καὶ ἁπλῶς τοῦ ὀφθαλμοῦ. ὥσπερ δὲ ἐπὶ τῶν ἀποδείξεων πρῶτον ἁπάντων ἀπαιτητέον τὸ συλλογιστικῶς προῆχθαι, οὕτως ἐπὶ τῶν ὁρισμῶν τὴν σαφήνειαν. ἀσαφείας δὲ πολλὰ μὲν καὶ ἄλλα αἴτια, μάλιστα δὲ αἱ μεταφοραί, ἃς φυλακτέον ἐν τοῖς ὁρισμοῖς διὰ τὸ ἕλκεσθαι ἐπὶ πλείω. περὶ μὲν οὖν ὁρισμοῦ, πῶς γίνεται δῆλος δι’ ἀποδείξεως, καὶ πῶς δεῖ θηρεύειν αὐτόν, ἀρκείτω τοσαῦτα.

因此,在首先把动物分割为这些种差之后,接下来请把有翼动物的种差作为一个属的种差来把握,即全翅类和裂翅类。因此,属的最初种差适用于整个属:动物的种差适用于每一种动物,鸟类的种差适用于每一只鸟,鱼类的种差适用于每一条鱼。因为对于按照这样的路径和次序前行的你来说,就有可能知道你没有遗漏任何东西;若非如此,就必然既会遗漏又不知晓[有所遗漏]。但斯珀西波说得并不恰当,他断言下定义者必然要知道一切;他说,因为必须知晓它借以区别于其他事物的所有种差,而如果不了解各个事物本身,就不可能知道针对各个事物的种差。首先,知晓所有的种差并非必然;因为还有无数源于偶性的种差,许多事物借此彼此相异,却依然属于同一个种,正如苏格拉底之于柏拉图、克桑托斯之于卡利亚斯;因为此类种差并不构成另一种实体或定义。其次,对于将属分割为近邻且对立的种差(例如将动物分割为有理性的和无理性的),并知晓人必然属于二者之一且取得了“有理性的”的人来说,便不再必须知晓那另一个种差即“无理性的”是针对多少事物而言的;因为就“有理性的”而言,只要知晓人不在那一项之下就足够了。再次,当他将有理性的动物分割为可死的和不死的,并取得人是可死的时候,他也不会去考察“不死的”是针对多少事物[而言的]。而当他这样前行,使表述适合于该种且不再需要任何追加的种差时,他就将获得实体的表述(定义)。因为也不能说,种必然落入对立种差中的某一方是不可容许的假定;因为如果选取了属的近邻种差,且其对立达到彼此之间毫无中间项的程度,那么该种不可能不落入这些种差之一中。为了通过分割法来合成定义,必须瞄准以下三点:第一,把握在“是什么”中被述说的事物(这些就是属),并合成它们的种差——我们已经从《论题篇》中获得了论据,不仅用于确立此物是彼物的偶性,同样也用于确立此物是彼物的属,以及[此物]是本质的种差。第二,必须考虑以应有的方式排列种差的次序;如果你首先把握较大的种差,你就会这样排列次序。第三,将分割推进到这种程度,直至终结于不可分割的种,或者一般而言与被定义项相吻合且外延相等,然后如此满怀信心地确立这样的表述就是定义,只要它确实在“是什么”中被述说且外延相等。每一个定义始终都是关于普遍者的,正如一切科学和一切技艺都是关于普遍者的一样;因为医生所知道的并不是这只眼睛的健康,而是单纯地知道该种的健康,单纯地知道眼睛的[健康]。正如在诸证明中首先最应当要求的乃是按三段论推进,在诸定义中同样应当要求明晰性。不明晰的原因虽还有其他许多,但最主要的还是隐喻,在定义中必须防范隐喻,因为它会被牵引到多种事物上。关于定义,它是如何通过证明变得清晰的,以及应当如何搜寻它,就说这么多吧。

语法注3 条
  1. 2.13ἀδύνατον δὲ εἰδέναι τὰς διαφορὰς τὰς πρὸς ἕκαστον μὴ εἰδότας αὐτὸ ἕκαστον

    宾格分词 μὴ εἰδότας 与由无人称句 ἀδύνατον [ἐστί] 所统辖的不定词 εἰδέναι 的逻辑主语(表示泛指人们的不定宾格复数)保持一致。该分词在此作状语,具有条件含义:“若不知晓各个事物本身”。

  2. 2.13ἔπειτα τὸν διελόμενον τὸ γένος εἰς τὰς προσεχεῖς καὶ ἀντικειμένας διαφοράς... οὐκέτι ἀναγκαῖον εἰδέναι καθ’ ὅσων τὸ ἄλογον λέγεται

    此处为一个长句结构。一系列宾格分词短语 τὸν διελόμενον... καὶ γινώσκοντα... καὶ λαβόντα 充当由无人称结构 οὐκέτι ἀναγκαῖον [ἐστί] 统辖的不定词 εἰδέναι 的逻辑主语(宾格主语)。其骨干结构为:“对于将属分割为……并知晓……且取得了……的人而言,不再必须知晓……”。

  3. 2.13τὸ δὲ δὴ τρίτον μέχρι τούτου προάγειν τὴν διαίρεσιν ὡς τελευτᾶν εἰς ἄτομον εἶδος

    τὸ δὲ δὴ τρίτον 作状语性宾格(或承接前文 τριῶν δεῖ στοχάζεσθαι 的主题宾格),后接的不定词 προάγειν 与 κατασκευάζειν 继续受表示义务的 δεῖ 支配。ὡς+不定词(ὡς τελευτᾶν)引导结果/程度从句,意为“直至终结于……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:57.31-59.6