- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:56.21-57.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
泰米斯提乌以豁达(荷马史诗英雄与哲学家之间的同名异义性)为例,说明了如何从不可分割的种推导属的定义,论证了由种进行合成定义更为容易,同时指出按照种差分割属对于保持顺序和完整性依然不可或缺。
ἀρχαὶ οὖν εἰσι τῶν ὁρισμῶν οἱ τῶν ἁπλῶν εἰδῶν ὁρισμοί. ἁπλᾶ δὲ λέγω τὰ ἄτομα· τὸ γὰρ ἁπλοῦν ἀρχὴ πανταχοῦ. ἐν ὅσοις μὲν οὖν ταὐτὸν καὶ κοινὸν ὑπάρχει τῶν ἀτόμων εἰδῶν ὁρισμοῖς, τοῦτον θηρεύεται τὸν τρόπον ὁ τοῦ γένους λόγος. ἐν ὅσοις δὲ μηδὲν κοινὸν μηδὲ ταὐτόν, οὐδ’ ἂν ὑφ’ ἓν γένος εἴη ταῦτα τὰ ἄτομα εἴδη. οἷον ζητῶ τί ἐστι μεγαλοψυχία· λαμβάνω δὴ πρῶτον τὰ αἰσθητὰ ταύτης τῆς φύσεως, τοὺς καθ’ ἕκαστον μεγαλοψύχους, τὸν Ἀλκιβιάδην, τὸν Αἴαντα, τὸν Ἀχιλλέα. τί δὴ πάντες οὗτοι κοινὸν καὶ ὅμοιον ἔσχον; τὸ μὴ ἀνέχεσθαι ὑβριζόμενοι· ὁ μὲν γὰρ ἐπολέμησεν, ὁ δὲ ἐμήνισεν, ὁ δὲ ἀπέκτεινεν ἑαυτόν. ἀλλὰ καὶ Διογένης μεγαλόψυχος καὶ Σωκράτης. ἆρ’ οὖν καὶ οὗτοι διὰ τὸ μὴ ἀνέχεσθαι ὑβριζόμενοι; οὐδαμῶς, ἀλλ’ ὅτι κατεφρόνουν τῶν ἐκ τῆς τύχης. ἄλλος οὖν λόγος ἐξ ἐκείνων τῶν ἀνδρῶν εὑρίσκεται μεγαλοψυχίας, καὶ ἄλλος ἐκ τούτων ἔξεισιν· ἐξ ἐκείνων μὲν τὸ χαλεπῶς ἔχειν πρὸς ἀτιμίαν, ἐκ τούτων δὲ τὸ καταφρονητικῶς ἔχειν τῆς τύχης. οὗτοι μὲν οὖν τῶν ἀτόμων εἰδῶν εἶεν ἂν ὁρισμοί. πῶς δ’ ἂν ἐκ τούτων ὁ τοῦ γένους ἡμῖν θηρευθείη; ζητῶ δὴ τί κοινὸν ἐν τῷ χαλεπῶς ἔχειν πρὸς ἀτιμίαν καὶ ἐν τῷ καταφρονητικῶς ἔχειν τῆς τύχης· ἔστι δὲ οὐδέν· οὐδ’ ἄρα γένος ἡ μεγαλοψυχία, ἀλλ’ εἴδη δύο κεχωρισμένα, ὀνόματος ἑνὸς κοινωνοῦντα μόνον, καθάπερ καὶ τὰ ἄλλα ὁμώνυμα. ἐκ δὴ τῶν εἰρημένων δῆλόν ἐστιν ὅτι πολλῷ ῥᾷόν ἐστι τὸ ἄτομον εἶδος ὁρίσασθαι ἢ τὸ γένος· τὰ γὰρ ὑπάρχοντα κοινὰ τοῖς καθ’ ἕκαστον γνωριμώτερά ἐστιν ἢ τὰ τοῖς εἴδεσι· συντίθεται δὲ ἐκ μὲν τῶν καθ’ ἕκαστον ὁ τοῦ εἴδους ὁρισμός, ἐκ δὲ τῶν εἰδῶν ὁ τοῦ γένους. ἧττον δ’ ἂν καὶ ὁμωνυμία διαλάθοι κατὰ τὸ εἶδος ἢ τὸ γένος ἐνοῦσα, ὅτι τὸ μὲν εἶδος αἰσθητῶς λέγεται, ταῦτα δὲ λέγειν ἔστιν εἴτε ὁμώνυμα εἴτε μή,1 οἷον τὸν γεγραμμένον ἄνθρωπον καὶ τὸν ἔμψυχον, ἡ δὲ ἐν τοῖς γένεσιν ὁμωνυμία κατὰ τὴν ἀναφορὰν τὴν ἐπὶ τὰ εἴδη γνωρίζεται· ζῷον γὰρ ὁμωνύμως τὸ γεγραμμένον, ὅτι καὶ ἄνθρωπος ὁμωνύμως ὁ γεγραμμένος. εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, ῥᾷόν ἐστιν, ὡς ἔοικεν, ἀπὸ τῶν εἰδῶν συντιθέντας ἐξευρίσκειν τοὺς ὁρισμοὺς ἢ ἀπὸ τῶν γενῶν διαιροῦντας. ἀλλ’ ὅμως πρὸς τὸ λαμβάνειν τὰ καθόλου καὶ καθ’ αὑτὰ κατηγορούμενα ἡ κατὰ τὰς διαφορὰς διαίρεσις τῶν γενῶν χρήσιμος, ἐπειδὴ καὶ τάξει τινὶ χρῆται πρὸς τὴν ἔκλεξιν τῶν καθ’ αὑτὰ ὑπαρχόντων· ἀεὶ γὰρ συντιθεῖσα τῷ διαιρεθέντι γένει τὴν διαφορὰν τὸ ὅλον γένος ποιεῖ, καὶ πάλιν ἐκεῖνο διαιροῦσα πρόεισιν, ἕως ἂν ποιήσῃ τὸν ὁρισμὸν ἐκ δύο συμπληρούμενον, τοῦ γένους καὶ τῆς τελευταίας διαφορᾶς. γένους δὲ εἶπον, ὅτι πᾶσαι αἱ πρὸ τῆς τελευταίας διαφοραὶ μετὰ τοῦ γένους συντιθέμεναι ἓν γένος ἐποίουν τὸ ὅλον, ἑνὶ μὲν οὐ πάντως ὠνομασμένον ὀνόματι δύναμιν δὲ ἑνὸς ἔχον γένους· ἐπὶ πλέον τε γὰρ καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται. ὁ δὲ τοιοῦτος τρόπος θαυμαστῶς πάνυ συμβάλλεται πρὸς τὴν τάξιν καὶ 〈τὸ〉 μηδὲν παραλιμπάνειν τῶν ἐν τῷ τί ἐστιν ὑπαρχόντων· ἀνάγκη γὰρ ἀεὶ τὰς μείζους διαφορὰς προτέρας τιθέναι καὶ μὴ ὑπερβαίνειν, ἐπεὶ μὴ τοῦτον τὸν τρόπον ποιούμενοι τὴν διαίρεσιν διέλοιμεν ἂν πολλάκις2 τὸ γένος οὐκ εἰς τὰς τοῦ γένους διαφοράς, οἷον τὸ ζῷον εἰς ὁλόπτερον καὶ σχιζόπτερον· οὐ γάρ εἰσιν αὗται τοῦ ζῴου διαφοραί, ἀλλὰ τοῦ πτηνοῦ ζῴου· τοῦ δὲ ζῴου τὸ πτηνόν, τὸ πεζόν, τὸ ἔνυδρον.
因此,简单种的定义是诸定义的本原。我所说的简单是指不可分割的种;因为简单者在任何地方都是本原。那么,在不可分割之种的诸定义中具有同一且共有属性的地方,属的定义就是以此方式被搜寻的。但在没有任何共有或同一属性的地方,这些不可分割的种甚至不可能属于同一个属。例如,我探求什么是豁达。首先我取得这一本性的可感觉事例,即各个豁达的个人:阿尔基比亚德、埃阿斯、阿喀琉斯。那么,所有这些人所具有的共有且相似之处是什么呢?就是在遭受侮辱时无法忍受;因为一人发动战争,一人大发雷霆,而另一人自杀身亡。但第欧根尼和苏格拉底也是豁达的。难道他们也是由于在遭受侮辱时无法忍受吗?绝非如此,而是因为他们轻视命运所带来的事物。因此,从前一部分人中发现了一种关于豁达的表述,而从后一部分人中得出了另一种表述:从前者得出的是难以忍受耻辱,从后者得出的是轻视命运。那么,这些就该是不可分割之种的诸定义。但我们如何能从这些之中搜寻出属的定义呢?于是我探求,在难以忍受耻辱与轻视命运之中有什么共有之处;然而什么都没有。因此,豁达并不是一个属,而是两个分离的种,仅仅共享一个名称,正如其他同名异义者一样。从所说的话中显然可见,定义不可分割的种远比定义属容易得多;因为各个个体所共有的属性比各种所共有的属性更容易被认识;而且种的定义由诸个体构成,而属的定义由诸种构成。此外,存在于种中的同名异义性也比存在于属中的更不易被忽略,因为种是以感觉的方式被述说的,关于这些[个别事例]可以说它们是同名异义的还是不是,例如画出的人和有灵魂的人,而在诸属中的同名异义性则是通过与诸种的联系而被认识的;因为画出的动物被同名异义地称为动物,乃是因为画出的人也被同名异义地称为人。如果我们所说的这些是真实的,那么看来,从诸种进行合成来发现定义,要比从诸属进行分割更容易。但尽管如此,按照种差对诸属进行分割对于把握那些普遍地且就自身被述说的项仍是有用的,因为它在选拔就自身所属的属性时也采用了一定的次序。因为它总是将种差与被分割的属相结合,使整体成为一个属,并再次将其分割而向前推进,直到它产生一个由两部分充实而成的定义:属和最后的种差。我之所以说“属”,是因为在最后的种差之前的所有种差与属相结合,都使整体成为了一个属,尽管它未必被单一名称所称呼,却具有单一属的效力;因为它既更宽泛,又在“是什么”中被述说。而这样一种方式对于次序以及不遗漏属于“是什么”的任何内容,有着极佳的贡献。因为必须始终将较大的种差置于前,而不可跨越;因为如果不以此方式进行分割,我们往往就会将属分割为不属于该属的种差,例如把动物分割为全翅类和裂翅类;因为这些并不是动物的种差,而是有翼动物的种差;而动物的种差是有翼的、陆生的和水生的。
- 2.13ταῦτα δὲ λέγειν ἔστιν εἴτε ὁμώνυμα εἴτε μή
ταῦτα 作为无人称结构 λέγειν ἔστιν(“可以说[关于它们]”)的宾语,指代前文中“以感觉方式述说的种”之下的个别具体事例。此处形成了对比:对于个别的可感觉对象,可以直接断定它们是否为同名异义;而对于诸属,同名异义性只能通过与诸种的联系被间接认识。
- 2.13ἐπεὶ μὴ τοῦτον τὸν τρόπον ποιούμενοι τὴν διαίρεσιν διέλοιμεν ἂν πολλάκις
连词 ἐπεί 带有假定/反实涵义(“否则的话”),引出 ἄν 与祈愿气(διέλοιμεν ἄν)。分词短语 μὴ ... ποιούμενοι 充当条件分词(“如果不以此方式进行分割”),指出了将属分割为不恰当的种差这一谬误后果,从而确立了按次序进行分割的必然性。
