← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§55.4-56.21

通过筛选本质属性发现与构成定义的方法

忒弥斯修解释说,由于定义无法被论证,必须采用发现的方法:对于不可分割的种,需从属于其本质的属性中进行筛选,直至组合恰好唯独属于该事物;对于分割为种的属,则需提取其各不可分割之种的定义中的共有成分,并将其与上位范畴相结合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13#1

13. Ἐπεὶ γὰρ τὸν ὁρισμὸν οὐχ οἷόν τε ἀποδεικνύναι, εἰ καὶ δῆλος γίνεται δι’ ἀποδείξεως, ἀνάγκη μέθοδον εὑρεῖν δι’ ἧς δυνησόμεθα εὑρίσκειν τε καὶ θηρεύειν τοὺς ὁρισμούς. τῶν δὴ ἐν τῷ τί ἐστιν ὑπαρχόντων καὶ ἐπὶ πλέον τὰ μὲν οὕτως ἐπὶ πλέον ὑπάρχει ὥστε καὶ ἐπεκτείνειν ἔξω τοῦ γένους καὶ τῆς ὑποκειμένης φύσεως, τὰ δὲ οὕτως ὥστε ἵστασθαι μέχρι τοῦ γένους. οἷον τῇ τριάδι ὑπάρχει μὲν [ἀριθμὸς καὶ] τὸ ὄν, ὑπάρχει δὲ καὶ τὸ περιττόν, ἀλλὰ τὸ μὲν ὑπερτείνει τὸν ἀριθμὸν καὶ τὴν φύσιν ἐξ ἧς ἡ τριάς· ὑπάρχει γὰρ καὶ ἄλλοις ἃ μή εἰσιν ἀριθμοί· τὸ δὲ μέχρι τῆς φύσεως ἵσταται ταύτης· ὑπάρχει μὲν γὰρ καὶ τῇ πεντάδι καὶ τῇ ἑβδομάδι καὶ ἐννεάδι καὶ τοῖς ἄλλοις, ἀλλ’ οὐκ ἔξεισί γε τὸν ἀριθμόν. ἐκλεκτέον δὴ τὰ τοιαῦτα τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων μέχρι τοσούτου ποιουμένους ἔκλεξιν, ἕως ἂν τοσαῦτα λάβωμεν πρῶτον, ὧν ἕκαστον μὲν ἐπὶ πλέον1 ὑπάρχει, ἅπαντα δὲ μὴ ἐπὶ πλέον. οἷον τῇ τριάδι ὑπάρχει μὲν ἀριθμός, ὑπάρχει δὲ τὸ περιττόν, ὑπάρχει δὲ τὸ πρῶτον ἀμφοτέρως, καὶ ὡς μὴ μετρεῖσθαι ἀριθμῷ καὶ ὡς μὴ συγκεῖσθαι ἐξ ἀριθμῶν· τοῦτο τοίνυν ἐστὶν ἡ τριάς, ἀριθμὸς περιττὸς πρῶτος καὶ ὡδὶ πρῶτος· τούτων δὲ ἕκαστον τὸ μὲν καὶ τοῖς περιττοῖς ὑπάρχει πᾶσι, τὸ δὲ καὶ τῇ δυάδι, πάντα δὲ οὐδενὶ πλὴν τῆς τριάδος. ὅτι δὲ ὁρισμὸς οὗτος ὁ λόγος τῆς τριάδος, δῆλόν ἐστιν ἐκ τῶνδε. κείσθω γὰρ ἡμῖν τὸν ὁρισμὸν ἐξ ἀνάγκης τε δεῖν ὑπάρχειν καὶ μόνῳ ἐκείνῳ τῷ πράγματι, οὗ βούλεται εἶναι ὁρισμός. ὅτι μὲν οὖν ἐξ ἀνάγκης ὑπάρχει, φανερόν· πάντα γὰρ ἐν τῷ τί ἐστι κατηγορεῖται· τὰ δὲ οὕτω κατηγορούμενα καθόλου τε καὶ ἀναγκαῖα. ὅτι δὲ καὶ μόνῳ, δεικτέον· εἰ γὰρ μὴ μόνῳ, δῆλον ὅτι ὡς γένος καὶ ἐπὶ πλέον. τίνι οὖν ἄλλῳ ὃ μὴ τριάς ἐστι; πᾶς οὖν ὁ τοιοῦτος λόγος ὁρισμός ἐστι καὶ τὸ τί ἦν εἶναι σημαίνει. οὕτω καὶ τὸν ἄνθρωπον ἐκλέξαντες ὁριούμεθα τὸ ζῷον καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν ἢ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν. ἐπὶ μὲν οὖν τῶν ἀτόμων εἰδῶν τοῦτον τὸν τρόπον ποιητέον. Ἐπὶ δὲ τῶν γενῶν τῶν εἰς εἴδη διαιρουμένων τοιᾷδε χρηστέον μεθόδῳ. δεῖ λαβεῖν πρῶτον μὲν ἐκείνου τοῦ γένους τὰ ἄτομα εἴδη, οἷον ἀριθμοῦ δυάδα, τριάδα (ταῦτα γὰρ ἄτομα εἴδη εἴη ἄν ἤ τινα ἄλλα τοιαῦτα), καὶ γραμμῆς τὴν εὐθεῖαν καὶ περιφερῆ καὶ κεκλασμένην, καὶ γωνίας τὴν ὀξεῖαν καὶ ἀμβλεῖαν καὶ ὀρθήν. εἶτ’ ἐπειδὴ ἄτομα ταῦτά ἐστιν εἴδη, ληπτέον αὐτῶν τοὺς ὁρισμοὺς κατὰ τὴν ὑφηγημένην μέθοδον, καὶ ὅσα κοινὰ ἐν τοῖς ἁπάντων ὁρισμοῖς ἔνεστιν, ἐκλεκτέον. οἷον τί εὐθεῖα γραμμή; μῆκος ἀπλατὲς οὗ τὰ μέσα ἐπιπροσθεῖ τοῖς ἄκροις. τί περιφερὴς γραμμή; μῆκος ἀπλατὲς πρὸς ὅπερ ἀφ’ ἑνὸς σημείου πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι ἴσαι εἰσί. τί κεκλασμένη γραμμή; μῆκος ἀπλατὲς τοιόνδε. ἐν δὴ πᾶσι τούτοις τοῖς ὁρισμοῖς τὸ μῆκος ἀπλατὲς κοινὸν ἐνυπάρχει· τοῦτο οὖν ἔχοντας ἀνατρέχειν αὖθις ἐπὶ τὴν γραμμὴν καὶ σκοπεῖν2 ἐν ποίᾳ κατηγορίᾳ, καὶ ἐπειδὴ ἐν ποσῷ, τούτῳ συνθετέον τῷ γένει ὅσα κοινὰ εὕρομεν ἐν τοῖς τῶν ἀτόμων εἰδῶν ὁρισμοῖς. καὶ ἔσται γραμμῆς ὁρισμὸς ποσὸν μῆκος ἀπλατές· ἔσται γὰρ ἴδια τοῦ γένους ὅσα κοινά ἐστιν ἐν τοῖς ὁρισμοῖς τῶν ὑπ’ αὐτὸ ἀτόμων εἰδῶν· οὕτω γὰρ λαμβάνεται τὰ κοινὰ ὡς μὴ ὑπερπίπτειν τὸ γένος· διότι δὲ οὐχ ὑπερβαίνει τὸ γένος, μόνῳ τῷ γένει ὑπάρχει· τὸ γὰρ γένος ἐκ τῶν εἰδῶν σύγκειται, καὶ ὥσπερ ἐστὶ τὰ γένη διὰ τὰ εἴδη, οὕτω καὶ ὅσα ὑπάρχει αὐτῷ, διὰ τὰ εἴδη ὑπάρχει.

13. 因为既然不可能对定义进行论证,即使定义通过论证而变得明确,我们也必须找到一种方法,通过它我们能够发现并搜寻定义。在属于“是什么”且更为宽泛的属性中,有些如此宽泛,以至于扩展到了属和底层本性之外,而另一些则宽泛到止步于属。例如,对于三而言,存在着[数和]“存在”,也存在着“奇数”,但前者超出了数以及三所出自的本性;因为[存在]也属于其他不是数的事物;而后者则止步于这一本性;因为[奇数]确实也属于五、七、九以及其他数,但并未超出数。因此,应当从那些在“是什么”中被述说的属性中进行选择,进行这种选择直到我们首次取得这样多的属性:其中每一个都更为宽泛,但全部加在一起则不再更为宽泛。例如,对于三而言,属于它的有数,有奇数,有在两种意义上的素(第一),即既不被数度量,也不由数构成;那么这就是三:素的且在这一特定意义上是素的奇数;而在这些属性中,每一项,有的也属于所有的奇数,有的也属于二,但全部加在一起则不属于除三以外的任何事物。这一表述是三的定义,从以下各点即可明白。让我们假定,定义必须出于必然性而属于,并且仅属于它试图为其定义的那个事物。它出于必然性而属于,这显然是明白的;因为所有这些项都是在“是什么”中被述说的;而如此被述说的项既是普遍的也是必然的。但还必须表明它仅属于该事物;因为如果不是仅属于它,显然就是作为属且更为宽泛地属于。那么,它究竟属于其他哪一个不是三的事物呢?因此,每一个这样的表述都是定义,并表示本是其所是。同样地,通过挑选[属性],我们将把人定义为动物、理性的、有死的,或者动物、陆生的、两足的。那么,对于不可分割的种,必须以这种方式进行。 而对于分割为种的属,则必须使用如下的方法。首先必须取得那个属的不可分割的种,例如对于数而言,是二和三(因为这些会是不可分割的种,或者其他某些类似的事物);对于线而言,是直线、圆弧线和折线;对于角而言,是锐角、钝角和直角。其次,既然这些是不可分割的种,就必须按照所指示的方法取得它们的定义,并选出在所有这些定义中所共有的内容。例如,什么是直线?是其中部遮蔽两端的无宽度之长。什么是圆弧线?是从一个点向其所落下的所有直线皆相等的无宽度之长。什么是折线?是具有如此性质的无宽度之长。在所有这些定义中,“无宽度之长”共同内在其中;因此掌握了这一点之后,我们必须再次回溯到线,并考察它属于哪一个范畴;既然属于量,就必须把我们在诸不可分割的种的定义中所发现的共有内容与这一属结合起来。线的定义就将是:作为量的无宽度之长。因为在它之下的不可分割之种的诸定义中凡是共有的东西,都将是该属所固有的;因为共有项是按照不超出该属的方式被获取的;而由于它不超出该属,它就仅属于该属;因为属是由种构成的,正如诸属由于诸种而存在,同样,属于它的一切也都是由于诸种而属于它。

语法注2 条
  1. 2.13ἕως ἂν τοσαῦτα λάβωμεν πρῶτον, ὧν ἕκαστον μὲν ἐπὶ πλέον ὑπάρχει, ἅπαντα δὲ μὴ ἐπὶ πλέον

    副词 πρῶτον 与 ἕως ἂν 从句连用,表示次序上的门槛(“直到初次取得这样多数目时”)。关系代词 ὧν 是以 τοσαῦτα 为先行词的部分属格,分别修饰其后的 ἕκαστον 与 ἅπαντα。

  2. 2.13τοῦτο οὖν ἔχοντας ἀνατρέχειν αὖθις ἐπὶ τὴν γραμμὴν καὶ σκοπεῖν

    分词 ἔχοντας 与不定式 ἀνατρέχειν、σκοπεῖν 既可视为受前文省略的非人称动词(如 δεῖ)所支配的带宾格主语的不定式结构,亦可视为具有命令意义的不定式。此处按承接前文要求(“必须……”)来理解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:55.4-56.21