← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§53.20-55.3

原因与结果的时间关系及圆环论证

忒弥斯提乌斯论述了形式因与结果在时间上共存且可互换,而在先的动因则仅能从结果向原因进行必然推导。他进一步考察了生成的非连续性与直接项的终点,以及自然界中的圆环式生成与圆环论证的成立条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12

12. Ταῦτα μὲν οὖν ἴσως πλείω τῶν ἱκανῶν ὡς πρὸς τὴν παροῦσαν ὑπόθεσιν. ἀεὶ δὲ ἡ κατ’ εἶδος καὶ τὸ τί ἦν εἶναι αἰτία συντρέχει κατὰ τὸν χρόνον τοῖς πρὸς αὑτῆς ἢ οὖσιν ἢ γινομένοις,1 ἣν ἔφαμεν ἐπὶ πολλῶν καὶ μέσον ὅρον λαμβάνεσθαι τοῦ συλλογισμοῦ, καὶ ἔστι τὸ τοιοῦτον αἴτιον τοῖς μὲν οὖσιν ὄν, τοῖς δὲ γινομένοις γινόμενον, τοῖς δὲ γεγενημένοις γεγενημένον, καὶ τοῖς ἐσομένοις ἐσόμενον. οἷον διὰ τί γέγονεν ἔκλειψις; ὅτι γέγονεν ἐν μέσῳ ἡ γῆ· καὶ γενήσεται, διότι ἐν μέσῳ γενήσεται· καὶ ἔστι, διότι ἐστί. ταύτῃ τοι καὶ ἀντιστρέφει πρὸς ἄλληλα τὸ οὕτως αἴτιον καὶ τὸ αἰτιατόν. ἐπὶ δὲ τῶν μὴ ἅμα ἀλλὰ τῶν προλαμβανόντων κατὰ χρόνον (τοιαῦτα δὲ πολλὰ τῶν ποιητικῶν, ὡς τὸ εἰς Σάρδεις ἐμβαλεῖν τοῦ πολεμῆσαι πρὸς Μήδους, καὶ τὸ προαρπάσαι Ἑλένην τοῦ Ἴλιον καταστραφῆναι), ἐπὶ τούτων οὐ σώζεται ἡ ἀντιστροφή, οὐδὲ τὴν αὐτὴν ἀνάγκην λαμβάνει κάτωθεν καὶ ἄνωθεν ἀρχομένοις,2 ἀλλ’ ἀρχομένων μὲν ἀπὸ τῶν αἰτίων οὐδεμίαν ἀνάγκην ἔχει τὰ συμπεράσματα, ἀρχομένων δὲ ἀπὸ τῶν αἰτιατῶν τὴν ἀνάγκην ἔχουσιν οἱ συλλογισμοί. εἰ μὲν γὰρ οἰκία, δεῖ τοίχους προυπάρξαι· εἰ δὲ τοίχους, δεῖ θεμέλια· εἰ μέντοι θεμέλια, οὐ πάντως τοίχους· εἰ δὲ καὶ τοίχους, οὐ πάντως οἰκίαν. ὃ θαυμάσειεν ἄν τις·3 εἰ γὰρ μὴ πάντως αἴτιον τὸ πρότερον γινόμενον τοῦ μετ’ αὐτὸ γινομένου, τί αἴτιον τοῦ συνείρειν τὴν γένεσιν καὶ τοῦ γίνεσθαι αἴτιον ἀεὶ μετὰ τὸ πρῶτον γενόμενον καὶ μὴ διαλείπειν; ἢ ὁ χρόνος συνεχὴς ὢν φαντασίαν ποιεῖ τοῦ συνεχῆ εἶναι τὰ γινόμενα τοῖς γεγονόσιν· ἡ γὰρ γένεσις ἐν χρόνῳ, ἐπεὶ τὸ γεγενῆσθαι πέρας ἐστὶ τῆς προλαβούσης γενέσεως καὶ οἷον σημεῖον γραμμῆς. ὥσπερ δὲ ληφθέντος σημείου διῄρηται γραμμὴ καὶ οὐκ ἔστι συνεχὴς ἡ ἐφεξῆς τῇ προτέρᾳ, 〈οὕτω τὸ γεγενῆσθαι διαιρεῖ τὰς γενέσεις καὶ οὐκ ἔστι συνεχὴς ἡ ἐφεξῆς τῇ προτέρᾳ〉· ἐν πέρατι γὰρ χρόνου τὸ γεγονέναι. ἀλλ’ οὔτε οἰκεῖα ταῦτα τῆς πραγματείας τῆς προκειμένης, ἀκριβέστερόν τε περὶ αὐτῶν ἐν τοῖς περὶ κινήσεως εἴρηται. Ἐκεῖνο δ’ οὖν φανερόν, ὅτι ἐν τοῖς ἐπὶ τὸ πολὺ λεγομένοις ἀπὸ τῶν αἰτιατῶν ἐπὶ τὰ αἴτια καὶ ἀπὸ τῶν ὑστέρων ἐπὶ τὰ πρότερα ἡ ἄνοδός ἐστιν ἀναγκαία. εἰ μὲν γὰρ συνεχὴς ἡ γένεσις ἦν, πάντως ἂν παρενέπιπτεν ἀεὶ τοῦ ὕστερόν τε καὶ αἰτιατοῦ καὶ τοῦ πρότερόν τε καὶ αἰτίου μέσον τε καὶ αἴτιον ἄλλο· ἐπειδὴ δὲ οὐ συνεχής, ἵσταται εἰς ἄμεσα ἡ λῆψις τῶν ὅρων· εἰ γὰρ οἰκία, τοῖχοι· εἰ δὲ τοῖχοι, θεμέλια· εἰ δὲ θεμέλια, λίθοι καὶ πηλός· μεταξὺ δὲ τῶν ὅρων τούτων οὐδέν. Ἐπεὶ δὲ ὁρῶμεν ἐν τοῖς γινομένοις κύκλῳ τινὰ γένεσιν οὖσαν, ἐπὶ τῶν τοιούτων καὶ ἡ κύκλῳ δεῖξις χώραν ἔχει· πάντα γὰρ ἀλλήλοις ἀντιστρέφει καὶ γίνεται αἴτιά τε καὶ αἰτιατά, ἥ τε ἀκολουθία παραπλήσιος κάτωθέν τε καὶ ἄνωθεν ἀρχομένοις, οἷον ἐπὶ παραδείγματος· βεβρεγμένης τῆς γῆς ἀνάγκη ἀτμίδα γενέσθαι, τούτου δὲ γενομένου νέφος· τούτου δὲ γενομένου ἀνάγκη βεβρέχθαι τὴν γῆν· τοῦτο δ’ ἦν τὸ ἐξ ἀρχῆς, ὥστε κύκλῳ περιελήλυθεν· ἑνὸς γὰρ ὁτουοῦν ὄντος ἕτερον ἔστι, κἀκείνου ἄλλο, καὶ τούτου τὸ πρῶτον. μάλιστα δ’ ἐπὶ τῶν ἀιδίων τε καὶ ἀναγκαίως γινομένων τὸ τοιοῦτόν ἐστιν· ἐπ’ ἐκείνων γὰρ ἡ κύκλῳ δεῖξίς ἐστιν ἀναγκαία ἐφ’ ὧν καὶ ἡ κίνησις κύκλῳ τε καὶ ἀναγκαία. ἐπὶ δὲ τῶν ὡς ἐπὶ τὸ πολὺ γινομένων ἐπ’ εὐθείας οἱ συλλογισμοὶ καὶ οὐ πανταχόθεν, ὡς εἴρηται, ἀλλὰ ἀπὸ τῶν ὑστέρων ἀρχομένοις, ἐφ’ ὧν καὶ τὰ μέσα τῆς αὐτῆς φύσεως, τουτέστιν ὡς ἐπὶ τὸ πολύ τε καὶ ἐνδεχόμενα. ἀλλ’ ἐπανιτέον ὅθεν ἐξέβημεν.

12. 那么,就当前的论题而言,这些讨论也许已经超过了充分的限度。然而,按照形式和本是其所是的原因,在时间上总是与由它所存在或生成的事物相伴随;我们说过,在许多情况下这一原因也被取作三段论的中项,而且这样的原因对于存在者而言是存在,对于生成者而言是生成,对于已生成者而言是已生成,对于将要生成者而言是将要生成。例如,月食为何发生?因为大地生成于中间;它将要发生,是因为[大地]将要处于中间;它正在发生,是因为[大地]正在中间。正因如此,这种意义上的原因与结果彼此互换。然而,对于并非同时而是时间上居先的事物(许多动因就是如此,例如突袭萨第斯是向米底人作战的原因,预先掠夺海伦是伊利昂毁灭的原因),在这些事物上,互换性并不成立,无论从下开始还是从上开始,都并不获得相同的必然性;相反,对于从原因开始的人来说,结论毫无必然性,而对于从结果开始的人来说,三段论才具有必然性。因为如果存在房屋,就必须预先存在墙壁;如果存在墙壁,就必须有地基;然而即使有地基,也未必有墙壁;即使有墙壁,也未必有房屋。对此有人可能会感到奇怪:因为如果先行生成者并不必然是其后生成者的原因,那么究竟是什么原因使得生成连贯相续,并使得原因在第一个事物生成之后总是不断发生而不间断呢?抑或是因为时间是连续的,从而产生了生成中的事物与已生成的事物也是连续的表象?因为生成是在时间之中的,而“已生成”则是先行生成的界限,犹如线上的点。正如当点被设定时线即被分割,接续的部分与在先的部分不再连续,〈同样,“已生成”分割了诸生成,接续者与在先者并不连续〉;因为“已生成”处于时间的界限上。但这并不属于当下的研究课题,在关于运动的论著中对此已经有更精密的讨论。 无论如何,这一点是显而易见的:在那些被称为大致如此的事物中,从结果上升到原因、从在后者上升到在先者是必然的。因为如果生成是连续的,那么在作为在后与结果的事物和作为在先与原因的事物之间,必然会始终插入另一个中项和原因;但既然生成并非连续,诸项的获取就止步于直接项;因为如果存在房屋,则有墙壁;如果存在墙壁,则有地基;如果存在地基,则有石块与黏土;而在这些项之间别无他物。 既然我们看到在生成的事物中存在着某种圆环式的生成,那么在这些事物中,圆环论证也就占有一席之地;因为一切事物都彼此互换,既成为原因也成为结果,无论从下还是从上开始,其承续关系都是相似的,例如在例子中:大地潮湿时必然产生蒸汽,蒸汽产生后产生云;云产生后必然使大地潮湿;而这就是最初的事物,因此转成了一个圆环;因为任何一个存在时,另一个就存在,那一个存在时又有另一个存在,而这个存在时第一个就存在。这种情况尤其存在于那些永恒且出于必然性而生成的事物中;因为在那些运动既是圆环式又是必然的事物中,圆环论证也是必然的。而对于大致如此生成的事物,三段论则是直线的,并非如所说的那样可以从所有方向推导,而是仅对从在后者开始推导的人成立,在这些事物中,中项也具有相同的性质,即大致如此的和偶然的。但我们必须回到脱离主题的原处去。

语法注3 条
  1. 2.12τοῖς πρὸς αὑτῆς ἢ οὖσιν ἢ γινομένοις

    介词短语 πρὸς αὑτῆς(由它自身/依存于它自身)修饰分词 οὖσιν ἢ γινομένοις(存在或生成的事物),动词 συντρέχει(相伴随/同时发生)支配这一与格短语。它表明形式因在时间上与其所导致的存在或生成过程完全共存。

  2. 2.12κάτωθεν καὶ ἄνωθεν ἀρχομένοις

    与格分词 ἀρχομένοις 用作表视角的关联与格(dative of reference),指代推论的主体(“对于从……开始的人”)。κάτωθεν(从下,即从结果出发)与 ἄνωθεν(从上,即从在先原因出发)表示推导进行的两个方向。

  3. 2.12ὃ θαυμάσειεν ἄν τις

    关系代词 ὅ 先行指代后文引出的疑问内容(由 εἰ γὰρ... τί αἴτιον...; 引导)。ἄν 加上希求式 θαυμάσειεν 构成潜在希求式(potential optative),意为“对此有人可能会感到困惑/奇怪”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:53.20-55.3