← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§52.1-53.19

四因作为中项的作用与自然界的必然性

阐明四种原因(形式、质料、动因、目的)如何在论证中充当中项,重点论证了自然事物中质料必然性与目的因的并存,并探讨了内在自然必然性以及运气与自动的本质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11

11. Αἰτίαι δὲ τέσσαρες· μία μὲν τὸ τί ἦν εἶναι, μία δὲ ἐκ τίνων ὑποκειμένων, ἣν λέγομεν ὕλην, ἑτέρα δὲ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἑτέρα δὲ οὗ ἕνεκα. πᾶσαι δὲ αὗται φαίνονται ἐν ταῖς τοῦ διὰ τί ἀποδείξεσι καὶ γίνονται ὅροι μέσοι τῶν τοιούτων ἀποδείξεων. καὶ πῶς μὲν τὸ τί ἦν εἶναι, φθάσαντες εἴπομεν. ἀποδίδοται δὲ καὶ ἡ ὕλη καὶ λαμβάνει τοῦ μέσου τὴν χώραν. μάλιστα μὲν γὰρ ἐπὶ πάσης ἀποδείξεως ὁ μέσος ἐστὶν οἷον ὕλη τῷ συλλογισμῷ· οὗτος γὰρ ὁ ποιῶν τὰς δύο προτάσεις ἐφ’ αἷς τὸ συμπέρασμα. οὐ μὴν ἀλλὰ καὶ τὴν ἰδίως λεγομένην ὕλην πολλάκις ἀποδιδόντες πεπαύμεθα τοῦ ζητεῖν τὸ διὰ τί. διὰ τί γὰρ τὰ ἡμέτερα φθαρτὰ σώματα; ὅτι σύγκειται ἐξ ἐναντίων· τὸ δὴ συγκεῖσθαι ἐξ ἐναντίων ὕλη τε καὶ μέσος ὅρος τοῦ τὰ σώματα εἶναι φθαρτά. διὰ τί κάλλιστον ὁ κόσμος; ὅτι θεὸς αὐτὸν ἐδημιούργησεν· ἐνταῦθα τὸ πρῶτον κινῆσαν αἴτιόν τε καὶ μέσον ἐστί. διὰ τί καθήκει Σωκράτει γαμεῖν; ὅτι παίδων ἐφίεσθαι αὐτῷ καθήκει· ἢ διὰ τί πεποίηκε τὸν κόσμον ὁ θεός; ὅτι ἀγαθὸς ἦν· τοῦτο δέ ἐστι τὸ οὗ ἕνεκα. ἡ γένεσις οὖν τοῦ μέσου καὶ αἰτίου τὴν αὐτὴν οὐκ ἔχει τάξιν ἐφ’ ἁπάντων, ἀλλ’ οὗ μὲν πρώτην, ὡς ἐπὶ τῶν κινητικῶν, οὗ δὲ τελευταίαν, ὡς ἐπὶ τῶν τελῶν καὶ ὧν ἕνεκεν, οὗ δ’ ἅμα,1 ὡς ἐπὶ τῶν ὁρισμῶν καὶ τοῦ τί ἦν εἶναι. οὐδὲν δὲ κωλύει τὸ αὐτὸ καὶ ἕνεκά τινος εἶναι καὶ ἐξ ἀνάγκης τὴν ὕλην αἰτίαν δεικνυμένοις,2 οἷον διὰ τί δίεισι διὰ τοῦ λαμπτῆρος τὸ φῶς; καὶ γὰρ ἐξ ἀνάγκης διέρχεται τὸ λεπτομερέστερον διὰ τῶν μειζόνων πόρων καὶ ἕνεκά τινος, τοῦ μὴ προσπταίειν. τηλαυγέστερον δ’ ἐπὶ τῶν θείων σωμάτων· καὶ γὰρ ἐξ ἀνάγκης κύκλῳ κινεῖται, ὅτι τὸ σῶμα αὐτοῖς οὔτε βαρὺ οὔτε κοῦφόν ἐστι, καὶ ἕνεκά τινος· ἕνεκα γὰρ τῆς πρὸς τὸ θεῖον ὁμοιώσεως. πλεῖστα δὲ ἡ φύσις καὶ ἐξ ἀνάγκης ἅμα καὶ ἕνεκά του ποιεῖ· ὀξεῖς γὰρ οἱ ἔμπροσθεν ὀδόντες καὶ διὰ τὴν ὕλην (ἐξ ὀστέου γὰρ ἀναφύονται λεπτοτέρου) καὶ τοῦ διαιρεῖν ἕνεκα τὴν τροφήν· καὶ ἡ βροντή, διότι τε ἀποσβεννυμένου τοῦ πυρὸς ψοφεῖν ἀνάγκη, καὶ ἵνα φοβῶνται οἱ ἐν τῷ ταρτάρῳ, καθάπερ οἱ Πυθαγόρειοι λέγουσι. καὶ ὅλως διττὴ ἡ φύσις ἑκάστου, ἡ μὲν κατὰ τὸ εἶδος, ὃ ταὐτὸν τῷ οὗ ἕνεκεν· ὀφθαλμοῦ γὰρ εἶδος τὸ ὁρᾶν, καὶ τούτου ἕνεκεν ὀφθαλμός, καὶ ὤτων τὸ ἀκούειν, καὶ τούτου ἕνεκεν ὦτα· ἡ δὲ κατὰ τὴν ὕλην καὶ τὴν ἀνάγκην (διώρισται δὲ ἐν τοῖς Φυσικοῖς πῶς λέγομεν τὴν ὕλην ἀνάγκην)· εἰ γὰρ ὀφθαλμοὶ ἔσονται, ἐξ ἀνάγκης δεῖ τοιαύτης ὕλης, καὶ εἰ ὀδόντες, τοιαύτης. καὶ ἡ μὲν τοιαύτη ἀνάγκη αὐτῆς ἑκάστῳ σύμφυτος· ἡ γὰρ ὕλη σύμφυτος ἑκάστῳ, καὶ αἱ κατ’ αὐτὴν ἐνέργειαι οὕτως ἀναγκαῖαι, ὅτι ἀχώριστοι τοῦ πράγματος, ὡς γῇ μὲν τὸ κατωφερές, διότι βαρεῖα, πυρὶ δὲ τὸ ἀνωφερές, διότι κοῦφον. διόπερ οὐδὲ παρὰ φύσιν οὐδ’ ἔξωθεν οὐδὲ βίαιος ἡ ἀνάγκη, ἀλλὰ μᾶλλον κατὰ τὴν ὁρμὴν ἑκάστου καὶ οἷον ἑκούσιος· ἐκ γὰρ τῆς οὐσίας ὁρμᾶται καὶ τῆς φυσικῆς ἑκάστου κατασκευῆς, ἡ δὲ βίαιος ἀλλαχόθεν καὶ παρὰ τὴν ὁρμὴν καὶ τὴν φύσιν. ποιεῖ μὲν οὖν καὶ ἡ φύσις ἅπαντα ὡς ἔπος εἰπεῖν ἕνεκά του, ποιεῖ δὲ καὶ ἡ διάνοια· τέλους γὰρ χάριν καὶ ἀγαθοῦ ἢ ὄντος ἢ φαινομένου. ἀπὸ τύχης δὲ οὐδὲν ἕνεκά του γίνεται, εἰ καὶ γίνεται ἐν τοῖς ἕνεκά του·3 γίνεται γὰρ τηνικαῦτα, ἡνίκα ἂν ἕτερον ἀπαντήσῃ τοῖς γινομένοις ἑτέρου χάριν· ὤρυττε γάρ τις φρέαρ ὕδατος ἕνεκεν, οὐ χρυσίου, καὶ προῆλθε λουσόμενος, οὐχ ἵνα ἀπολάβῃ τὸ ἀργύριον. συμβαίνει μέντοι πολλὰ καὶ τῶν ἀπὸ τέχνης γινομένων ἢ διανοίας καὶ ἀπὸ τύχης καὶ ταὐτομάτου· ὑγιάναι γὰρ ἄν τις ψυχροῦ πιὼν οὐχ ἕνεκεν ὑγείας ἀλλὰ δι’ ἡδονήν, καὶ σωθείη ἂν τὸ σκάφος ἐξωσθὲν ὑπὸ τοῦ πνεύματος εἰς φιλάνθρωπον χωρίον. ἀλλ’ οὐκ οἰκία γε ἀπὸ τύχης ἂν γένοιτο οὐδὲ κλίνη, οὐδὲ πᾶσαι αἱ τέχναι ὁμοίως ἐπικοινωνοῦσι τῇ τύχῃ, ἀλλ’ αἱ μὲν ἧττον αἱ δὲ μᾶλλον, μάλιστα δὲ αἱ στοχαστικαί.

11. 原因有四种:其一是本是其所是,其二是由何种底层事物构成(我们称之为质料),另一种是运动的本原由之发生者[始动因],再一种则是为了什么[目的因]。这一切原因都在“为何如此”的论证中显现出来,并成为此类论证的中项。本是其所是如何[作为中项],我们前面已经讲过。质料也被给出并占据中项的位置。因为最主要的是,在每一个论证中,中项就如同三段论的质料;因为正是它构成了结论赖以建立的两个前提。不仅如此,我们在经常给出严格意义上所说的质料时,也就停止了对“为何如此”的探求。因为我们的身体为何是可毁灭的?因为它们是由对立面组成的;由对立面组成既是质料,也是身体可毁灭这一事实的中项。宇宙为何是最美的?因为神制作了它;在这里,第一动因既是原因也是中项。为何苏格拉底应当结婚?因为他应当希求子嗣;或者,神为何创造了宇宙?因为他是善的;这就是“为了什么”。因此,中项和原因的发生并非在所有事物中都具有相同的次序,而是要么像在动因中那样是第一的,要么像在目的和为了什么的事物中那样是最后的,要么像在定义和本是其所是中那样是同时的。对于将质料作为原因来表明的人而言,同一事物既为了某种目的又出自必然性,这并不妨碍任何事情;例如,光为何穿过提灯?因为由于更细微的部分穿过较大的孔隙,它出自必然性穿过,也是为了某种目的,即为了不致绊倒。在神圣物体上这一点更为显明;因为它们出于必然性做圆周运动,因为它们的物体既非重亦非轻,同时也是为了某种目的,即为了同化于神圣者。自然也将绝大多数事物既出于必然性同时也为了某种目的而制作;因为前齿之所以锐利,既是因为质料(因为它们从较薄的骨骼中生长出来),也是为了切碎食物;雷之所以发生,既是因为火在熄灭时必然发出声响,也是为了让深渊中的人感到恐惧,正如毕达哥拉斯学派所说的那样。总体而言,每一事物的自然本性都是双重的:一种是按照形式的,这与“为了什么”相同——因为眼的形相是看,眼是为了看,耳的形相是听,耳是为了听;另一种则是按照质料和必然性的(在《自然学》中已经界定了我们如何将质料称为必然性);因为如果要存在眼睛,就必然需要这样的质料,如果要存在牙齿,就需要这样的质料。而它〔质料〕的这种必然性对于每一事物而言是先天的;因为质料与每一事物是先天的,按照质料的活动也是如此必然,因为它们与事物不可分离,正如向下运动属于土是因为土重,向上运动属于火是因为火轻。因此,这种必然性既非反乎自然,亦非来自外在,亦非强力的,而是更符合每一事物的冲动并且可以说犹如自发自愿的;因为它发端于每一事物的实体和自然构造,而强力的必然性则来自别处,并且违反冲动与自然。因此,自然可以说几乎将一切事物都为了某种目的而制作,理智也是如此制作;因为它们都是为了目的以及为了真实或表象的善。然而出于运气并没有任何事物是为了某种目的而生成的,即使它是在为了某种目的的事物中生成的;因为它是发生于当另一件事与为了别的事而生成的事物相遇之时;因为有人为了水而挖井,不是为了黄金,有人出去洗浴,不是为了收回银钱。然而,由技术或理智生成的事物中,也有许多偶然出自运气和自动;因为有人可能为了享乐而非为了健康喝了冷水却恢复了健康,船只也可能被风驱赶到宜人的地方而获救。但房屋决不会出自运气生成,床也不会,而且并非所有的技术都同等地与运气相关,而是有的较少,有的较多,尤其是那些推测性的技术。

语法注3 条
  1. 2.11ἀλλ’ οὐ μὲν πρώτην... οὐ δὲ τελευταίαν... οὐ δ’ ἅμα

    原文的 οὐ μὲν ... οὐ δὲ ... οὐ δ’ 系关系副词 οὗ 的呼应结构 οὗ μὲν ... οὗ δὲ ... οὗ δ’ 之误植,引出具体的三重对立,进一步阐明前文提到的原因与中项在所有事物中“并不具有相同的次序”:要么为首(在动因中),要么在后(在目的因中),要么同时(在定义与本质中)。

  2. 2.11τὴν ὕλην αἰτίαν δεικνυμένοις

    与格分词 δεικνυμένοις 在无人称结构 οὐδὲν δὲ κωλύει 中充当视角或参考与格,意为“对于将质料作为原因来表明的人而言,同一事物……并不妨碍任何事情”。

  3. 2.11εἰ καὶ γίνεται ἐν τοῖς ἕνεκά του

    短语 εἰ καί 引导让步条件从句(“即使它发生在……”),呼应了亚里士多德《自然学》中关于运气的定义,即运气虽然属于“为了某种目的的事物”的领域,但其结果本身并非为了该目的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:52.1-53.19