← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§50.19-51.32

定义的分类及其与论证的结构关联

忒弥斯提乌斯指出,唯在那些属于他物的事物(偶性)上,由于存在及其原因相分离,定义才与论证相契合,而这一方法并不适用于自存实体和各学科的本原。随后他将定义区分为四种(名义言辞、包含原因的定义、论证的结论、无中介本原的定义;去除名义性后为三种),并阐明了定义与论证的结构性关联。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9

9. Ἐκεῖνο μέντοι γε ἀναγκαῖον διορίσασθαι, ὡς οὐκ ἐφ’ ἁπάντων τοῦτο συμβαίνει ὧν ζητοῦμεν τοὺς ὁρισμούς,1 ἀλλὰ τῶν ἄλλοις ὑπαρχόντων, οἷον ἐκλείψεως, βροντῆς· ταῦτα γὰρ τὰ ἀποδεικτά, καὶ ἄλλο ἐπὶ τούτων τὸ μέσον τε καὶ τὸ αἴτιον τοῦ συμπεράσματος καὶ τοῦ πράγματος. ἐπὶ δὲ τῶν καθ’ αὑτὰ ὄντων καὶ μὴ ἐν ἄλλῳ οὐκέτι οἷόν τε ἐφ’ ἁπάντων τῇ αὐτῇ χρήσασθαι μεθόδῳ· οὐ γὰρ τὸ 〈τοῦ〉 εἶναι αἴτιον ἄλλο ἐστὶν ἐφ’ ἁπάντων, οἷον τῶν πρώτων καθ’ ἑκάστην ἐπιστήμην, ἃ καὶ εἶναι καὶ τί ἐστιν ὑποθέσθαι δεῖ ἢ ἄλλον τρόπον φανερὰ ποιῆσαι, ἐξ ἐπαγωγῆς ἢ πίστεως ἢ ἐμπειρίας, καὶ οὐ δι’ ἀποδείξεως τὰ τοιαῦτα· ἀρχαὶ γάρ εἰσιν ἀποδείξεως. ὅπερ ἤδη ποιοῦσιν αἱ ἐπιστῆμαι· καὶ γὰρ τὸ εἶναι μονάδα καὶ τί ἐστι μονάς, ὁ ἀριθμητικὸς ὑποτίθεται. οὐκοῦν οὐδὲ εἰ ἔστι θεός, δι’ ἀποδείξεως γίνεται γνώριμον· οὐ γὰρ ἀποδεικτὸν τὸ θεοὺς εἶναι· οὐ γὰρ ἔστι λαβεῖν αἴτιον ἕτερον· τὸ γὰρ ὠφελεῖν καὶ τὸ κινεῖσθαι τὸν ἅπαντα χρόνον δεικτικὰ μὲν τῆς οὐσίας καὶ ἐξ αὐτοῦ τοῦ πράγματος, οὐ μὴν αἴτια τοῦ εἶναι. ἢ τάχα ἔστι καὶ ἐκ τῶν τοιούτων ὁρισμόν τινα ἀποδοῦναι, οἷον θεός ἐστι ζῷον ἀΐδιον εὐποιητικὸν ἀνθρώπων. ἢ εἴπερ ἐστὶν ὁρισμὸς ταῦτα, εὐθὺς καὶ αἴτιον τοῦ εἶναι· τὸ γὰρ τί ἦν εἶναι αἴτιον καὶ ἀρχή.

9. 然而,必须做出界定的是:这种情况并非发生在凡是我们探求其定义的一切事物上,而是发生在那些属于他物的事物上,比如食和雷;因为这些是可论证的,而在这些事物上,作为结论和事物自身之原因的中项是另一回事。但对于那些凭自身存在而非存在于他物之中的事物,则不再可能对一切事物都采用同样的方法;因为并非在一切事物上,存在的因由都是另一回事,例如在各门科学中的初始原初对象,必须假定它们存在以及它们是什么,或者以另一种方式使之显明,即通过归纳、信任或经验,而诸如此类的事物并非通过论证得知;因为它们是论证的本原。这正是各门科学已经在做的;因为算术家确实假定了单位存在以及单位是什么。因此,神是否存在也不是通过论证而为人所知的;因为诸神存在是不可论证的;因为不可能抓住另一个原因;因为施予恩惠和在一切时间中运动虽然指示了其实体且源于事物本身,但绝非其存在的原因。或者也许甚至可以从诸如此类的事情中给出某种定义,比如神是施惠于人的永恒动物。或者,如果这些确实是定义,那么它们立刻也是存在的原因;因为本是其所是就是原因和本原。

§2.10

​10. Ὁρισμὸς δὲ πολλαχῶς λέγεται. εἷς μὲν ὁ τί σημαίνει τοὔνομα ἐξηγούμενος, ὃς οὐδ’ ὁρισμὸς ἂν καλοῖτο δικαίως ἀλλὰ λόγος ὀνοματώδης· πολλάκις γὰρ ἔχοντες τὸν τοιοῦτον λόγον οὔτε εἰ ἔστι τὸ πρᾶγμα, οὔτε τίς αἰτία τοῦ εἶναι αὐτό, γινώσκομεν· τί μὲν γὰρ σημαίνει τὸ κενόν, συνίεμεν, οὔτε δὲ εἰ ἔστι κενόν, οὔτε τίς αἰτία τοῦ εἶναι κενόν, ἔχοιμεν ἂν λέγειν. ἐνίοτε δὲ τὸ μὲν ὅτι ἔστι μανθάνομεν ὑπὸ τοῦ τοιούτου λόγου, διὰ τί δὲ ἔστιν, οὐκέτι, οἷον ἔκλειψίς ἐστιν, ὅταν πανσέληνος οὖσα μὴ φαίνηται. οὗτος μὲν οὖν ὁ τρόπος σημαίνει μέν τι, δείκνυσι δὲ οὐδέν. ἄλλος δέ ἐστιν ὅρος ὁ μετὰ τοῦ τί ἐστι καὶ τὴν αἰτίαν ἐκδιδάσκων δι’ ἣν ἔστι, καὶ μόνος ὁ τοιοῦτός ἐστιν ὅρος οἷον ἀπόδειξις τοῦ τί ἐστι θέσει μόνῃ διαφέρων τῆς ἀποδείξεως·2 τὸν γὰρ αὐτὸν λόγον ἄλλως μὲν ἀποδεικνύντες λέγομεν, ἄλλως δ’ ὁριζόμενοι. ἀποδεικνύντες μὲν γὰρ λέγομεν ‘ἐν τῷ νέφει ἐστὶ πυρὸς ἀπόσβεσις· ἡ τοῦ πυρὸς ἀπόσβεσις βροντή ἐστιν· ἐν τῷ νέφει ἄρα βροντή ἐστιν’· ἐν γὰρ πρώτῳ σχήματι συνεχῶς πρόεισιν ὁ λόγος· ὁριζόμενοι δὲ λέγομεν ‘βροντή ἐστι πυρὸς ἀπόσβεσις ἐν τῷ νέφει’· τρίτος δέ ἐστιν ὅρος, ὅταν τοῦ τὴν αἰτίαν ἔχοντος ὁρισμοῦ αὐτὸ καθ’ αὑτὸ λέγωμεν τὸ συμπέρασμα, οἷον βροντή ἐστι ψόφος ἐν νέφει. τέταρτός ἐστιν ὁρισμὸς ὁ τῶν ἀμέσων καὶ πρώτων, ὃς οὔτε θέσει διαφέρει τῆς ἀποδείξεως (οὐδὲ γὰρ ἔχει τὴν αἰτίαν προσδηλουμένην· οὐδὲ γὰρ ἔστιν αἴτιόν τι τῶν πρώτων καὶ ἀμέσων), οὔτε συμπέρασμα ἀποδείξεως, ἀλλὰ μᾶλλον ἀρχὴ τῆς ἀποδείξεως καὶ θέσις τοῦ τί ἐστιν ἀναπόδεικτος. ἀφαιρουμένου δὴ τοῦ πρώτου τρεῖς ἂν εἶεν οἱ σύμπαντες ὁρισμοί.3 εἷς μὲν οὖν ὁρισμὸς λόγος τοῦ τί ἐστιν ἀναπόδεικτος· εἷς δὲ λόγος θέσει διαφέρων τῆς ἀποδείξεως· εἷς δὲ [λόγος] συμπέρασμα ἀποδείξεως. ὁ δὲ τὴν αἰτίαν ἔχων λόγος τίνι τούτων ὑπάγοιτο ἄν; οἷον ὀργή ἐστιν ὄρεξις ἀντιλυπήσεως, βροντή ἐστι πυρὸς ἀπόσβεσις ἐν νέφει. τάχα οὖν καὶ αὐτοὶ ἄμεσοί τε καὶ ἀναπόδεικτοι. φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων, ὅτι ἀπόδειξις μὲν οὐδενός ἐστιν ὁρισμοῦ, μόνοι δ’ ἐκεῖνοι τῶν ὁρισμῶν θέσει τῆς ἀποδείξεως διαφέρουσιν οἱ τὴν ἀπόδειξιν τοῦ πράγματος προσεκδιδάσκοντες, οἳ καὶ μάλιστα ἐπιστημονικώτατοι τῶν λόγων.

​10. 定义有多种说法。其一是对名称所表示的意义进行解释的定义,这种定义甚至不能正当地被称为定义,而应称为名义性的言辞;因为我们常常在拥有这种言辞时,既不知道该事物是否存在,也不知道其存在的原因是什么;因为我们明白虚空表示什么,但既不能说出虚空是否存在,也不能说出存在虚空的原因是什么。然而有时我们通过这种言辞得知了它存在这一事实,但不再得知它为何存在,比如食就是月亮在满月时不显现的时候。因此,这种方式虽表示某种意义,却什么也没有证明。另一种定义是既教导事物是什么、又教导事物赖以存在的原因的定义,且唯有这样的定义才可以说是关于“是什么”的论证,仅仅在排列上不同于论证;因为我们在论证时以一种方式陈述同一言辞,在定义时则以另一种方式陈述。因为在论证时我们说:“云中有火的熄灭;火的熄灭是雷;所以云中有雷”;因为这言辞是在第一格中连续推进的;但在定义时我们说:“雷是云中火的熄灭”。第三种定义是:当我们从包含原因的定义中单独陈述结论本身的时候,比如雷是云中的声响。第四种定义是无中介的初始原初事物的定义,它既不在排列上不同于论证(因为它根本不额外显明原因;因为对于初始且无中介的事物没有任何原因),也不是论证的结论,而是论证的本原,是关于“是什么”的不可论证的设定。那么,在去除了第一种定义之后,所有的定义总共应当有三种。因此,一种定义是关于“是什么”的不可论证的言辞;另一种是在排列上不同于论证的言辞;再一种则是作为论证结论的言辞。那么,包含原因的言辞应当归属于这三者中的哪一种呢?比如愤怒是对报复性痛苦的欲望,雷是云中火的熄灭。也许它们本身也是无中介且不可论证的。由此可见,从上述所言显然可知,对于任何定义都没有论证,而在这些定义中,唯有那些额外教导了事物的论证的定义才在排列上不同于论证,而这些言辞也正是最具有科学性的。

语法注3 条
  1. 2.9ὧν ζητοῦμεν τοὺς ὁρισμούς

    关系代词 ὧν 以 ἁπάντων 为先行词,对动词 ζητοῦμεν 的宾语 τοὺς ὁρισμούς 起宾格性属格的作用(“我们探求其定义的事物”)。后文的 ἀλλὰ τῶν ἄλλοις ὑπαρχόντων 同样作为属格平行地由介词 ἐπί 支配。

  2. 2.10θέσει μόνῃ διαφέρων τῆς ἀποδείξεως

    与格 θέσει 是表方面的与格(或方式与格),表示仅在词项与命题的“排列、设置”上有所限定。接下来的句子(τὸν γὰρ αὐτὸν λόγον ἄλλως μὲν ἀποδεικνύντες λέγομεν, ἄλλως δ’ ὁριζόμενοι)具体解释了三段论形式与定义形式在排列方式上的差异。

  3. 2.10ἀφαιρουμένου δὴ τοῦ πρώτου τρεῖς ἂν εἶεν οἱ σύμπαντες ὁρισμοί

    ἀφαιρουμένου ... τοῦ πρώτου 是属格独立结构,包含现在时被动分词。在排除了前述的名义性言辞之后,严格意义上的定义被归纳为三种。紧随其后的列举——第一无中介本原的定义、第二在排列上不同于论证的定义、第三论证之结论的定义——正对应这三种划分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:50.19-51.32