← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§49.11-50.18

通过原因的存在论证与本质的同步把握

忒弥斯提乌斯确认只有在已知事物存在的前提下才能探求本是其所是,并论证道:在并非基于偶性而是基于事物本身原因的存在论证中(如月食与雷的例证),对存在的论证与对本是其所是(定义)的阐明是同时实现的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8

8. Πάλιν δὲ σκεπτέον, τί τούτων λέγεται καλῶς ἢ μὴ καλῶς, καὶ πῶς οἷόν τε ἀπόδειξιν ὁρισμοῦ γενέσθαι. λέγωμεν οὖν ἄνωθεν ἀναλαβόντες. ὥσπερ γὰρ τὸ διότι ζητοῦμεν ἔχοντες τὸ ὅτι ἔστιν, ἐνίοτε δὲ καὶ ἅμα δῆλα γίνεται, οὐ μὴν πρότερόν γε δυνατὸν γνωρίσαι τὸ διότι ἐστὶ τοῦ ὅτι ἔστιν, οὕτως ἀεὶ ζητοῦμεν τὸ τί ἦν εἶναι ἔχοντες τὸ εἶναι τὸ πρᾶγμα· μάταιον γάρ, ὡς πολλάκις εἴρηται, ἀγνοουμένου τοῦ εἶναι τὸ τί ἦν εἶναι περιεργάζεσθαι. ὥστε τούτου κειμένου οὐκ ἀνάγκη προαποδεικνύναι τοὺς ὁρισμούς·1 ἔχοντες γὰρ αὐτὸ ὑποκείμενον οὕτω προΐασι. καθάπερ δὲ καὶ ἀποδεικνύντες τὸ ὅτι καὶ τὸ διότι συνεξευρίσκομεν (δι’ αἰτίας γὰρ ἡ ἀπόδειξις), οὕτω πολλάκις ἀποδεικνύντων τὸ εἶναι καὶ τὸ τί ἦν εἶναι συναναφαίνεται. πότε οὖν τοῦτο καὶ πῶς, ἀναλαβοῦσι ῥητέον. τὸ εἶναι πολλαχῶς ἐν ταῖς ἀποδείξεσι μέτιμεν· ἐνίοτε μὲν γὰρ ἀπὸ συμβεβηκότος καὶ πόρρω τῆς οὐσίας τοῦ πράγματος, ἐνίοτε δὲ (καὶ ἀπὸ τοῦ πράγματος) καὶ τοῦ ἐκείνου τι ἔχειν, οἷον ὅτι εἰσὶ θεοί, ἀπὸ συμβεβηκότος μέν, ὅτι εἰσὶ βωμοί, ὡς Χρύσιππός φησιν, ἀπὸ δὲ τοῦ πράγματος, ὅτι θεραπεύουσιν, ὅτι προλέγουσιν, ὅτι κινοῦνται τὸν ἄπειρον χρόνον ποικίλας κινήσεις. ἔστι δὲ καὶ τῶν ἀπ’ αὐτοῦ τοῦ πράγματος τὰ μὲν ἐγγυτέρω τὰ δὲ πορρωτέρω, καθάπερ δὴ καὶ ἐπὶ τῶν εἰρημένων παραδειγμάτων. ὅσα μὲν οὖν ἀπὸ συμβεβηκότων γινώσκομεν ὅτι ἔστιν, ἀπὸ τούτων οὐδεμίαν ἔχομεν ἀφορμὴν πρὸς τὸ εἰδέναι καὶ τί ἐστι· σχεδὸν γὰρ οὐδ’ ὅτι ἔστι, τηνικαῦτα γινώσκομεν· οὐδὲν γὰρ ἡ κατὰ συμβεβηκὸς γνῶσις ἀναγκαῖον ἔχει. ὅσα δὲ ἀπὸ τῶν οἰκείων τε καὶ ἐξ αὐτοῦ τοῦ πράγματος, ἀπὸ τούτων ἤδη ῥᾷον εἰς τὸ τί ἐστι μεταβαίνομεν. ὥστε ὅπως ἂν ἔχωμεν παρασκευῆς2 πρὸς τὸ γινώσκειν τὸ εἶναι, οὕτως ἔχομεν παρασκευῆς πρὸς τὸ γινώσκειν τὸ τί ἦν εἶναι. γυμναστέον δὲ ἐπὶ παραδείγματος. προκείσθω ζητεῖν εἰ σελήνης ἔκλειψις ἔστιν. ὁ μὲν δὴ δεικνὺς ὅτι ἔστιν ἐκ τοῦ πανσέληνον οὖσαν μὴ ποιεῖν σκιὰν ἀπὸ συμβεβηκότος μεθοδεύει τὸ πρόβλημα, καὶ οὐδὲν ὁ τοιοῦτος προὔργου ποιεῖ πρὸς τὸ εἰδέναι τί ἐστιν ἔκλειψις. ὁ δὲ λέγων, ὅτι ἀντιφράττεται τὸ φῶς ὑπὸ γῆς μεταξὺ πιπτούσης ἐν τῇ πανσελήνῳ αὐτῆς τε καὶ τοῦ ἡλίου καὶ διὰ τοῦτο ἐκλείπει, ἅμα τε ἀκριβῶς καὶ οἰκείως διδάσκει σελήνης ἔκλειψιν εἶναι καὶ προσεπιδιδάσκει τί ἐστι σελήνης ἔκλειψις· λέγει γὰρ αἰτίαν τὴν ἀκριβῆ τῆς ἐκλείψεως· αὕτη δέ ἐστιν ὁ λόγος καὶ τὸ τί ἦν εἶναι· συντρέχει γὰρ ἐπὶ τούτων ὁ τοῦ πράγματος ὁρισμὸς τῇ αἰτίᾳ δι’ ἣν ἔστι. τί ἐστιν ἔκλειψις; ἀντίφραξις ὑπὸ γῆς τοῦ φωτός. αἰτία οὖν ἐστιν ἡ ἀντίφραξις. τί ἐστι βροντή; πυρὸς ἀπόσβεσις ἐν νέφει. δῆλον δέ· εἰ γὰρ μεταβάλλοις εἰς τὸ διὰ τί τὰ προβλήματα, αὐτὰ ἀποδοθήσεταί σοι τὰ αἴτια. διὰ τί ἐστιν ἔκλειψις; διὰ τὴν ἀπὸ γῆς ἐπισκότησιν. διὰ τί ἐστι βροντή; διὰ τὴν ἀπόσβεσιν τοῦ πυρός. δῆλον τοίνυν ἐξ ἁπάντων τῶν εἰρημένων ὅτι τοῦ ὁρισμοῦ καὶ τοῦ τί ἦν εἶναι ἀπόδειξις μὲν οὐκ ἔστι, δῆλος μέντοι γίνεται δι’ ἀποδείξεως ἐφ’ ὅσων τὸ εἶναι δι’ αἰτίας ἀποδείκνυται.

8. 但我们必须重新考察,在这些论点中何者说得妥当,何者说得不妥,以及对定义的论证如何可能产生。那么,让我们从头重新开始论述。正如我们在掌握了一物存在这一事实的前提下探求其原因——有时两者也会同时变得清楚,然而在掌握其存在的事实之前认识其原因则是决不可能的——同样地,我们在掌握了事物存在的前提下,始终探求其本是其所是;因为正如屡次言及的那样,在不知道是否存在的情况下徒劳地去深究其本是其所是,是毫无意义的。因此,在这一前提确立之后,定义并不必然要预先进行论证;因为[定义者们]正是以此为基础假设,从而如此推进的。正如我们在论证事实的同时也共同发现了原因一样(因为论证是通过原因进行的),同样,当人们论证其存在时,其本是其所是往往也一同显现出来。那么,这种情况在何时发生以及如何发生,必须重新探讨并予以说明。我们在论证中以多种方式追求事物的存在;因为有时我们是从偶性出发,并且远离事物自身的实体来进行追求,有时则是从事物本身出发,并且从掌握属于该事物的某种特征来追求。例如诸神存在,若从偶性出发,正如克律西波所言,是从存在着祭坛这一事实出发;若从事物本身出发,则是从他们施行眷顾、他们预示未来、以及他们在无限的时间中做着多样的运动出发。而在源于事物本身的事项中,有些更为切近,有些则较为疏远,正如在上述例证中所见。因此,凡是我们从偶性中得知其存在的事物,我们从这些偶性出发根本没有线索去进一步获知它究竟是什么;因为届时我们甚至几乎都不知道它存在;因为基于偶性的认识不包含任何必然性。但凡是从固有的特征且从事物本身出发的事项,从这些出发我们便更容易过渡到“它是什么”。从而,我们在获知其存在方面处于怎样的准备状态,我们在获知其本是其所是方面便同样处于怎样的准备状态。我们应当通过一个实例来进行检视。设想我们要探究月食是否存在。那么,通过满月时不投射阴影这一事实来展示月食存在的人,是从偶性来探讨这一问题的,这样的人对于获知月食是什么完全没有提供任何助益。但是,若有人说:在满月时光线由于地球落入月亮本身与太阳之间而遭到遮蔽,正因此才发生亏食,那么此人既精确且切本地指明了月食的存在,同时又额外指明了月食究竟是什么;因为他陈述了月食的精确原因;而这原因正是其公式与本是其所是;因为在这些事物上,事物的定义与事物赖以存在的原因是完全契合的。什么是月食?地球对光线的遮蔽。因此,遮蔽就是原因。什么是雷?云中之火的熄灭。这是显然的;因为如果你把这些问题转换成“为什么”,那些原因本身就将呈现给你。为什么有月食?因为来自地球的遮障。为什么有雷?因为火的熄灭。综上所述,显然可见,对于定义和本是其所是固然没有论证,但在那些通过原因来论证其存在的事物上,它们却正是通过论证而变得清晰明白的。

语法注2 条
  1. 2.8οὐκ ἀνάγκη προαποδεικνύναι τοὺς ὁρισμούς

    τοὺς ὁρισμούς 既可作主动不定式 προαποδεικνύναι 的宾格主语(“定义并不必然要预先进行论证”),也可作其宾格对象(“[我们]没有必要预先论证定义”)。鉴于后一句的分词和动词(ἔχοντες ... οὕτω προΐασι)的主语为复数(指进行定义的人或探求者),将其视作主语(拟人化用法,指定义本身无需预先证明存在)与前文关于定义是否能证明存在的辩难呼应紧密。本译文均采取将 τοὺς ὁρισμούς 视为主语的理解。

  2. 2.8ὅπως ἂν ἔχωμεν παρασκευῆς

    此处为动词 ἔχω 搭配副词(ὅπως ἂν)与表示状态或范畴的属格(παρασκευῆς)的特殊构式(类似于 εὖ ἔχειν τινός 表示“就某方面处于良好状态”),字面意为“我们在准备状态方面无论处于何种情况”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:49.11-50.18