← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§3.22-5.4

探求悖论的化解与对回忆说的批判

忒弥斯修借画出的三角形之例驳斥了“蒙面者”诡辩,通过区分对普遍者的知与对个别者的不知化解了《美诺篇》中的探求悖论,并针对柏拉图的回忆说捍卫了学习与认识的区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#2

δυοῖν γὰρ τούτοιν ὑπαρχόντων περὶ τὴν γνῶσιν τούτου τοῦ γεγραμμένου τριγώνου, ὅτι τε τρίγωνον καὶ ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει, ὅτι μὲν τρίγωνον θεάσασθαι δεῖ καὶ τοῦτον τὸν τρόπον μαθεῖν, ὅτι δὲ δυσὶν ὀρθαῖς ἴσας ἔχει, καὶ συλλογισμῷ τις ἂν λάβοι· τούτου γὰρ οὐκ αἴσθησις κυρία ἀλλὰ λόγος καὶ ἀπόδειξις, ἡ δὲ ἀπόδειξις τῷ ἐπίστασθαι τὸ καθόλου·1 ἐπειδὴ γὰρ παντὶ τοῦτο ὑπάρχει τῷ τριγώνῳ, τοῦτο δὲ τρίγωνον. ὥστε ἡνίκ’ ἂν ἔτι κρύπτηται τὸ τρίγωνον ἐν τῷ γραμματείῳ, τρόπον μέν τινα εἰδέναι φατέον ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει, τρόπον δ’ ἄλλον ἀγνοεῖν· οὔτε γὰρ ἁπλῶς εἰδέναι ῥητέον ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει, ὃ μηδὲ εἰ2 τρίγωνόν ἐστιν ἴσμεν, οὔτ’ αὖ πάλιν ἁπλῶς ἀγνοεῖν, οὗ τὸ καθόλου κοινότερον ἐπιστάμεθα. διὰ ταῦτα οὖν οὐ φοβητέον ἐκείνους τοὺς λόγους οὓς ἐγκεκαλυμμένους ὀνομάζουσιν οἱ σοφισταί· ‘ἆρ’ οἶδας ἅπασαν δυάδα ὅτι ἀρτία;’ φήσαντος δὲ ναί, ‘καὶ μὴν ταύτην οὐκ οἶδας ἣν κατέχομεν ἐν ταῖν χεροῖν, οὔθ’ ὅτι δυάς, οὔθ’ ὅτι ἀρτία, ὥστε τὸ αὐτὸ οἶδάς τε καὶ οὐκ οἶδας’. ἀλλ’ οὐδὲν ἄτοπον· οἶδα μὲν γὰρ τὸ καθόλου πάθος πάσης δυάδος· εἰ δὲ αὕτη δυάς, ἀγνοῶ. οὐχ ὅπερ οὖν ἐπίσταμαι, τοῦτο ἀγνοῶ, ἀλλ’ ἐπίσταμαι μὲν τὸ καθόλου, ἀγνοῶ δὲ τὸ καθ’ ἕκαστον, ὥσπερ καὶ πάντα ἄνθρωπον εἰδὼς ὅτι ζῷόν ἐστι τὸν ἐν Σαρδοῖ βαδίζοντα νῦν οὔτε εἰ ἄνθρωπός ἐστιν, οὔτε εἰ ζῷον, ἔχω γινώσκειν.3 οὐ γὰρ ἐκείνως γε ἀπαντητέον, ὡς ἐπιχειροῦσί τινες, ὅτι οὐ πᾶσαν ἴσμεν δυάδα ἀρτίαν οὖσαν, ἀλλ’ ἣν ἴσμεν ὅτι δυάς· οὐχ ὑγιὲς γὰρ τοῦτό γε παντελῶς, εἴπερ ἴσασι μὲν οὗπερ τὴν ἀπόδειξιν ἔχουσι καὶ οὗ ἔλαβον, ἔλαβον δὲ τὴν ἀπόδειξιν οὐ μετὰ τοιαύτης προσθήκης, οἷον ἐκείνην εἶναι δυάδα ἀρτίαν ἣν ἂν εἰδῶσιν ὅτι δυάς, ἀλλὰ πᾶσαν ἁπλῶς δυάδα καὶ πᾶν τρίγωνον. ἀλλ’ οὐδέν, οἶμαι, κωλύει τοὺς μανθάνοντας ἃ μανθάνουσι πῇ μὲν ἐπίστασθαι, πῇ δὲ ἀγνοεῖν, καὶ τὶ μὲν αὐτοῦ προγινώσκειν, τὶ δὲ ζητεῖν. τούτοις δὲ αὐτοῖς χρωμένοις καὶ πρὸς τὸν ἐν τῷ Μένωνι λόγον ἀπαντητέον, ὃς τὸ ζητεῖν πειρᾶται δεικνύειν ἀδύνατον τῷ δεῖν μὲν ἅπαντα τὸν ζητοῦντα ἐκεῖνο ζητεῖν ὃ μὴ οἶδε * * *· καὶ γὰρ εἰ κατὰ τύχην αὐτῷ περιπέσοι, μὴ γνώσεσθαι ὅτι τοῦτό ἐστιν ὃ ζητεῖ. εἰ δὲ πᾶσα μὲν ζήτησις ἕνεκα τοῦ μανθάνειν ὑπάρχει, οὐκ ἔστι δὲ τὸ ζητεῖν δυνατόν, ἂν μὴ γινώσκωμεν, ὥστε δυοῖν θάτερον περιλείπεται, ἢ μηδὲν ὅλως ἡμᾶς μανθάνειν ἢ ταῦτα μόνον μανθάνειν ἃ ἐπιστάμεθα. οὕτω γὰρ 〈ἂν〉 αὐτὰ καὶ γνωρίσαιμεν ἐξευρόντες ὅτι ταῦτά ἐστιν ἃ διώκομεν, ὥσπερ, οἶμαι, οἰκέτην ἀποδράντα, ὃν μὲν οὐκ ἴσμεν, οὐδὲ ζητεῖν 〈ἂν〉 οἷόν τε ἡμῖν εἴη, ὃν δὲ γινώσκομεν, καὶ ζητεῖν δυνάμεθα καὶ ἐξευρίσκειν. πρὸς δὲ τοῦτον τὸν λόγον, μᾶλλον δὲ τὸ σόφισμα τοῦτο Πλάτων μὲν ἔοικεν ἐνδιδόναι· σχεδὸν γὰρ ὁμολογεῖ ταῦτα μανθάνειν ἃ ἴσμεν, ἀναμνήσεις ποιῶν τὰς μαθήσεις καὶ τὸ μανθάνειν οὐδὲν ἕτερον τοῦ γνωρίζειν. ἡμεῖς δὲ καὶ ταῦτα ἕτερα λέγομεν εἶναι, καὶ μανθάνειν μέν φαμεν ἃ πρότερον ἠγνοοῦμεν, γνωρίζειν δὲ ἃ πρότερον ἠπιστάμεθα, καὶ μηδὲν ὅλως κωλύειν τὸν μανθάνοντα, ὅταν μανθάνῃ, καὶ γνωρίζειν αὐτό, κατ’ ἄλλο μέντοι καὶ ἄλλο (καὶ προείρηται ἡμῖν ὁ τρόπος), ἁπλῶς δὲ ἅπασαν διδασκαλίαν καὶ μάθησιν ἀπό τινων ὁμολογουμένων καὶ φανερῶν προϊέναι, ἐξ ὧν καὶ τὸ ἀφανὲς γίνεται δῆλον. ὅτι μὲν οὖν ζητεῖν δυνατὸν καὶ ἀποδεικνύναι, διὰ τούτων ἔστω φανερόν· τί δέ ποτέ ἐστιν ἀπόδειξις, ἐφεξῆς ἂν εἴη διδάσκειν.

因为关于这个画出的三角形的知识存在着这两点,即它是一个三角形,以及它具有等于两直角[的内角];它是三角形必须通过观看并以这种方式获知,但它具有等于两直角[的内角]则也可以通过三段论来把握;因为对于后者,支配者不是感觉,而是理知与证明,而证明是通过知晓普遍者而成立的;因为这属于每一个三角形,而这又是一个三角形。因此,当三角形还被遮盖在写字板中时,在某种意义上必须说人知道它具有等于两直角[的内角],但在另一种意义上则不知晓;因为既不能说无条件地知道它具有等于两直角[的内角]——对于它,我们甚至不知道它是否是三角形——,也不能说无条件地不知晓那我们更一般地知晓其普遍者的事物。因此,由于这些缘故,不必害怕智者们称之为“蒙面者”的那些论证:“你知道每一个二都是偶数吗?”当他回答“知道”时,“然而你肯定不知道我们握在双手之中的这一个,既不知道它是二,也不知道它是偶数;所以你对于同一事物既知道又不知道。”但并没有什么荒谬之处:因为我知道每一个二的普遍属性,但这是否是二,我却不知道。因此,我并不是不知道我所知晓的那个东西本身,而是知晓普遍者,却不知晓个别者;正如我知道每一个人都是动物,但我却不能知晓现在正在撒丁岛上行走的某个人究竟是不是人,是不是动物。因为绝不应当像某些人试图做的那样去回答说,我们并不是知道每一个二都是偶数,而是知道凡我们确知其为二的[才是偶数];因为这绝非完全健全的说法,如果说他们确实知道自己拥有并获得了其证明的事物,而他们获得证明时并没有带有这样的附加条件——比如凡他们确知为二的二才是偶数——,而是无条件地针对每一个二和每一个三角形。但我认为,并没有什么阻止学习者对自己所学的事物在某一方面知晓,而在另一方面不知晓,并且预先知道其中的某些方面,而探求另一些方面。运用这些相同的道理,也必须用来回应《美诺篇》中的论证,该论证试图表明探求是不可能的,理由在于每一个探求者都必须探求他所不知道的事物[……];因为即使偶然碰到了它,他也不会知晓这就是他所探求的东西。但如果一切探求都是为了学习而存在,而如果我们不知道,探求便是不可能的,那么二者必居其一:要么我们完全学不到任何东西,要么我们只学习我们已经知晓的这些东西。因为这样,我们在找到它们之后也能认识到这些就是我们所追寻的东西,正如我认为对待一个逃亡的仆人,对于我们不认识的仆人,我们甚至不可能去探求,但对于我们认识的仆人,我们既能探求也能找到。面对这个论证,或者说这个诡辩,柏拉图似乎退让了;因为他几乎承认了我们学习的就是我们已知晓的事物,把学习当作回忆,把学习说成与认识毫无区别。但我们主张这两者是不同的,并且我们认为,我们所学习的是先前所不知晓的事物,而所认识的则是先前已知晓的事物,并且完全没有什么阻止学习者在学习时也同时认识它,然而却是在不同的方面(而且其方式我们之前已经说明过了),简言之,一切教授和学习都是从某些公认而显明的事物出发,不可见的事物也是由这些事物变得显明。因此,探求和证明是可能的,通过这些应当是显而易见的了;至于证明究竟是什么,接下来应当予以阐明。

语法注3 条
  1. 1.1ἡ δὲ ἀπόδειξις τῷ ἐπίστασθαι τὸ καθόλου

    该名词性小句省略了谓语动词(如 γίνεται),带冠词的不定词与格 τῷ ἐπίστασθαι 表示手段或原因(“证明是通过知晓普遍者[而成立的]”)。紧随其后由 ἐπειδὴ γάρ 引导的分句补足了其三段论依据。

  2. 1.1τῷ δεῖν μὲν ἅπαντα τὸν ζητοῦντα ἐκεῖνο ζητεῖν ὃ μὴ οἶδε * * *· καὶ γὰρ εἰ

    短语 τῷ δεῖν 是表示原因的带冠词不定词与格。μὲν 之后的星号表示文本残缺(lacuna),推测此处脱落了对应于两难另一端的反衬分句(例如“而不可能探求已知之物”)。随后的 καὶ γὰρ εἰ... μὴ γνώσεσθαι 是带宾格的不定词结构,由该诡辩间接引语的逻辑链条所支配。

  3. 1.1τὸν ἐν Σαρδοῖ βαδίζοντα νῦν οὔτε εἰ ἄνθρωπός ἐστιν, οὔτε εἰ ζῷον, ἔχω γινώσκειν

    宾格分词短语 τὸν ἐν Σαρδοῖ βαδίζοντα νῦν 是从属间接疑问从句(εἰ ἄνθρωπός ἐστιν...)的主语被提前(prolepsis)到主句侧的先取结构。它位于主谓短语 ἔχω γινώσκειν(表示能力的 ἔχω + 不定词,“我能够知道”)的宾语位置,意为“关于现在撒丁岛上行走的那个人,我无法知晓他是否是人……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:3.22-5.4