← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§47.33-49.10

归纳确立定义的不可行性及其与存在证明的区分

根据亚里士多德《后分析篇》卷二第七章,特米斯蒂乌斯论证了本是其所是(定义)既不能通过归纳来确立,也不能通过单一展示同时确立“是什么”与“存在”,并指出了若将定义仅降格为说明名称意义时所产生的荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7

7. Τάχα οὖν εἴποι τις ἂν ὅτι δι’ ἐπαγωγῆς δυνατόν. καὶ πῶς; ἐπαγωγὴ μὲν γὰρ ἐκ τῶν καθ’ ἕκαστον, ὁρισμὸς δὲ οὐδεὶς τῶν καθ’ ἕκαστον· καὶ ἐπαγωγὴ μὲν ἄλλο κατ’ ἄλλου, ὁρισμὸς δὲ τῶν ἄνευ συμπλοκῆς λεγομένων. τίς ἂν οὖν λείποι τρόπος καθ’ ὃν δείξομεν τὸ τί ἦν εἶναι; οὐ γὰρ δὴ τῷ δακτύλῳ γε καὶ τοῖς ὄμμασιν ἢ ἄλλῃ τινὶ τῶν αἰσθήσεων. ἐπεὶ καὶ τοῦτ’ ἄν τις ἀπορήσειεν, εἰ ἔστιν ὅλως δεῖξις τοῦ τί ἦν εἶναι ἀνάγκη γὰρ τὸν εἰδότα τί ἐστιν ἄνθρωπος ἢ ὁτιοῦν ἄλλο ἅμα εἰδέναι καὶ ὅτι ἔστι τὸ γὰρ μὴ ὂν πῶς ἄν τις εἰδείη τί ἐστιν; ἀλλὰ τί μὲν σημαίνει τοὔνομα, δυνατὸν γινώσκειν, ὅταν εἴπω τραγέλαφος τί δ’ ἐστὶ τραγέλαφος, γινώσκειν οὐκ ἔνι τὸν εἴπερ ἔστιν ἀγνοοῦντα.1 ὥστε ὁ δεικνύων τὸ τί ἦν εἶναι ἅμα ἂν δεικνύοι καὶ ὅτι ἔστιν. ἀλλὰ ἀδύνατον ἑνὸς γὰρ ἡ μία δεῖξις τὸ δὲ τί ἐστιν ἄνθρωπος καὶ τὸ εἶναι ἄνθρωπον ἄλλο, καὶ τοῦ μὲν ὁρισμός, τοῦ δὲ ἀπόδειξις ὅτι μὲν γὰρ ἔστι πρόνοια καὶ ὅτι θεός, ἀποδείκνυμεν. πῶς οὖν ὁ ὁριζόμενος ἅμα ἂν καὶ συλλογίζοιτο; καίτοι τοῦτο φυλάττονται αἱ ἐπιστῆμαι, καὶ χωρὶς μὲν τὸ τί ἐστι, χωρὶς δὲ τὸ ὅτι ἔστιν ἀποδεικνύουσιν. ὅταν δὲ ἀποδεικνύωσι τὸ ὅτι ἔστι, τὸ τί σημαίνει πρῶτον λαμβάνουσι λαμβάνοντες γὰρ τί σημαίνει τὸ τρίγωνον, ὅτι τὸ περιέχεσθαι ὑπὸ τριῶν εὐθειῶν, οὕτω δεικνύουσιν ὅτι ἔστι, συνιστάντες αὐτὸ ἐκ τριῶν εὐθειῶν ἀρχὴ γὰρ πάσης ζητήσεως τὸ τί σημαίνει. ὥστε ἡ μία πλειόνων δεῖξίς ἐστιν2 ὁ γὰρ δεικνὺς τὸ τί ἦν εἶναι οὐκ εἴσεται ὅτι ἔστι. φανερὸν δὲ καὶ ἐκ τῶν ἀποδιδομένων ὅρων ὡς οὐ δεικνύουσιν ἅμα τῷ εἶναι τὸ πρᾶγμα ὁ γὰρ λέγων ‘κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον’ οὐ δείκνυσιν ὅτι ἔστιν οὐδεμία γὰρ αἰτία τοῦ εἶναι τὸν κύκλον ἐνσημαίνεται τῷ λόγῳ. ἀλλ’ οὐδ’ ὅτι κύκλου λόγος ἐστίν, ἐμφαίνεταί τις ἀνάγκη δύναιτο γὰρ ἄν τις καὶ ὀρειχάλκου φάσκειν αὐτὸν εἶναι· οὐδὲν γὰρ ἔχει προσδηλούμενον ὁ τοῦ κύκλου λόγος ὅτι κύκλου ἐστίν. ἀλλὰ τοῦτο μὲν ἔξωθεν. εἰ δὲ μὴ δείκνυσιν ὅτι ἔστιν ὁ τὸ τί ἦν εἶναι ἀποδεικνύς, οὐκέτ’ ἂν ὁ ὁρισμὸς ἀποδείξοι τὸ πρᾶγμα τί ἐστιν, ἀλλὰ τὸ ὄνομα τί σημαίνει. οὕτω δὲ καὶ μὴ ὄντων ἔσονται ὁρισμοί· καὶ γὰρ ἱπποκένταυρος σημαίνει 〈τι〉 καὶ οἱ τὰς ἐτυμότητας ἀποδιδόντες τῶν ὀνομάτων, οἷον ἀνθρώπου τὸ διαρθροῦν τὴν ὄπα καὶ ἵππου τὸ ἵεσθαι τοῖς ποσί, μᾶλλον δὲ ἅπαντες 〈λόγοι〉 ὁρισμοί, καὶ διαλεγοίμεθα ἂν ἅπαντες ὁρισμοῖς, καὶ 〈ἡ〉 Ἰλιὰς ὁρισμὸς 〈ἂν〉 εἴη, λέγω δὲ οὐ τοὔνομα ἀλλὰ τὴν ὑποκειμένην ποίησιν τῷ ὀνόματι, καὶ τὸ “τίς πόθεν εἰς ἀνδρῶν” καὶ τὸ “ἥομεν ὡς ἐκέλευες” καὶ τὸ “ἄνδρα μοι ἔννεπε, μοῦσα” καὶ τὸ "Ἰλιόθεν με φέρων"· ἕκαστος γὰρ τούτων ἰσοδυναμεῖ καὶ ταὐτὸν σημαίνει ὁ μὲν ἐρωτήσει, ὁ δὲ ἀποκρίσει, ὁ δὲ προοιμίῳ, ὁ δὲ διηγήσει. ἀλλὰ γελοῖον· χωρὶς γὰρ τοῦ μηδὲ ὁρισμὸν εἶναι τὸν ἐξηγούμενον λόγον,3 τί σημαίνει τὸ λεγόμενον ὄνομα, οὐδὲ αὐτὸ τοῦτο προσδηλοῦται ἐν αὐτῷ, ὅτι ἐξ ἀνάγκης ἰσοδυναμεῖ τῷ ὀνόματι· οὐ γὰρ ἂν θέσει ἦν τὰ ὀνόματα, οὐδ’ ἂν ἦσαν ὁμωνυμίαι. ἐκ μὲν τοίνυν τούτων οὔτε ὁρισμὸς καὶ συλλογισμὸς φαίνεται ταὐτὸν ὄν, οὔτε ταὐτοῦ συλλογισμός τε καὶ ὁρισμός, * * * οὔτ’ εἶναι τὸ πρᾶγμα ἀποδείκνυσιν, οὔθ’ ὅτι ἐκείνου ἐστὶν οὗ ἀποδίδοται, δείκνυσι.

7. 那么,或许有人会说,通过归纳是可能的。但这怎么可能呢?因为归纳是从个别事例出发的,而任何定义都不是关于个别事例的;归纳是将一物述及另一物,而定义则属于不加结合而陈述的事物。那么,究竟还剩下什么方式能让我们展示本是其所是呢?这决计不是靠手指、靠眼睛或靠任何其他感觉。因为人们甚至可能会对此产生疑惑:是否根本就不存在关于本是其所是的展示;因为知道人或任何其他事物是什么的人,必然同时也知道它存在;因为如果一物不存在,人又怎能知道它是什么呢?固然,当我提及“鹿角山羊”时,知道这个名字意味着什么是可能的;但对于不知道鹿角山羊是否存在的人来说,要想知道它是什么则绝无可能。因此,展示本是其所是的人,将同时展示它的存在。但这是不可能的;因为单一的展示只针对单一的事物,而“人是什么”与“人存在”是不同的,对前者有定义,对后者则有论证;因为我们论证的是天意存在以及神存在。那么,进行定义的人怎能同时又进行推论呢?然而,各门科学都防范这一点,它们分别论证“是什么”以及分别论证“存在”。当它们论证“存在”时,首先假定它意味着什么;因为在假定了三角形意味着什么——即“被三条直线所围成”之后,它们才这样展示它的存在,用三条直线将它构建出来;因为一切探究的起点都在于“意味着什么”。因此,要么单一的展示将针对多数事物,要么展示本是其所是的人将不知道它的存在。从那些给出的定义中也很显然,它们并不同时展示事物的存在;因为说“圆是由一条线所围成的平面图形”的人,并未展示它的存在;因为公式中完全没有指明圆存在的任何原因。不仅如此,甚至连这必定是圆的公式也看不出任何必然性;因为有人甚至可以声称它是山铜的公式;因为圆的公式中并未额外表明它就是属于圆的。但这只是外在的论点。如果论证本是其所是的人并未展示它的存在,那么定义就将不再论证事物是什么,而仅仅论证名字意味着什么。这样一来,对于不存在的事物也将会有定义了;因为“马人”也意味着某种东西;而且那些给出名字词源解释的〔言述〕,例如关于人的“分节声音”和关于马的“以足奔驰”——或者说,一切言述——都将成为定义,我们将全都在用定义进行交谈,《伊利亚特》也将是一个定义——我指的不是这个名字,而是承载于该名字之下的整部诗作——以及“在众人中你究竟是谁?来自何方?”、“我们遵照你的吩咐前往”、“缪斯啊,请为我歌咏那个人”、“载着我离开伊利昂”;因为这些言述中的每一个都分别与一个提问、一个回答、一个序诗或一段叙述具有等同力量并且意味着相同的事物。但这实在荒谬;因为解释所言之名意味着什么的言述根本连定义都算不上,不仅如此,连它必定与该名字具有同等效力这一事实本身,也并未在其中额外表明;否则,名字就不是出于约定,也不会存在同名异义了。因此,从这些情况来看,既看不出定义与推论是同一回事,也看不出推论与定义是针对同一事物的,[定义]既不曾论证事物的存在,也未曾展示它是属于它所被赋予的那个事物的。

语法注3 条
  1. 2.7τὸν εἴπερ ἔστιν ἀγνοοῦντα

    条件从句 εἴπερ ἔστιν(在此嵌入式地用作类似间接疑问的表达,“究竟是否存在”)充当分词 ἀγνοοῦντα 的宾语。宾格 τὸν ἀγνοοῦντα 构成了不定式 γινώσκειν 的逻辑主语(宾格加不定式结构)。

  2. 2.7ὥστε ἡ μία πλειόνων δεῖξίς ἐστιν

    此处反映了对应亚里士多德原文的异读(常被校订或理解为 ὥστε ἢ μία πλειόνων δεῖξις ἔσται,“因此,要么单一的展示将针对多数事物,要么……”)。在当前文本的 ἡ μία ... ἐστιν 下,后接的句子 ὁ γὰρ δεικνὺς ... οὐκ εἴσεται 构成了假言二难的另一端,逻辑上作为选言关系来把握。

  3. 2.7χωρὶς γὰρ τοῦ μηδὲ ὁρισμὸν εἶναι τὸν ἐξηγούμενον λόγον

    介词 χωρίς 支配带冠词不定式的属格 τοῦ ... εἶναι,意为“除了……之外/且不说……”。τὸν ἐξηγούμενον λόγον 是不定式 εἶναι 的主语宾格,ὁρισμόν 是其表语宾格,紧随其后的 τί σημαίνει τὸ λεγόμενον ὄνομα 则是对 λόγον 起补充说明作用的间接疑问句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:47.33-49.10