- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:47.6-47.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
提斯提乌斯阐释《后分析篇》第二卷第六章,指出将定义的普遍公式作为大前提进行推论会导致乞题,而基于相反者定义的假言推论同样不能成立,因为它依赖于同样不显明的预设并导致循环论证。
6. Ἀλλ’ ἆρα τοῦτον ἔστι τὸν τρόπον ἀποδεῖξαι τὸ τί ἦν εἶναι, οἷον εἴ τις ὑποθέμενος καὶ λαβών, ὅτι πᾶς λόγος ὁ συγκείμενος ἐκ τῶν ἐν τῷ τί ἐστι καὶ ἰδίων ὁρισμός ἐστι καὶ τὸ τί ἦν εἶναι, προσλάβοι ‘οὗτος δὲ ὁ λόγος, φέρε τὸ ζῷον πεζὸν δίπουν, τοῦτον σύγκειται τὸν τρόπον, οὗτος ἄρα ὁρισμός ἐστιν ἀνθρώπου’; ἢ οὗτος καὶ πολλῷ γελοιότερος ὁ τρόπος· φανερώτερον γὰρ τίθησιν ὃ βούλεται δεῖξαι· τὸ γὰρ φάναι, ὅτι ζῷον πεζὸν δίπουν ἐκ τῶν ἐν τῷ τί ἐστι καὶ ἰδίων κατηγορεῖται, οὐδὲν ἄλλο φάναι ἐστὶν ἢ ὅτι ταῦτα ὁρισμός ἐστιν ἀνθρώπου. ταῖς προτάσεσιν οὖν τέθεικε τὸ συμπέρασμα, οὐ δυνάμει (τοῦτο μὲν γὰρ οὐδὲν ἄτοπον) ἀλλ’ ἐνεργείᾳ. ἔτι σχεδὸν οὐδὲν διαφέρει συλλογιζομένους τε [καὶ] ἀντὶ λήμματος ποιεῖσθαι τὸν λόγον τοῦ συλλογισμοῦ καὶ ὁρισμὸν ἀποδεικνύντας ἀντὶ προτάσεως τιθέναι τὸν λόγον τοῦ τί ἦν εἶναι,1 ἀλλ’ ὥσπερ ἐν τῷ συλλογίζεσθαι οὐ λέγομεν τί ἐστι συλλογισμός, οὕτως οὐδὲ ἐν τῷ τὸν ὁρισμὸν ἀποδεικνύναι λέγειν χρὴ τί ἐστιν ὁρισμός· δεῖ μὲν γὰρ ἀκριβῶς ἐγνωκέναι καὶ τί ἐστι συλλογισμὸς καὶ τί ἐστιν ὁρισμός, ὥστε αὐτοὺς γινώσκειν, ὁπόταν ταῦτα ποιῶμεν, καὶ τοὺς ἀμφισβητοῦντας δύνασθαι πείθειν, μέρος δὲ τῶν ἀποδείξεων μὴ οἴεσθαι τοὺς λόγους τούτους. Ἀλλ’ εἰ μηδὲ τοῦτον τὸν τρόπον, ἀλλ’ ἐξ ὑποθέσεώς γε ἴσως ἐνδέχεται· ἐξ ὑποθέσεως δὲ λέγω νῦν ἐξ ὑποθετικοῦ συλλογισμοῦ. εἴη δ’ ἂν οὗτος ὁ τρόπος· εἰ τοῦ κακοῦ λόγος ἐστὶ τὸ διαιρετόν (ἔστω γὰρ τὸ διαιρετὸν ὁρισμὸς τοῦ κακοῦ), ἔσται τοῦ ἐναντίου ὁ ἐναντίος· τοῦ ἀγαθοῦ ἄρα λόγος τὸ ἀδιαίρετον. ἀλλ’ ὁρᾷς ὅτι κἀνταῦθα τὸ τί ἦν εἶναι δεῖξαι βουλόμενος ἕτερον τί ἦν εἶναι λαμβάνει, καὶ ταῦτα οὐδὲν ἧττον ἀφανὲς ἢ τὸ δεικνύμενον·2 ἄμφω γὰρ ὁμοίως ἢ δῆλα ἢ ἄδηλα τὰ ἐναντία. φανερὸν δὲ ὅτι καὶ τὸν τοῦ κακοῦ λόγον δεῖξαι βουλόμενος λήψεται τὸν τοῦ ἀγαθοῦ· τοῦτο δὲ τί ἐστιν ἢ τὸ δι’ ἀλλήλων δεικνύναι; ἐφ’ ὧν δὲ μηδέν ἐστιν ἐναντίον, πῶς ἐξαρκέσει ἡ μέθοδος ἡ τοιαύτη;
6. 但是,难道有可能以这种方式论证本是其所是吗?例如有人假设并设定“凡由在是其所是中的项与固有属性组合而成的公式皆是定义和本是其所是”,随后追加假定:“而这一个公式,比方说‘双足步行动物’,就是以这种方式组合而成的;因此这就是人的定义”?抑或这种方式甚至更为可笑?因为他更为昭然地设定了他意图展示的东西;因为说“双足步行动物”是由在是其所是中的项与固有属性谓述的,无非就是说这些项构成了人的定义。因此,他在前提中设定了结论,不是以潜能的方式(这倒并非荒谬),而是以现实的方式。此外,进行推论者用推论的公式代替前提,与论证定义者用本是其所是的公式代替命题,几乎毫无区别;相反,正如我们在推论时并不陈述什么是推论,同样在论证定义时也不应当陈述什么是定义;因为我们固然必须精确地知晓什么是推论以及什么是定义,以便在我们进行这些操作时自己明白,并且能够说服争辩者,但绝不应认为这些公式是论证的一部分。但是,如果连这种方式也不行,那么或许从假说出发是可能的?我现在说“从假说出发”,是指通过假言推论。这种方式大概是这样:“如果恶的公式是‘可分的’(设可分的为恶的定义),那么相反者的公式也将是相反的;因此善的公式是‘不可分的’”。但你看到,在此处同样,他意图展示一个本是其所是,却设定了另一个本是其所是,而且这另一个本是其所是绝不比所要展示的更加显明;因为对立的两者要么同样显明,要么同样不显明。显而易见,意图展示恶的公式的人也会反过来设定善的公式;而这除了相互证明(循环论证)之外又是什么呢?再者,对于那些完全没有相反者的事物,这样的方法又怎能奏效呢?
- 2.6σχεδὸν οὐδὲν διαφέρει συλλογιζομένους τε [καὶ] ἀντὶ λήμματος ποιεῖσθαι τὸν λόγον τοῦ συλλογισμοῦ καὶ ὁρισμὸν ἀποδεικνύντας ἀντὶ προτάσεως τιθέναι τὸν λόγον τοῦ τί ἦν εἶναι
该句遵循“οὐδὲν διαφέρει A καὶ B”(A与B毫无区别)的对比结构。宾格分词 συλλογιζομένους 和 ὁρισμὸν ἀποδεικνύντας 分别作为不定式 ποιεῖσθαι 和 τιθέναι 的逻辑主语(宾格主语),整体构成推论者使用推论的定义与定义证明者使用本质的定义两者之间的平行对比。
- 2.6καὶ ταῦτα οὐδὲν ἧττον ἀφανὲς ἢ τὸ δεικνύμενον
καὶ ταῦτα 为惯用短语,意为“而且”、“加之”,用以对前面的分句(ἕτερον τί ἦν εἶναι λαμβάνει,“预设了另一个是其所是”)追加进一步的反驳点。οὐδὲν ἧττον ἀφανές 充当表语结构,意为“而且那绝不比所要展示的更加显明”。
