← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§45.9-47.5

通过三段论与划分法证明定义的不可能性

德米斯提厄斯论证了若试图通过推论来证明定义本身,则必然预先假定另一个定义作为中项从而陷入乞题;同时指出划分法因结论并非从前提必然得出,因而也不能构成推论性论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4

4. Ἀλλ’ ἆρα αὐτὸν τὸν ὁρισμὸν ἀποδεῖξαι ἐνδέχεται, ὅτι τοῦδέ ἐστιν, οἷον ὅτι τὸ ζῷον πεζὸν δίπουν ὁρισμός ἐστιν ἀνθρώπου; τοῦτο δὲ σχεδὸν μὲν ἤδη προὖπτόν ἐστι καὶ διὰ τῶν ἔμπροσθεν εἰρημένων, ἄξιον δὲ καὶ χωρίσαντας ἐπισκέψασθαι. εἰ δὴ πᾶς συλλογισμὸς τὶ κατά τινος ἀποδείκνυσι διά τινος μέσου, δεῖ δήπουθεν καὶ τὸν ὁρισμόν, ὅταν ἀποδεικνύηται ὅτι ἀνθρώπου ἐστί, διά τινος ἀποδείκνυσθαι μέσου· τὸν δὲ δὴ μέσον τοῦτον ἀνάγκη καὶ αὐτὸν ὁρισμὸν εἶναι ἀνθρώπου· οὕτω γὰρ ἔσται ἀπόδειξις· ἐπειδὴ γὰρ ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν, ζῷόν ἐστι πεζὸν δίπουν. ἑτέρως δ’ οὐκ ἔσται συλλογισμὸς τοῦ τί ἦν εἶναι· εἴτε γὰρ ἐπὶ πλέον ὁ μέσος ληφθείη τοῦ ἀνθρώπου εἴτε ἐπ’ ἔλαττον, εἴτε ἀντιστρέφοι μέν, μὴ ἐν τῷ τί ἐστι δὲ κατηγοροῖτο, οὐδ’ ἄρα ὁ μείζων ἄκρος ἐν τῷ τί ἐστι κατηγορηθήσεται. εἰ δὲ ταῦτ’ ἐστὶν ἀληθῆ, τὸν ἀποδεικνύντα τοῦ ἀνθρώπου τὸ τί ἦν εἶναι προσλαβεῖν ἄλλο δεῖ τί ἦν εἶναι. πόθεν δὲ ὅτι τὸ ζῷον πεζὸν δίπουν τοῦ ζῴου λογικοῦ θνητοῦ ἐν τῷ τί ἐστι κατηγορεῖται, ἢ τὸ ζῷον λογικὸν θνητὸν τοῦ ἀνθρώπου; οὐ γὰρ εἰ ἀκολουθεῖ τὸ Α τῷ Β καὶ τοῦτο τῷ Γ, ἔσται τὸ Α τοῦ Γ τὸ τί ἦν εἶναι· οὐ γὰρ πάντα τὰ ἀκολουθοῦντα ὡς ὁρισμοὶ ἀκολουθοῦσιν· ἀκολουθεῖ γὰρ καὶ τὰ γένη καὶ τὰ ἴδια καὶ τὰ ἀχώριστα συμβεβηκότα. εἰ μὲν τοίνυν ἁπλῶς λήψεται τὸ Α τῷ Β ἀκολουθεῖν καὶ τὸ Β τῷ Γ, ἀποδείξει ἄλλο τι ὑπάρχειν αὐτῷ· εἰ δὲ προσδιοριεῖται ἐν ταῖς προτάσεσιν ὅτι τὸ B τοῦ Γ ἐν τῷ τί ἐστι κατηγορεῖται, τὸ ἐν ἀρχῇ λήψεται καὶ αἰτήσει· οὐ γὰρ βούλεται τὸν ὁρισμὸν ἀποδεῖξαι, τούτου προλαμβάνει τινὰ ὁρισμὸν εἶναι χωρὶς ἀποδείξεως.1 ἔτι οὐδὲν ἧττον καὶ ὁ ἕτερος ὁρισμὸς διὰ τοῦ ἑτέρου δεικνύοιτο, ὅπερ ἀλλοτριώτατον ἀποδείξεως.

4. 但是,难道有可能论证定义本身属于此物——例如,“双足步行动物”是人的定义吗?这一点通过前面所说的内容其实已经几乎显而易见,但仍值得单独加以考察。如果一切推论都是通过某种中项展示某物属于某物,那么显然,当定义被论证属于人时,也必须通过某种中项被论证;而这个中项本身也必然是人的定义;因为只有这样才会有论证:因为人是“必死的理性动物”,所以他是“双足步行动物”。除此以外,将不会有关于本是其所是的推论;因为无论中项取得比人外延更广还是更窄,抑或它虽然能够换位却不是在本是其所是中被谓述,那么大项也就不会在本是其所是中被谓述。如果这些是真实的,那么论证人的是其所是者就必须另外假定另一个是其所是。但是,凭什么说“双足步行动物”是在“必死的理性动物”的是其所是中被谓述,或者“必死的理性动物”是在人的是其所是中被谓述呢?因为绝不是只要Α伴随Β,而Β伴随Γ,Α就是Γ的是其所是;因为并非所有相伴随的事物都是作为定义相伴随的;因为属、固有属性以及不可分离的偶性也相伴随。因此,如果他只是单纯地设定Α伴随Β且Β伴随Γ,他将论证某种其他事物属于它;但如果他在前提中明确规定Β在Γ的是其所是中被谓述,他就直接假定了开端的论题并在进行乞题;因为对于他所意图论证其定义的事物,他却预先未经论证地假定其某种定义成立。此外,另一定义通过这一定义被展示的可能性,绝不下于这一定义通过另一定义被展示,而这对于论证乃是最为格格不入的。

§2.5

​5. Ἀλλὰ μὴν οὐδὲ ἡ 〈διὰ〉 τῶν διαιρέσεων ὁδὸς συλλογίζεται, καθάπερ ἐν τῇ ἀναλύσει τῇ περὶ τὰ σχήματα εἴρηται· οὐδαμοῦ γὰρ ἐξ ἀνάγκης τοῖς τεθεῖσιν ἕπεται τὸ δεικνύμενον, ὥσπερ οὐδ’ ἐν ταῖς ἐπαγωγαῖς, ἀλλὰ σχεδὸν ἅπας ὁ λόγος ἐρωτᾶται μέχρι τοῦ συμπεράσματος καὶ τῷ συγχωρεῖσθαι λαμβάνεται, οὐ τῷ ἕπεσθαι τοῖς κειμένοις. ἆρ’ ὁ ἄνθρωπος ζῷον ἢ ἄψυχον; εἶτ’ ἔλαβε ζῷον, οὐ συλλελόγισται. πάλιν ζῷον ἅπαν ἢ πεζὸν ἢ ἔνυδρον· εἶτ’ ἔθηκε πεζόν, οὐ συνήγαγεν· εἶτα δίπουν ἢ ἄπουν; καὶ δόντος δίπουν τὸ ὅλον φησὶν εἶναι ζῷον πεζὸν δίπουν. ὁρᾷς οὖν ὡς ἅπας ὁ λόγος δι’ ἐρωτήσεως καὶ συγχωρήσεως πρόεισιν, οὐ τῷ ἔχειν τι ἀναγκαῖον. ἀλλ’ οὐδ’ εἰ τὸ καθ’ ἕκαστον ἀληθές, ἤδη καὶ ἅπαντα ἅμα·2 οὐ γάρ, εἰ σκυτεὺς καὶ ἀγαθός, ἤδη καὶ σκυτεὺς ἀγαθός. ἀλλ’ οὐδ’ εἰ πάντα ἀληθῆ, ἤδη καὶ ἐν τῷ τί ἦν εἶναι. τοσοῦτον δ’ ἡ διαίρεσις προὔργου ποιεῖ, ὅτι καὶ ὅσα συλλογισμῷ δεῖξαι ἐνδέχεται, καὶ ταῦτα προχείρως λαμβάνει·3 ἔνεστι γὰρ συλλογίσασθαι, ὅτι ὑπάρχει τῷ ἀνθρώπῳ τὸ ζῷον, μέσον λαβόντας [καὶ] τὸ αἰσθητικόν, καὶ ἔτι τὸ πεζόν, ἄλλο τι ποιησαμένους [τὸν] μέσον ὅρον. συλλογισμὸν μὲν τοίνυν ἡ διαίρεσις οὐ ποιεῖ, διδάσκει δὲ ὅμως γε κατ’ ἄλλον τρόπον· οὐδὲ γὰρ ἡ ἐπαγωγὴ συλλογίζεται, ἀλλ’ ὅμως διδάσκει γέ τι καὶ δείκνυσι. μάλιστα δὲ ἡ διαίρεσις χρήσιμος, ἂν γίγνηται κατὰ τὸν δέοντα τρόπον, πρῶτον μὲν λαμβάνουσα τὰ ἐν τῷ τί ἐστιν ἅπαντα, εἶτα μηδὲν μήτε παραλείπουσα μήθ’ ὑπερβαίνουσα μέχρι τῶν ἀτόμων εἰδῶν. ὑπερβαίνει μὲν οὖν ὁ τὸ ζῷον εὐθὺς εἰς δίπουν καὶ πολύπουν διαιρῶν· πρώτη γὰρ ἦν ἡ διαίρεσις εἰς τὸ πεζὸν καὶ πτηνόν. παραλιμπάνει δὲ ὁ τὸ πεζὸν εἰς τὸ δίπουν καὶ τετράπουν διαιρῶν· παρίησι γὰρ τὸ πολύπουν καὶ ἄπουν. ἀλλ’ ὅμως κἂν ἅπαντα ταῦτα φυλάττηται, διαιρήσει μὲν κατ’ ἐπιστήμην, οὐδὲν δὲ συλλογιεῖται· ὥσπερ γὰρ ἐπὶ τῶν συμπερασμάτων τῶν ἄνευ τοῦ μέσου λεγομένων τὸ διὰ τί φανερὸν οὐκ ἔστιν, οὕτως οὐδ’ ἐπὶ τοῦ λόγου ὃν συντίθησιν ἡ διαίρεσις, ἀλλ’ ἑκάστου μὲν ἴσως τῶν ἐν τῷ λόγῳ τὴν αἰτίαν ἀποδώσει χρώμενος τῇ διαιρέσει, οἷον ὅτι ἔμψυχον, διότι οὐκ ἄψυχον, καὶ ὅτι λογικόν, διότι οὐκ ἄλογον, τὸν δ’ ἅπαντα λόγον ὁρισμὸν εἶναι οὐκ ἀποδείξει.

​5. 再者,正如关于各格的分析中所说,通过划分的方法亦不能进行推论;因为在任何地方,所展示的事物都绝非必然地从被设定的前提中推导出来,正如在归纳中也是如此,而是几乎整个论述直到结论为止都是通过提问提出的,是因被同意而被采纳,而非因源于既定前提的必然跟随。“人是动物还是无灵魂之物?”接着他取得了“动物”,但并不是推论出来的。再者,“凡动物是步行的还是水生的?”接着他设定了“步行的”,但并没有导出它;接着是“双足的还是无足的?”而在对方承认“双足的”之后,他说全体就是“双足步行动物”。由此你看到,整个论述是如何通过提问与同意来进行的,而不是由于具有某种必然性。然而,即使各部分皆为真,亦不等于所有部分结合在一起已经为真;因为如果某人是鞋匠且是善的,绝不意味着他已经就是“优秀的鞋匠”。然而,即使这一切皆为真,亦不意味着这一切已经在是其所是之中。划分所能起到的用处不过如此,乃至凡是可以通过推论展示的事情,它也都草率地直接加以假定;因为完全有可能通过推论证明“动物”属于人,只要取“有感觉能力的”为中项,并且还可以通过把其他某物作为中项来推论“步行的”属于人。因此,划分固然不构成推论,但它仍然以另一种方式进行教导;因为归纳亦非推论,但依然能传授并展示某些东西。如果划分按照恰当的方式进行,则是极其有用的:首先取得在是其所是中的一切事物,然后直到不可分割的种为止既不遗漏也不越级跳过。因此,将动物直接划分为“双足的”和“多足的”的人就是越级跳过了;因为第一步划分本应是划分为“步行的”和“有翼的”。而把步行的划分为“双足的”和“四足的”的人则是遗漏了;因为他漏掉了“多足的”和“无足的”。然而,即使这一切都被遵守,他也只是合乎科学地划分,却丝毫没有进行推论;正如对于那些没有中项而陈述的结论而言其“为什么”并不显明一样,对于划分所组合出的定义式亦是如此;相反,使用划分者或许能对定义式中的每一项给出原因——例如,因为不是无灵魂之物所以是“有灵魂之物”,因为不是无理性的所以是“理性的” ——但他绝不会论证整个定义式就是一个定义。

语法注3 条
  1. 2.4οὐ γὰρ βούλεται τὸν ὁρισμὸν ἀποδεῖξαι, τούτου προλαμβάνει τινὰ ὁρισμὸν εἶναι χωρὶς ἀποδείξεως

    句首的 οὐ 在句法上最自然的是理解为粗气门的关系代词属格 οὗ(“对于他意图论证其定义的事物”),与后文的 τούτου 形成呼应。若按否定词 οὐ 理解,则句首否定所指不明且与 τούτου 无法形成通畅的代词关联,因此判定为关系分句修饰并先行于 τούτου。

  2. 2.5ἀλλ’ οὐδ’ εἰ τὸ καθ’ ἕκαστον ἀληθές, ἤδη καὶ ἅπαντα ἅμα

    条件从句 εἰ τὸ καθ’ ἕκαστον ἀληθές 与主句 ἤδη καὶ ἅπαντα ἅμα 均省略了系动词 ἐστί。结合紧接着出现的鞋匠的例子(参见《解释篇》第11章),此处指出的是复合项真值的不必然性(合取/组合谬误),ἅπαντα ἅμα 指“结合在一起的一切整体”。

  3. 2.5τοσοῦτον δ’ ἡ διαίρεσις προὔργου ποιεῖ, ὅτι καὶ ὅσα συλλογισμῷ δεῖξαι ἐνδέχεται, καὶ ταῦτα προχείρως λαμβάνει

    短语 τοσοῦτον προὔργου ποιεῖ(“起到如此多的用处”)在此带有反讽与限定色彩,意指划分所起的作用不过如此有限,以至于就连本可通过推论证明的事物,它也草率地当作前提直接采纳。后接的 ὅτι 引导解释此种后果的分句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:45.9-47.5