← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§44.6-45.8

定义与论证对象的相异性及互不相容

德米斯提乌提出了是否可能就同一方面通过定义和论证来认知同一事物的问题,论证了二者既不能完全对应,亦没有任何同一事物可以同时拥有定义和论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3

3. Ἄρ’ ἔστι τὸ αὐτὸ κατὰ τὸ αὐτὸ δι’ ὁρισμοῦ εἰδέναι καὶ ἀποδείξεως; κατὰ τὸ αὐτὸ δὲ εἶπον, ὅτι1 γινώσκοιμεν 〈μὲν〉 ἄν τὸ τρίγωνον καὶ δι’ ὁρισμοῦ τί ἐστιν, ὅτι σχῆμα ἐπίπεδον ὑπὸ τριῶν γραμμῶν περιεχόμενον, γινώσκοιμεν δ’ ἂν καὶ δι’ ἀποδείξεως, ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει, ἀλλ’ οὐ κατὰ ταὐτόν, ἀλλὰ τὸ μὲν ᾗ τί ἐστι, τὸ δὲ ᾗ συμβέβηκεν αὐτῷ ἕτερον. πρῶτον μὲν οὖν λεκτέον, εἰ παντὸς οὗ ἀπόδειξις, τούτου καὶ ὁρισμός. ἢ ἀδύνατον· ἀπόδειξις μὲν γὰρ καὶ ἀποφατικοῦ καθόλου, ὁρισμὸς δὲ οὐκ ἔστι δι’ ἀποφάσεως. ἆρ’ οὖν παντὸς οὗ ὁρισμός, τούτου καὶ ἀπόδειξις; ἢ καὶ τοῦτο ὁμοίως ἀμήχανον· αἱ γὰρ ἀρχαὶ τῶν ἀποδείξεων καὶ οἱ πρῶτοι ὅροι ὁρισμῷ μὲν γνώριμοι γίνονται, ἀποδείξει δ’ οὔ, ἢ εἰς ἄπειρον βαδιεῖται. Ἀλλ’ ἆρά τινος τοῦ αὐτοῦ ὁρισμός τε καὶ ἀπόδειξις; τοῦτο γὰρ λοιπόν. ἐπεὶ τοίνυν κεῖται ἡμῖν ἐν τοῖς ἔμπροσθεν, ὅτι τὸ ἀποδεικτὸν ἐπίστασθαι ἔστι μόνως, ὅταν ἔχωμεν αὐτοῦ τὴν ἀπόδειξιν, εἰ δι’ ὁρισμοῦ τὸ ἀποδεικτὸν ἐπίστασθαι οἷόν τε εἴη, ἐπίσταιτο ἄν τις τὸ ἀποδεικτὸν καὶ μὴ ἔχων αὐτοῦ τὴν ἀπόδειξιν· οὐδὲν γὰρ κωλύει μὴ ἅμα ἔχειν· ἀλλ’ ἄτοπον· οὐδὲν ἄρα δι’ ἀποδείξεως ἅμα ἐπιστητὸν καὶ δι’ ὁρισμοῦ. καὶ γὰρ ἐκ τῆς ἐπαγωγῆς ἱκανῶς ἂν τοῦτο πεισθείημεν· οὐδεὶς γὰρ ὁρισμὸς ἢ τῶν καθ’ αὑτὸ ὑπαρχόντων ἀποδείκνυσιν ἢ τῶν ὑπαρχόντων γε ἁπλῶς· καὶ γὰρ εἰ λαμβάνοι τι τῶν καθ’ αὑτό, ἀλλ’ οὐ δι’ ἀποδείξεως λαμβάνει· οὐ γὰρ ἀποδείκνυσιν ὅτι ζῷον, ἀλλὰ λαμβάνει, οὐδ’ ὅτι λογικόν, ἀλλὰ τίθησιν. ἔτι ὁ μὲν ὁρισμὸς τὴν ὅλην οὐσίαν γνώριμον ποιεῖ, ἡ δ’ ἀπόδειξις τὰ καθ’ αὑτὰ ὑπάρχοντα· ταῦτα δὲ φανερῶς οὐκ οὐσία. ἔτι ὁ μὲν ὁρισμὸς δείκνυσι τὸ τί ἦν εἶναι τοῦ πράγματος ὑπὲρ οὗ λέγει· οὐδεμία δὲ ἀπόδειξις τὴν οὐσίαν δείκνυσι καὶ συμπεραίνεται, ἀλλὰ τίθησι καὶ λαμβάνει, οἷον ὡς αἱ μαθηματικαὶ τί μονάς, τί τὸ περιττόν, καὶ αἱ ἄλλαι ὁμοίως. ἔτι πᾶσα ἀπόδειξις τὶ κατά τινος δείκνυσιν· ἐν δὲ τῷ ὁρισμῷ οὐδὲν οὐδενὸς κατηγορεῖται, οὔτε τὸ ζῷον κατὰ τοῦ πεζοῦ, οὔτε τὸ πεζὸν κατὰ τοῦ ζῴου, οὔτε κατὰ τοῦ ἐπιπέδου τὸ σχῆμα, οὔτε κατὰ τοῦ σχήματος τὸ ἐπίπεδον· οὔτε γὰρ χρῆται τῷ καθόλου προσδιορισμῷ, οὔτε ἀληθεύσει, εἰ χρήσεται. ἀλλ’ οὐδὲ κατὰ ἀνθρώπου κατηγορεῖται ὁ ὁρισμός· οὐδὲ γὰρ μέρος ὁ ἄνθρωπος τοῦ ὁρισμοῦ ὥσπερ μέρος τοῦ συμπεράσματος ὁ ὑποκείμενος·2 ὁ δὲ εἰπὼν ‘ἄνθρωπός ἐστι ζῷον πεζὸν δίπουν’ οὐχ ὁρισμὸν εἴρηκεν ἀλλὰ πρότασιν τὸν ὁρισμὸν κατηγορούμενον ἔχουσαν. ἔτι ἕτερον ζήτημα παντελῶς τὸ τί ἐστι καὶ ὅτι αὐτῷ τόδε ὑπάρχει, καὶ ἕτερα παντελῶς, οὐχ ὡς τὸ μὲν καθόλου εἶναι τὸ δὲ ὑπ’ αὐτό, ὡς τὸ ἰσοσκελὲς καὶ τὸ τρίγωνον· τῶν δ’ οὕτως ἑτέρων ἕτεραι καὶ αἱ ἐπιστῆμαι.3 φανερὸν ἄρα ὅτι τοῦ αὐτοῦ οὐδενὸς ἐνδέχεται ὁρισμόν τε εἶναι καὶ ἀπόδειξιν.

3. 难道可能就同一方面通过定义和论证来认知同一事物吗?我之所以说“就同一方面”,是因为我们固然可以通过定义认知三角形是什么,即“由三条线包围的平面图形”,也可以通过论证认知它具有等于两直角[的内角],但这并不是就同一方面,而是一者就其是什么而言,另一者就属于它的另一种偶性而言。那么首先应当说明,是否凡是有论证的事物,对此事物亦有定义。或者这是不可能的;因为论证也可以针对全称否定命题,而通过否定是不存在定义的。那么是否凡是有定义的事物,对此事物亦有论证呢?或者这同样是不可能的;因为论证的诸原理和最初诸项是通过定义得以被认知,而不是通过论证,否则就会陷入无穷后退。然而,是否存在对某种同一事物的定义和论证呢?因为剩下的唯有此项。既然我们在前面已经设定,只有当我们拥有可论证者的论证时,才可能对该可论证者具有科学知识,那么如果有可能通过定义认知可论证者,一个人哪怕没有它的论证,也会对该可论证者具有知识;因为并没有什么阻止人不同时拥有二者;但这乃是荒谬的;因此没有任何事物能够同时通过论证和通过定义被知晓。实际上,从归纳中我们亦能对此充分信服;因为没有任何定义论证自身属性,更无论证单纯的属性;因为即使它取了某种自身属性,也绝非通过论证取得的;因为它并不论证它是动物,而是直接取之,亦不论证它是理性的,而是直接设定之。此外,定义使整个本质显明,而论证则使自身属性显明;而这些属性显然不是本质。此外,定义揭示其所谈论事物的是其所是;而没有任何论证揭示本质并得出该结论,而是直接设定并假定它,正如数学论证设定何为单位、何为奇数,其余各学亦同此理。此外,一切论证都是展示某物关于某物成立;但在定义中,没有任何事物被用来谓述任何事物,既非把动物谓述于步行的,亦非把步行的谓述于动物,既非把图形谓述于平面,亦非把平面谓述于图形;因为它既不使用全称限定词,即便使用了也不会说出真理。然而定义亦非被谓述于人;因为人并不像主项作为结论的部分那样作为定义的部分;而那个说“人是双足步行动物”的人所陈述的并不是定义,而是一个把定义作为谓项的命题。此外,“是什么”和“此物属于它”是全然不同的探究,也是全然不同的事物,并不是像一者为全称而另一者从属于它那样,如同等腰[三角形]和三角形那样;而对于如此相异的事物,其科学知识亦是相异的。因此显而易见,对于任何同一事物,都不可能既有定义又有论证。

语法注3 条
  1. 2.3κατὰ τὸ αὐτὸ δὲ εἶπον, ὅτι

    连词 ὅτι 引导原因从句(“因为……”),用以说明在开篇问题中为何要附加“就同一方面”(κατὰ τὸ αὐτό)这一限定条件。

  2. 2.3οὐδὲ γὰρ μέρος ὁ ἄνθρωπος τοῦ ὁρισμοῦ ὥσπερ μέρος τοῦ συμπεράσματος ὁ ὑποκείμενος

    在 ὥσπερ 从句中省略了动词 ἐστί。句子骨架为“因为人并不像主项是结论的一部分那样是定义的一部分”,以此确立定义本身与将定义谓述于主项的命题之间的区别。

  3. 2.3τῶν δ’ οὕτως ἑτέρων ἕτεραι καὶ αἱ ἐπιστῆμαι

    短语 τῶν οὕτως ἑτέρων 是与谓语形容词 ἕτεραι 相关的指示属格(涉及属格),系词 εἰσίν 被省略,构成“对于如此相异的事物,其知识亦是相异的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:44.6-45.8