← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§42.2-44.5

四种探求对象与对原因的探究

对《后分析篇》卷二开头(89b23起)的释义。泰米斯提乌斯将探求对象划分为四种类型——单纯者(是否存在、是什么)与复合者(是否如此、为何如此),阐明一切探求本质上都是对原因的探求,并解释了此处与《论题篇》中论题分类的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

1. Ἕπεται δὲ εὐθὺς ἐπισκέψασθαι τὰς τῶν ζητουμένων διαφοράς· αἱ δ’ αὐταί εἰσι καὶ τῶν εὑρισκομένων ἐκ ζητήσεως, ἐπειδὴ πᾶσα ζήτησις εὑρέσεως χάριν. ζητοῦμεν τοίνυν ἢ περὶ ἁπλοῦ τινος καὶ ἀσυνθέτου ἢ περὶ συνθέτου καὶ ἐν προτάσει. καλῶ δὲ ἁπλοῦν μὲν ὃ σημαίνεται ὑπὸ μιᾶς κατηγορίας, οἷον ἱπποκένταυρον ἢ θεόν, σύνθετον δὲ ἆρα ἡ σελήνη ἐκλείπει καὶ τὸ δίκαιον φύσει ἐστίν.1 εἰ μὲν οὖν περὶ ἁπλοῦ τινος ζητοίημεν, πρῶτον μὲν εἰ ἔστι ζητοῦμεν, ἔπειτα τί ἐστι· πρῶτον μὲν γὰρ ζητοῦμεν εἰ ἔστι θεός, ἔπειτα τί ἐστι θεός. εἰ δὲ ὑπὲρ συνθέτου καὶ ἐν προτάσει, πρῶτον μὲν εἰ ὑπάρχει τῷ ὑποκειμένῳ τὸ κατηγορούμενον ἐν τῇ προτάσει, ἔπειτα ὅταν τοῦτο μάθωμεν, διὰ τί οὖν ὑπάρχει καὶ πῶς ὑπάρχει· μαθόντες γὰρ ὅτι ἡ σελήνη ἐκλείπει, ἐφεξῆς διὰ τίνα αἰτίαν ἐκλείπει, ζητοῦμεν. τέσσαρα οὖν ἐστιν, εἰ ἔστι, τί ἐστιν, εἰ ὑπάρχει τόδε τῷδε, διὰ τί ὑπάρχει, δύο μὲν περὶ τῶν ἁπλῶν, δύο δὲ περὶ τῶν συγκειμένων.

1. 接下来紧接着要考察探求对象的诸种区别;而这些区别与从探求中被发现者的区别亦是相同的,因为一切探求都是为了发现。因此,我们或者探求某种单纯而非复合的事物,或者探求复合且处于命题中的事物。而我把由单个范畴所指示者称为单纯者,例如半人马或神;把诸如月亮是否受食、正义是否出于自然本性这样的事情称为复合者。如果我们探求某种单纯者,首先探求它是否存在,然后探求它是什么;因为首先探求是否存在神,然后探求神是什么。但如果是关于复合且处于命题中的事物,首先探求命题中的谓项是否属于主项,然后当我们得知此事时,再探求究竟为何属于以及如何属于;因为得知了月亮受食之后,接下去我们就探求因何缘故受食。因此共有四种探求:是否存在、是什么、此物是否属于彼物、为何属于,两种关乎单纯者,两种关乎复合者。

§2.2

2. Μὴ θορυβείτω δὲ ἡμᾶς, εἰ ἑτέραν ἐν τοῖς Τοπικοῖς τῶν προβλημάτων τὴν διαίρεσιν πεποιήμεθα· μόνων γὰρ ἐκεῖ τῶν διαλεκτικῶν προβλημάτων ἐρρήθησαν αἱ διαφοραί, ἅπαντα δὲ ἐκεῖνά ἐστιν ἐν συνθέσει καὶ μόνῳ τῷ τρόπῳ τῆς προτάσεως διαφέρει· ἢ γὰρ ὡς γένος τόδε τῷδε ὑπάρχει, ἢ ᾗπερ ἴδιον τόδε τοῦδε, ἢ ᾗ συμβέβηκε τόδε τῷδε, ἢ ᾗπερ ὁρισμὸς τόδε τοῦδε. καὶ γὰρ ἂν ὑπὲρ ὁρισμοῦ ζητῶμεν διαλεκτικῶς, πρότασιν αὐτὸν ποιήσαντες οὕτω ζητοῦμεν, οἷον ἆρ’ ἐστὶν ἡ ψυχὴ ἀριθμὸς ἑαυτὸν κινῶν, ὡς ἐνόμιζε Ξενοκράτης. ὅταν δὲ ἐπιστημονικῶς μετίωμεν τὸ τί ἐστιν, οὐδέπω πρότασις ἡμῖν τὸ ζήτημα. ἀλλ’ οὐδὲ τὸ διὰ τί ἐστι πρόβλημα διαλεκτικόν· οὐ γὰρ δίδωσιν ὁ πυνθανόμενος ἑλέσθαι τὸ ἕτερον τῆς ἀντιφάσεως μόριον· οὐδὲ γὰρ ἐλέγχου χάριν πυνθάνεται, ἀλλ’ ἐπιστήμης ἕνεκεν μέτεισι τὴν αἰτίαν. ὁ μὲν οὖν ζητῶν ἆρα ἔστι κενόν, ἢ ἆρα ἡ σελήνη ἐκλείπει, ζητοῦντι ἔοικεν ἆρα ἔστι λαβεῖν τι αἴτιον τοῦ κενὸν εἶναι καὶ τοῦ τὴν σελήνην ἐκλείπειν. ὁ δὲ εἰδὼς μὲν ὅτι ἔστι κενόν, εἰδὼς δὲ ὅτι ἡ σελήνη ἐκλείπει, ζητῶν δὲ τί ἐστι τὸ κενὸν καὶ διὰ τί ἡ σελήνη ἐκλείπει, τίθεσθαι μὲν φαίνεται ὅτι ἔστι τις αἰτία καὶ τῷ κενῷ τοῦ εἶναι καὶ τῇ σελήνῃ τοῦ ἐκλιμπάνειν, ζητεῖ δὲ τίς ἐστιν ἡ αἰτία. δῆλον δέ· ὅταν γὰρ ἐξεύρῃ τί ἐστι τὸ κενόν, ἐξεῦρε τί ἐστι τὸ αἴτιον τοῦ κενὸν εἶναι· ὁ γὰρ ὁρισμὸς καὶ τὸ τί ἦν εἶναι αἴτιος ἑκάστῳ τοῦ εἶναι· καὶ πάλιν ὅταν ἐξεύρῃ διὰ τί ἡ σελήνη ἐκλείπει, ἐξεῦρε τίς ἐστιν ἡ αἰτία τοῦ τὴν σελήνην ἐπισκοτεῖσθαι· εἰ γὰρ ἐκλείπει διὰ τὸ ἀντιφράττεσθαι τὸ φῶς ὑπὸ τῆς γῆς, ἡ ἀντίφραξις τοῦ φωτός ἐστιν αἰτία τοῦ ἐκλιμπάνειν. αἰτίας οὖν ζήτησις πανταχοῦ ἢ τοῦ εἶναι ἁπλῶς ἢ τοῦ τόδε τῷδε ὑπάρχειν. ὅτι δὲ ἀληθὲς τοῦτο, φανερὸν ἐντεῦθεν· ἐφ’ ὧν γὰρ αἰσθητὸν τὸ αἴτιον ἢ τοῦ εἶναι ἢ τοῦ τοιόνδε εἶναι, ἐπὶ τούτων οὐδὲν ἐπιζητεῖται, οὔτε εἰ ἔστιν, οὔτε τί ἐστιν, οὔτε εἰ τοιόνδε, οὔτε [εἰ] διὰ τί τοιόνδε· εἰ γὰρ ἦμεν ἐπὶ τῆς σελήνης καὶ τῆς ἀντιφράξεως ᾐσθανόμεθα, οὔτε εἰ ἔστιν ἔκλειψις ἐζητήσαμεν, οὔτε τί ἔστιν ἔκλειψις, οὔτε εἰ τῇ σελήνῃ συμβαίνει, οὔτε διὰ τί συμβαίνει. καὶ οὐ λέγω ὅτι τὸ αἰσθάνεσθαι τῆς αἰτίας ταὐτὸν ἂν ἦν τῷ ἐπίστασθαι, ἀλλ’ ὅτι ἐκ τοῦ αἰσθάνεσθαι τὸ καθόλου ἂν ἐγένετο καὶ τὸ ἐπίστασθαι. ζητοῦντες μὲν οὖν τὸ διότι τὸ ὅτι γνώριμον ἔχομεν, ἀποδεικνύντες δὲ τὸ ὅτι τὸ διότι πάντως συνεξευρίσκομεν· ἐπὶ γὰρ τῆς κυρίως ἀποδείξεως τοῦ ὅτι καὶ τὸ διότι συναναφαίνεται,2 εἴπερ ὀρθῶς ἐλέγετο ἐπὶ τῆς ἀποδείξεως τὸ μέσον αἴτιον εἶναι μὴ τοῦ συμπεράσματος μόνον ἀλλὰ καὶ τοῦ πράγματος. οὐ μὴν ἐπί γε τοῦ τί ἐστι καὶ εἰ ἔστιν ὁμοίως ἔχει, ἀλλὰ πρὸ μὲν τοῦ τί ἐστι τὸ εἶναι τὸ πρᾶγμα ὑποκεῖσθαι χρεών· αὐτὸ δὲ τὸ εἶναι ὅταν ζητῆται, πολλάκις μὲν ὁ ὁρισμὸς συνεκφαίνεται, πολλάκις δὲ οὔ, ἀλλὰ καὶ σημεῖον ἔσθ’ ὅτε ἀπόχρη καὶ τῶν ἑπομένων τι λαβοῦσι τὴν οὐσίαν ἐνδείξασθαι τοῦ ζητουμένου·3 τὰ δὲ τοιαῦτα τῆς μὲν εὑρέσεως εἶεν ἂν ὡς ἀρχαί, οὐκ ἔστι δὲ καὶ τοῦ πράγματος αἴτια. πῶς μὲν οὖν τὰ σύνθετα τῶν ζητουμένων ἀποδείκνυται, εἴρηται πρότερον· περὶ δὲ τοῦ τί ἐστιν εἴπωμεν νῦν, εἰ ἄρα οἷόν τε καὶ τοῦτο ἀποδεικνύναι. ἀρχὴ δὲ ἥδε τῆς σκέψεως.

2. 我们在《论题篇》中对论题所作的另一种划分亦不应使我们困惑;因为在那里陈述的仅仅是辩证论题的区别,而所有那些论题都处于结合之中,仅在命题的样态上有所不同;即要么作为属此物属于彼物,要么作为固有属性此物归于彼物,要么作为偶性此物属于彼物,要么作为定义此物归于彼物。实际上,哪怕我们辩证地探求定义,也是将其做成命题来探求的,例如像克塞诺克拉底所认为的那样,“灵魂是否是自我运动的数”。但当我们以科学知识的方式探求“是什么”时,这一探求对象对我们而言尚非命题。而且“为何”亦非辩证论题;因为发问者并不容许选择矛盾的一方;因为他发问并非为了反驳,而是为了科学知识而追寻原因。因此,探求“是否存在虚空”或者“月亮是否受食”的人,宛如探求是否能把握某种虚空存在的原因以及月亮受食的原因的人。而知晓存在虚空、知晓月亮受食,却探求虚空是什么以及月亮为何受食的人,显见设定了无论是对于虚空的存在还是对于月亮的受食都有某种原因,但他探求的是该原因是什么。这也是显明的:因为当他查明虚空是什么时,他就查明了虚空存在的原因是什么;因为定义和本是正是每个事物存在的原因;再次,当他查明月亮为何受食时,他就查明了月亮被遮蔽的原因是什么;因为如果它是由于光线被大地遮挡而受食,那么光线的遮挡就是受食的原因。因此,任何地方的探求要么是关于单纯存在的原因,要么是关于此物属于彼物的原因的探求。而此事为真从下述事实显明:凡是其存在或成为如此的原因是可以感知的事物,对于这些事物便丝毫不作进一步的探求,既不探求是否存在,亦不探求是什么,亦不探求是否如此,亦不探求为何如此;因为如果我们当时在月亮上并感知到了遮挡,我们就不会探求是否存在受食,也不会探求受食是什么,不会探求它是否发生在月亮上,也不会探求它为何发生。我并非说感知原因就等于具有科学知识,而是说从感知中会产生普遍者和科学知识。因此,我们在探求“为何”时,把“事实”作为已知的事物,而在论证“事实”时,我们全然一同发现了“为何”;因为在严格意义上关于“事实”的论证中,“为何”亦随之一同显明,如果说在论证中说中项不仅是结论的原因而且是事物本身的原因乃是正确的话。然而在“是什么”和“是否存在”上情况并非如此;相反,在“是什么”之前,必须把该事物存在设为前提;当存在本身受到探求时,往往定义随之一同显露,但也往往不然,有时甚至一个表征就足够了,对于抓住了后随属性之一的人来说,指出所探求事物的本质便已足够;而此类事物固然可作为发现的原则,却并不是该事物本身的原因。那么,探求的复合对象是如何被论证的,此前已作说明;现在让我们来谈谈“是什么”,看它究竟是否也可能被论证。而考察的起点如下。

语法注3 条
  1. 2.1σύνθετον δὲ ἆρα ἡ σελήνη ἐκλείπει καὶ τὸ δίκαιον φύσει ἐστίν

    直接疑问分句 ἆρα ἡ σελήνη ἐκλείπει(“月亮是否受食”)与省略了 ἆρα 的并列分句 [ἆρα] τὸ δίκαιον φύσει ἐστίν 实词化地作为述谓动词 καλῶ(“我称之为”)的直接宾语,与前文的宾语从句 ἁπλοῦν μὲν ὃ... 相对成文,直接充当复合探求的具体实例。

  2. 2.2ἐπὶ γὰρ τῆς κυρίως ἀποδείξεως τοῦ ὅτι καὶ τὸ διότι συναναφαίνεται

    属格短语 τοῦ ὅτι 作为宾格性属格依附于介词短语中的名词 ἀποδείξεως(“关于事实的论证”)。动词 συναναφαίνεται 的主语是 τὸ διότι,整句构成“在严格意义上关于事实的论证中,‘为何’亦一同显明”的骨架。

  3. 2.2ἀλλὰ καὶ σημεῖον ἔσθ’ ὅτε ἀπόχρη καὶ τῶν ἑπομένων τι λαβοῦσι τὴν οὐσίαν ἐνδείξασθαι τοῦ ζητουμένου

    动词 ἀπόχρη(“足够”)以主格的 σημεῖον 为主语(“甚至一个表征有时也足够”),并由不定式短语 τὴν οὐσίαν ἐνδείξασθαι(“指出本质”)补充说明;与格复数分词 λαβοῦσι 则指示了不定式的逻辑主语(“对于抓住……的人而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:42.2-44.5