← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§39.24-41.6

知识与真意见的区别及机智的定义

本节阐释亚里士多德《后分析篇》卷一第33–34章(88b30–89b20),从底层对象(必然与偶然)及领会方式两个维度论述科学知识与真意见的区别,说明同一个人不可能同时就同一事物兼具二者,并定义了机智即无需思虑即刻把握三段论中项的能力及其具体例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.30

33. Τὸ δὲ ἐπιστητὸν καὶ ἐπιστήμη διαφέρει τοῦ δοξαστοῦ καὶ δόξης· λέγω δὲ τῆς ἀληθοῦς δόξης· ἡ γὰρ ψευδὴς δόξα πρόδηλος ὡς οὐδὲν ἔοικεν ἐπιστήμῃ. ἡ τοίνυν ἀληθὴς δόξα τῆς ἐπιστήμης διαφέρει δυσί, τῷ τε ὑποκειμένῳ καὶ τῷ τρόπῳ τῆς ὑπολήψεως· τῇ μὲν γὰρ ὑπόκειται τὸ ἀναγκαῖον καὶ ἀδύνατον ἄλλως ἔχειν, τῇ δὲ τὸ ἐνδεχόμενον ἄλλως ἔχειν, καὶ ἡ μὲν δι’ ἀναγκαίων, ἡ δὲ δι’ ἐνδεχομένων προτάσεων· οὗτος γὰρ ἑκατέρας τρόπος τῆς ὑπολήψεως. ὅτι μὲν οὖν περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν ἡ δόξα, δῆλον ἐκεῖθεν· οὔτε γὰρ ἐπιστήμη τούτων ἐστίν· ἦν γὰρ ἂν ἀδύνατα ἄλλως ἔχειν· οὔτε νοῦς· λέγω γὰρ νοῦν ἐν τῷ παρόντι τὴν ἀρχὴν τῆς ἐπιστήμης ᾗ τοὺς ὅρους γνωρίζομεν· οὔτε μὴν ἣν ἄν τις ἀναπόδεικτον ἐπιστήμην καλέσειε, λέγω δὲ τὴν λῆψιν τῶν ἀμέσων προτάσεων. εἰ δὲ οἷς ἀληθεύομεν ταῦτά ἐστι, νοῦς καὶ ἐπιστήμη καὶ δόξα, λείπεται δόξαν εἶναι περὶ τὸ ἀληθὲς μὲν ἐνδεχόμενον δὲ καὶ ἄλλως ἔχειν· διὰ τοῦτο γὰρ καὶ ἀβέβαιον ἡ δόξα, ὅτι ὑπόκειται καὶ φύσις αὐτῇ τοιαύτη. πρὸς δὲ τούτοις οὐδεὶς οἴεται δοξάζειν, ὅταν οἴηται ἀδύνατον εἶναι μὴ οὕτως ἔχειν περὶ τοῦ πράγματος, ἀλλὰ τότε ἐπίστασθαι ὑπολαμβάνει· ὅταν δὲ εἶναι οὕτως, οὐ μὴν ἀλλὰ καὶ ἄλλως ἐνδέχεσθαι, τότε δοξάζειν. ὅτι δὲ καὶ τῷ τρόπῳ τῆς ὑπολήψεως διαφέρουσι, ῥητέον. ἔστι γὰρ καὶ τὸ αὐτὸ καὶ διὰ τῶν αὐτῶν προτάσεων ὁτὲ μὲν ἐπίστασθαι ὁτὲ δὲ δοξάζειν, ἄν τε τοῦ ὅτι γίνηται μόνον συλλογισμός, ἄν τε καὶ τοῦ διότι· ὅθεν καὶ δοξάσειεν ἂν ὁ τὸ αὐτὸ διὰ τῶν αὐτῶν εἰδὼς ὁμοίως εἰδέναι,1 ὥστε εἰ κατ’ ἐπιστήμην ἅτερος, καὶ ἅτερος παραπλησίως. ἀλλ’ οὐκ ἀληθές· ἂν μὲν γὰρ ὑπολαμβάνῃ μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν τὰς προτάσεις, ἀλλ’ ἐκ τῶν καθ’ αὑτὰ καὶ τῆς οὐσίας τοῦ πράγματος, οὐ δοξάσει ἀλλ’ ἐπιστήσεται· ἂν μέντοι ἀληθεῖς μὲν ὑπολαμβάνῃ, μὴ οὕτως δὲ ἔχειν ὡς ἔχουσι, τουτέστι μὴ ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων, εἰδέναι δοξάσει τότε καὶ οὐκ ἐπιστήσεται. οὕτω μὲν οὖν τοῦ αὐτοῦ δόξαν εἶναι καὶ ἐπιστήμην ἐνδέχεται, ὅτι περὶ τὸ αὐτὸ ὑποκείμενον ἡ μὲν ἄλλως ἡ δὲ ἄλλως, καὶ ὅτι διὰ τῶν αὐτῶν προτάσεων ἡ μὲν ὡς ἐνδεχομένων ἡ δὲ ὡς ἀναγκαίων. ὡς μέντοι γε τὰς αὐτὰς ἀλλήλαις εἶναι τὴν δόξαν τε καὶ τὴν ἐπιστήμην ἀδύνατον· ἄλλο γὰρ τὸ τί ἦν εἶναι ἑκάστῃ καὶ πολὺ διαφέρων ὁ τρόπος τῆς ὑπολήψεως, ὥσπερ δόξαν ἀληθῆ μὲν καὶ ψευδῆ περὶ τοῦ αὐτοῦ [μὲν] εἶναι ἐνδέχεται, οὐ τὰς αὐτὰς δέ· οὐ γὰρ ταὐτὸν τὸ ἀβέβαιον τῷ βεβαίῳ καὶ τῷ μεταπεσεῖν δυναμένῳ τὸ ἀμετάπτωτον. διόπερ οὐδ’ οἷόν τε τὸν αὐτὸν περὶ τοῦ αὐτοῦ καὶ δόξαν ἔχειν ἅμα καὶ ἐπιστήμην· ἅμα γὰρ ἂν ὑπολαμβάνοι καὶ ἐνδέχεσθαι <καὶ μὴ ἐνδέχεσθαι〉 ἄλλως ἔχειν τὸ αὐτό.2 ἀλλ’ ἐν ἄλλῳ μὲν εἶναι περὶ ταὐτοῦ δόξαν, ἐν ἄλλῳ δ’ ἐπιστήμην συμβαίνει· ἐν Ἐπικούρῳ μὲν γὰρ δόξα ἦν ὅτι τῆς σελήνης ὑποτρεχούσης ὁ ἥλιος ἐκλιμπάνει· ᾤετο γὰρ αὐτὸ ἐνδέχεσθαι καὶ ἄλλως ἔχειν· ἐν Ἱππάρχῳ δὲ ἐπιστήμη. τὴν δὲ αὐτὴν ψυχὴν περὶ τοῦ αὐτοῦ καὶ ἐν τῷ αὐτῷ χρόνῳ ἀμήχανον δοξάζειν τε καὶ ἐπίστασθαι. δόξα μὲν οὖν τοῦτό ἐστιν.

33. 可知之物与科学知识有别于可意见之物与意见——我指的是真意见;因为假意见显而易见丝毫不像科学知识。真意见与科学知识有两点区别:一在其底层对象,二在其领会方式。因为一者的底层对象是必然的且不可能处于其他状态者,而另一者是可能处于其他状态者;一者是通过必然的前提,而另一者是通过可能的前提;因为这就是各自的领会方式。因此,意见关乎可能处于其他状态者,这从下述事实显明:关于这些事物既不存在科学知识(否则它们就将不可能处于其他状态),亦不存在理智(因为在此刻我将理智称为我们借以认识定义的科学知识原则),亦不存在人们所说的非论证的知识,而我指的是对直接前提的接纳。如果说我们赖以把握真理的方式就是这些——理智、科学知识与意见——那么剩下的就是意见关乎虽真却也可能处于其他状态者。也正因如此,意见才是不稳固的,因为它的底层基础亦是这样一种本性。除这些之外,当有人认为事物的实情不可能不是如此时,绝无人会认为自己在持有意见,而是在那时领会自己具有科学知识;然而当领会事态固然如此、却也并非不可能处于其他状态时,那时便领会自己在持有意见。此外还须说明,它们在领会方式上亦有区别。因为对于同一件事且通过同样的前提,有时可能具有科学知识,有时可能持有意见,无论所作的三段论只是关乎“是如此”,还是亦关乎“为什么”;由此,通过同样前提知晓同一件事的人,可能会认为自己是在同样地知晓,以致如果一者依科学知识知晓,另一者亦相仿知晓。但这并非实情;因为如果有人领会诸前提不可能处于其他状态,而是出自关乎自身者及事物的本质,他就不是持有意见而是具有科学知识;然而如果他领会诸前提固然为真,却不认为它们是依其原样而存在,即并非出自关乎自身的属性,那么他那时只是自以为知,却并不具有科学知识。因此,以这种方式关于同一事物可以存在意见与科学知识,正是因为针对同一底层对象一者作如此把握而另一者作如彼把握,且通过相同的前提一者视其为可能者而另一者视其为必然者。然而意见与科学知识彼此同一是不可能的;因为两者的“所是”各不相同,且领会的方式大相径庭,正如关于同一事物可以存在真意见与假意见,但它们并非同一;因为不稳固者与稳固者并非同一,能发生变异者与不可变异者亦非同一。因此,同一个人不可能关于同一事物同时兼有意见与科学知识;因为他将同时领会同一事物既可能〈又不可能〉处于其他状态。然而关于同一事物在一人之中为意见,在另一人之中为科学知识,这倒是会发生的;因为在伊壁鸠鲁那里,月亮行至其下而使太阳受食只是一种意见——因为他认为此事亦可能为其他情形;而在喜帕恰斯那里则是科学知识。但同一灵魂在同一时间关于同一事物既持有意见又具有科学知识,则绝无可能。意见便是如此。

§1.31

​34. Ἀγχίνοια δὲ εὐστοχία τις ἐν ἀσκέπτῳ χρόνῳ καὶ λῆψις τοῦ μέσου, οἷον εἴ τις ἰδών, ὅτι ἡ σελήνη τὸ λαμπρὸν ἀεὶ πρὸς τὸν ἥλιον ἔχει, ταχέως ἐνενόησε τὴν αἰτίαν, ὅτι διὰ τὸ φωτίζεσθαι ἐκ τοῦ ἡλίου, ἢ διαλεγόμενον θεασάμενος τῷ τραπεζίτῃ ἔγνω ὅτι δανείζεται· ὅταν γάρ τις ἰδὼν ἢ ἀκούσας τὸ τὰ ἄκρα ἀλλήλοις ἐνυπάρχειν3 εὐθὺς τὸν μέσον νοήσῃ, οὗτος λέγεται ἀγχίνους εἶναι, καὶ ἡ τοιαύτη δύναμίς ἐστιν ἀγχίνοια οἷον ἀνάλυσίς τις οὖσα τοῦ συμπεράσματος εἰς τὰς προτάσεις καὶ εὕρεσις ταχεῖα τοῦ μέσου.

​34. 机智则是在无需思虑的时间内猜中并把握中项的一种敏锐,例如有人看到月亮始终将其明亮的一面对着太阳,便迅速领悟其原因,即由于受到太阳的照射;或者看到有人与银钱兑换商交谈,便得知他是在借贷。因为无论何时,只要有人看到或听到两极端相互结合,便立刻领悟中项,这人就被称为机智的人,而这样一种能力便是机智,它宛如将结论分析为诸前提,并迅速发现中项。

语法注3 条
  1. 1.30ὅθεν καὶ δοξάσειεν ἂν ὁ τὸ αὐτὸ διὰ τῶν αὐτῶν εἰδὼς ὁμοίως εἰδέναι

    主格分词短语 ὁ τὸ αὐτὸ διὰ τῶν αὐτῶν εἰδώς 充当潜能希求法动词 δοξάσειεν ἄν 的主语,并带补足不定式 εἰδέναι,意为“通过相同前提知晓同一事物的人可能会认为[对方或自己]同样是在知晓”。

  2. 1.30ἅμα γὰρ ἂν ὑπολαμβάνοι καὶ ἐνδέχεσθαι <καὶ μὴ ἐνδέχεσθαι〉 ἄλλως ἔχειν τὸ αὐτό

    采纳底本编者对 〈καὶ μὴ ἐνδέχεσθαι〉 的补订。承接前文“同一个人不可能同时兼具意见与知识”之论断,该补足构成了论证所需的矛盾关系:即同时领会同一事物既可能处于其他状态(意见),又不可能处于其他状态(知识)。

  3. 1.31τὸ τὰ ἄκρα ἀλλήλοις ἐνυπάρχειν

    带冠词的宾格不定式短语(τὸ ... ἐνυπάρχειν)充当分词 ἰδὼν ἢ ἀκούσας 的直接宾语,指“两极端相互结合/内在”,即通过观看或听闻得知三段论的结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:39.24-41.6