← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§38.9-39.23

感觉与论证的区别及科学原则的非同一性

本节论证了感觉并非论证,因其不把握全称与原因,但感觉是全称知识的开端;同时论证了各门科学的原则无论邻近原则还是共同原则,都绝不可能对所有科学完全相同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.28

31. Οὐκ ἔστι δὲ ἀπόδειξις δι’ αἰσθήσεως· ἡ μὲν γὰρ ἀπόδειξις τῶν καθόλου, ἡ δὲ αἴσθησις τῶν καθ’ ἕκαστα. καὶ γὰρ εἰ τὸ τρίγωνον ᾐσθανόμεθα ὅτι δύο ὀρθαῖς ἴσας ἔχει,1 οὐκ εἴχομεν ἂν ἀπόδειξιν, ὅτι πᾶν τρίγωνον, ἀλλ’ ὅτι τοῦτο τὸ τρίγωνον μόνον οὗ ᾐσθανόμεθα. καὶ εἰ τὴν ἔκλειψιν ἑωρῶμεν ἐπὶ τῆς σελήνης ὄντες ὅτι γίνεται τῆς γῆς ἀντιφραττούσης, οὐχ ὅτι πᾶσα ἔκλειψις οὕτως, ἠπιστάμεθα ἄν, ἀλλ’ ὅτι ἥδε μόνη ἣν βλέπομεν. ἀρχὴ μὲν γὰρ ἀποδείξεως αἴσθησις, καὶ τὸ καθόλου νοοῦμεν διὰ τὸ πολλάκις αἰσθέσθαι· ἐκ γὰρ τῶν καθ’ ἕκαστα πλειόνων τὸ καθόλου θηρεύεται καὶ γίνεται δῆλον. οὐ μὴν διὰ τοῦτο ἀπόδειξίς ἐστιν ἡ αἴσθησις· οὐδέποτε γὰρ τὸ διότι δείκνυσιν, ἀλλ’ ἀεὶ μόνον τὸ ὅτι· καθόλου γάρ ἐστι τὸ διότι καὶ τὸ αἴτιον,2 οὐ τοῦδε μόνου τοῦ παρόντος καὶ ὁρωμένου ἀλλὰ παντὸς τοῦ τοιοῦδε· τὸ γὰρ ἀντιφράττειν οὐ ταύτης μόνον αἴτιον τῆς ἐκλείψεως ἀλλὰ πάσης ἁπλῶς. ὅσων τοίνυν αἴτιον ἕτερον, περὶ τούτων ἡ τοῦ καθόλου γνῶσις τιμιωτέρα τῆς αἰσθήσεως, καὶ οὐ μόνον γε τῆς αἰσθήσεως ἐπὶ τούτων ἀλλὰ καὶ τῆς νοήσεως τῆς ἁπλῆς καὶ ἄνευ αἰτίας, οἷον εἴ τις ἁπλῶς ἐννοοίη τὸ τρίγωνον ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας, δίχα τοῦ γινώσκειν τὴν ἐκτὸς οὖσαν ἴσην ταῖς δύο ταῖς ἀπεναντίον τε καὶ ἐντὸς οὔσαις. οὐ πᾶσα δὲ νόησις μετὰ τοῦ διότι τῆς ἄνευ τοῦ διότι τιμιωτέρα, ἀλλ’ ὅσων εἴπομεν [ἐφ’ ὅσων] ἕτερον τὸ αἴτιον, ἐπεὶ ἥ γε τῶν πρώτων αἰτίων νόησις καὶ ἄνευ αἰτίας καὶ πασῶν τιμιωτάτη. ἀλλ’ εἴπερ οὐκ ἔστιν ἡ αἴσθησις ἐπιστήμη, πῶς, εἴ τις αἴσθησις ἐκλιμπάνει, καὶ ἐπιστήμην ἔφαμεν ἐκλιμπάνειν; ἢ τοῦτο εἰρήκαμεν οὐχ ὅτι αἴσθησις ταὐτόν ἐστιν ἐπιστήμῃ, ἀλλ’ ὅτι ἐκ τῆς αἰσθήσεως τὸ καθόλου θηρεύεται, ἐκλειπούσης δὲ τῆς ἀρχῆς καὶ τὰ μετὰ τὴν ἀρχὴν ἐκλείπειν ἀναγκαῖον. νῦν μὲν γὰρ ἀποροῦμεν, πῶς διὰ τῆς ὑέλου καίει ὁ ἥλιος· εἰ δὲ τὰς ἀκτῖνας ἑωρῶμεν διαβαινούσας, ἠπιστάμεθα ἂν οὐ κατ’ αὐτὸ τὸ ὁρᾶν καὶ αἰσθάνεσθαι ἀλλὰ * * * τὸ καθόλου καὶ τὸ αἴτιον.

31. 然而并不存在通过感觉的论证;因为论证关乎全称者,而感觉关乎个别者。即便我们感知到三角形具有等于两直角[的内角],我们也不会拥有关于一切三角形皆如此的论证,而只〔知道〕我们所感知的这一个三角形如此。又如我们在月球上看到因地球的阻挡而发生月食,我们所知道的并非一切月食都如此发生,而仅仅是显见于我们眼前的这一个如此发生。因为感觉诚然是论证的起点,而我们把握全称者乃是通过反复感知;因为全称者是从多数个别者中被搜寻出来并显明出来的。然而感觉并不因此就是论证;因为它决不显示“为什么”,而始终只显示“事实”;因为“为什么”与原因是全称的,不仅属于当前可见的这一个事物,而且属于一切此类事物;因为阻挡不仅是这单次月食的原因,而单纯是一切月食的原因。因此,凡其原因另有所在的事物,关于它们的全称知识便比感觉更为尊贵;且在此类事物上,不仅比感觉更为尊贵,亦比不伴随原因的单纯思维更为尊贵——例如有人仅单纯了解三角形的内角等于两直角,而不知其外角等于两内对角之和。但并非一切伴随“为什么”的思维都比不伴随“为什么”的更为尊贵,而如我们所说,只在原因另有所在的事物上〔如此〕;因为关于第一原因的思维虽无原因,却在一切思维中最为尊贵。但是,如果感觉不是科学知识,那么我们曾说的若某种感觉缺失则科学知识亦必缺失,这又是怎么回事呢?抑或我们之所以如此说,并非由于感觉与科学知识同一,而是由于全称者是从感觉中搜寻出来的,当起点缺失时,跟随起点之后的事物亦必然缺失?如今我们困惑于太阳如何透过玻璃进行灼烧;然而我们若曾看到光线穿透而过,我们便会明了——并非凭着观看与感知本身,而是[凭着借此把握到]全称者与原因。

§1.29

​32. Τὰς δὲ αὐτὰς ἀρχὰς πασῶν εἶναι τῶν ἐπιστημῶν ἀδύνατον, οὔτε τὰς προσεχεῖς οὔτε τὰς κοινὰς καὶ πρώτας. ὅτι μὲν οὖν τὰς προσεχεῖς οὐχ οἷόν τε, δῆλον· εἰ γὰρ συγγενεῖς μὲν αἱ ἀρχαὶ τοῖς δεικνυμένοις, τὰ δεικνύμενα δὲ οὐ τὰ αὐτά, ἃ καὶ πολλάκις τῷ γένει διέστηκεν, ἀνάγκη καὶ τὰς προτάσεις τῶν τοιούτων ἑτέρας εἶναι τῷ γένει· διὰ γὰρ τῶν καθ’ αὑτὰ ὑπαρχόντων·3 ἄλλαι γοῦν ἀρχαὶ γεωμετρίας καὶ ἄλλαι ἀριθμητικῆς, καὶ οὕτως ἄλλαι ὡς μηδὲ ἐφαρμόζειν ἀλλήλαις, ὥστε ἢ τὰς ἑτέρας κατὰ τῶν ἑτέρων κατηγορεῖσθαι ἢ ἐμβάλλεσθαι μέσας ἢ ὑποκεῖσθαι. ἀλλ’ οὐδὲ τὰς κοινὰς καὶ πρώτας, οἷον τὸ ἅπαν φάναι ἢ ἀποφάναι· οὔτε γὰρ ἀποδείκνυταί τι ἐκ τούτων μόνων, ἀλλὰ πάντως πρόσκεινται ἑκάστῃ τῆς λαμβανούσης αὐτὴν ἐπιστήμης οἰκεῖαι προτάσεις καὶ προσεχεῖς, οὔτε ὅλως κοινὰς αὐτὰς φυλάττουσιν οἱ εἰς τὰς ἀποδείξεις παραλαμβάνοντες, ἀλλὰ προσοικειοῦν πειρῶνται τῷ οἰκείῳ γένει. κοινὴ μὲν γὰρ ἀρχὴ ‘ἐὰν τέσσαρα ἀνάλογον, καὶ ἐναλλὰξ ἀνάλογον’· λαμβάνει δὲ ὁ γεωμέτρης ‘ἐὰν τέσσαρα μεγέθη’, ὁ δὲ ἀριθμητικὸς ‘ἐὰν τέσσαρες ἀριθμοί’, ὁ δὲ φυσικὸς ‘ἐὰν τέσσαρες κινήσεις ἢ χρόνοι’. ἔτι εἰ ἦσαν ἁπασῶν τῶν ἐπιστημῶν αἱ αὐταὶ ἀρχαί, ἦσαν ἂν κατ’ ἀριθμὸν ὡρισμέναι, ὥσπερ καὶ τὰ γράμματα· νῦν δὲ αὔξονται ἐπὶ πολὺ καθ’ ἑκάστην ἐπιστήμην· ἐπὶ πολὺ γὰρ ἡ πρόοδος τῶν συμπερασμάτων. ἔτι εἰ ἦσαν αἱ αὐταὶ πασῶν ἀρχαί, ἐξ ἁπασῶν ἦν ἂν δείκνυσθαι ὁτιοῦν· ἀλλ’ οὐ δείκνυται τὰ γεωμετρικὰ ἐκ τῶν μουσικῶν. ὥστε οὔτε πάντων αἱ αὐταί, οὔτε πάντων ἕτεραι, οὔτε πάντων συγγενεῖς.

​32. 所有科学知识的原则不可能都是相同的,无论是近邻的原则,还是共同的原初原则。首先,近邻原则不可能相同,这是显然的;因为如果原则与被证明的事物具有亲缘关系,而被证明的事物并不相同,且常常在属类上有差异,那么此类事物的诸前提在属类上也必然相异;因为论证是通过关乎自身的属性进行的。至少几何学的原则与算术的原则是互异的,且互异到甚至不能彼此贴合,以至于一者不能述说另一者,或者插入作为中项,或者充当底层主词。其次,共同的原初原则也不可能是相同的,例如对一切事物肯定或否定;因为绝无任何事物仅凭这些原则就能得到证明,而是接纳该原则的科学其固有的近邻前提必定附加于每一〔原则〕之上,且那些将它们纳入论证之中的人,也决非保持其全然共通,而是试图使其适应自身固有的属类。因为“若四项成比例,则交替亦成比例”固然是共同原则,但几何学家设为“若四个量度”,算术家设为“若四个数”,而自然哲学家则设为“若四种运动或时间”。再者,如果一切科学的原则皆相同,它们在数目上就当是限定的,正如字母那样;然而实际上在每门科学中原则都在大幅增加;因为结论的发展是极其广阔的。此外,如果一切科学的原则皆相同,则从全部原则中便能证明任何事物;然而几何学的事项并不能从和声学[音乐]的事项中得到证明。因此,原则既非对一切皆相同,亦非对一切皆互异,亦非对一切皆具有亲缘关系。

语法注3 条
  1. 1.28ὅτι δύο ὀρθαῖς ἴσας ἔχει

    名词 γωνίας 被省略,构成了几何学中表示“具有等于两直角[的角]”的固定表达。该从句充当 ᾐσθανόμεθα 的宾语从句,句首的 τὸ τρίγωνον 为先取结构(prolepsis)。

  2. 1.28ἠπιστάμεθα ἂν οὐ κατ’ αὐτὸ τὸ ὁρᾶν καὶ αἰσθάνεσθαι ἀλλὰ * * * τὸ καθόλου καὶ τὸ αἴτιον

    底本此处有脱文(以星号标示)。在语法上,反事实结果句 ἠπιστάμεθα ἄν 之后,承接与介词短语 κατ’ αὐτὸ τὸ ὁρᾶν καὶ αἰσθάνεσθαι 相对比的、支配 τὸ καθόλου καὶ τὸ αἴτιον 的分词或动名词短语(如通过把握/领会)已脱落。翻译中补足了通过把握全称与原因而获知之意。

  3. 1.29διὰ γὰρ τῶν καθ’ αὑτὰ ὑπαρχόντων

    这是一个省略了动词短语(如 αἱ ἀποδείξεις γίνονται)的省略句,意为“因为论证是通过关乎自身的属性进行的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:38.9-39.23