- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:37.3-38.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯相继阐释了直接论证优于归谬论证的理由、决定科学精确性与在先性的三种标准、基于属类与原则的科学同一性与互异性、借助不同中项对同一事物进行多元论证的可能性,以及关于偶然事物不可能存在论证或推论。
26. Ἀμείνων δὲ ἀπόδειξις ἡ δεικτικὴ τῆς εἰς τὸ ἀδύνατον ἀπαγούσης· ἡ μὲν γὰρ ὃ προτίθεται ἐξ ἀρχῆς, τοῦτο καὶ συλλογίζεται, ἡ δὲ τοὐναντίον οὗ βούλεται, ἀνελοῦσα δὲ ὃ συνεπέρανεν1 ἐπάνεισιν ἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆς· καὶ ἡ μὲν ἁπλῆ· κατηγορικὴ γὰρ μόνον· ἡ δὲ μικτή· καὶ γὰρ ὑποθέσει προσχρῆται.
26. 直接论证优于归谬论证[引向不可能的论证]。因为前者所推论出的恰恰是其起初所设定的论题,而后者则推论出其所意图之事的相反者,并在否定了自身所结论的事物之后,再返回到起初所提出的论题;并且前者是单纯的,因为它纯粹是定言的;而后者是混合的,因为其附加使用了假定。
27. Ἀκριβεστέρα δὲ ἐπιστήμη ἐπιστήμης καὶ προτέρα κατὰ πλείονας τρόπους. καθ’ ἕνα μέν, ἐὰν 〈ἡ μὲν〉 ἐκ τοῦ διότι τὸ ὅτι δεικνύῃ, ἡ δὲ μόνον τὸ ὅτι χωρὶς τοῦ διότι· ἡ γὰρ τοιαύτη δῆλον ὅτι οὐ διὰ τῶν πρώτων αἰτίων ἀλλὰ διὰ τῶν ὑστέρων καὶ τῶν σημείων ἀποδείκνυσι. κατ’ ἄλλον δέ, ἐὰν ἡ μὲν περὶ ὑποκείμενά τινα καὶ αἰσθητὰ πραγματεύηται, ἡ δὲ περὶ νοητὰ καὶ καθόλου, ὡς ἀριθμητικὴ πρὸς ἁρμονικὴν ἔχει καὶ γεωμετρία πρὸς ὀπτικήν, καὶ αἱ ἐπάνω δὲ πρὸς τὰς ὑφ’ αὑτάς. κατὰ τρίτον δὲ τρόπον, ἐὰν ἡ μὲν ἁπλουστέραις χρῆται ταῖς ἀρχαῖς, ἡ δὲ προσθήκην τινὰ ἐχούσαις καὶ οἷον σύνθεσιν ἐπιδέχηται κατὰ τοῦτο,2 ὡς ἀριθμητικὴ γεωμετρίας ἀκριβεστέρα· ἡ μὲν γὰρ ἀρχῇ κέχρηται θέσιν οὐκ ἐχούσῃ· τοιαύτη γὰρ ἡ μονάς· ἡ δὲ προσειληφυῖα καὶ θέσιν· τοιοῦτον δὲ ἡ στιγμή· καὶ στερεομετρία ἀκριβεστέρα ἀστρολογίας· ἡ μὲν γὰρ ἁπλῶς σῶμα λαμβάνει, ἡ δὲ κινούμενον σῶμα.
27. 一门知识[科学]在若干种方式上比另一门科学更为精确且在先。第一种方式是,若[其中一门]依据原因[为什么]来证明事实[是什么],而另一门则脱离原因仅仅证明事实;因为显而易见,这样的科学不是通过第一原因,而是通过后继的事物和标志来进行论证。另一种方式是,若一门科学探讨某些作为基础的、可感的事物,而另一门探讨理知的、全称的事物,犹如算术之于和声学,几何学之于光学,以及上位科学之于其下位科学那样。第三种方式是,若一门科学使用更单纯的原则,而另一门使用的原则带有某种附加,并在此方面接受了某种复合,正如算术比几何学更为精确;因为前者使用的原则不具有位置(单元即是此类事物),而后者则额外增添了位置(点即是此类事物);立体几何学也比天文学更为精确,因为前者纯粹把握物体,而后者把握运动的物体。
28. Μία δ’ ἐπιστήμη ἐστὶν ἡ περὶ ἓν γένος τὰ καθ’ αὑτὰ ὑπάρχοντα θεωροῦσα· ἓν δὲ γένος οὗ αἱ πρῶται ἀρχαὶ αἱ αὐταί. μία οὖν ἐπιστήμη γεωμετρία καὶ στερεομετρία διὰ τοῦτό εἰσιν. ἕτεραι δέ εἰσιν ἐπιστῆμαι ὅσων ἕτεραι αἱ ἀρχαὶ καὶ μὴ ἐκ τῶν ἑτέρων αἱ ἕτεραι, ὥσπερ ἐπὶ γεωμετρίας εἶχε καὶ ὀπτικῆς. δῆλον δὲ τοῦτο γίνεται προϊοῦσιν ἐπὶ τὰς ἀναποδείκτους ἀρχάς·3 αὗται γὰρ εἰ μηδεμίαν ἔχοιεν συγγένειαν, ἕτεραι αἱ ἐπιστῆμαι· ἐπειδὴ γὰρ αἱ ἀρχαὶ ἐν τῷ αὐτῷ γένει τοῖς δεικνυμένοις, εἰ μηδὲν ἔχοιεν αὗται κοινὸν πρὸς ἀλλήλας, οὐδὲ τὰ δεικνύμενα ἕξει.
28. 单一的科学是考察围绕单一属类的关乎自身的属性的科学;而单一属类则是其最初的原则相同之物。因此,几何学与立体几何学出于这一原因乃是一门科学。但凡是其原则彼此不同、且一者的原则并不派生自另一者的科学,则是互异的科学,正如几何学与光学的情形那样。而这一点对于进而追溯到不可论证的原则的人而言变得清晰;因为这些原则若毫无亲缘关系,诸门科学便是互异的。因为既然原则与被证明的事物处于同一属类之中,如果这些原则彼此之间没有任何共同之点,被证明的事物也不会有任何共同之处。
29. Πλείους δὲ ἀποδείξεις εἶναι τοῦ αὐτοῦ ἐγχωρεῖ καὶ διὰ πλειόνων μέσων, οὐ μόνον ὑπαλλήλων ἀλλὰ πολλάκις καὶ ἐξ ἑτέρου γένους † ἀλλήλοις· ἐξ ὑπαλλήλων μέν, ἐὰν πλάτανον οὐσίαν δεικνύωμεν ποτὲ μὲν διὰ τοῦ δένδρου μέσου, ποτὲ δὲ διὰ τοῦ φυτοῦ ἐκ τῆς αὐτῆς συστοιχίας· ἐξ ἑτερογενῶν δὲ μέσων, ἐὰν τὸν ἄνθρωπον οὐσίαν δεικνύωμεν ποτὲ μὲν διὰ τοῦ λογικοῦ, ποτὲ δὲ διὰ τοῦ δίποδος. συμβαίνει δὲ τὰ τοιαῦτα μέσα ἀλλήλοις ἐπὶ μέρους ὑπάρχειν, ἐπειδὴ κατὰ παντὸς ἄμφω θατέρου τῶν ἄκρων ὑπάρχει.4
29. 同一事物可以存在多种论证,并且可以通过多个中项得出,不仅是通过彼此相承的中项,而且常常也通过彼此异属的中项:通过彼此相承的中项,如我们证明悬铃木是实体,有时通过中项“树”,有时通过同一序列中的“植物”;通过异属的中项,如我们证明人是实体,有时通过“理性的”,有时通过“两足的”。并且这类中项会彼此部分地属于,因为二者都全称地属于两极端项中的一方。
30. Τοῦ δὲ ἀπὸ τύχης οὐκ ἔστιν ἐπιστήμη δι’ ἀποδείξεως (οὐ γὰρ ἀναγκαῖον τὸ ἀπὸ τύχης), οὐδὲ μὴν ἁπλῶς συλλογισμός· οὔτε γὰρ ἀναγκαῖον οὔτε ὡς ἐπὶ τὸ πολὺ τὸ ἀπὸ τύχης, πᾶς δὲ συλλογισμὸς ἢ διὰ τῶν ἀναγκαίων μέσων ἢ διὰ τῶν ὡς ἐπὶ τὸ πολὺ πρόεισιν.
30. 对于出于偶然而发生的事物,并不存在通过论证的科学知识(因为出于偶然之物并非必然),甚至根本不存在推论;因为出于偶然之物既非必然,亦非多半如此,而一切推论要么通过必然的中项,要么通过多半如此的中项而进行。
- 1.23ἀνελοῦσα δὲ ὃ συνεπέρανεν
分词 ἀνελοῦσα 为阴性单数主格,与主语 ἡ δέ(归谬证明)一致,表示先于 ἐπάνεισιν 的动作(“在否定/消除了其所推导出的结论之后”)。关系代词 ὃ 作 συνεπέρανεν 的直接宾语,指从假设中推导出的荒谬结论。
- 1.24ἡ δὲ προσθήκην τινὰ ἐχούσαις καὶ οἷον σύνθεσιν ἐπιδέχηται κατὰ τοῦτο
在由 ἐάν 引导的对称条件句中,对应于前半句(ἡ μὲν ἁπλουστέραις χρῆται ταῖς ἀρχαῖς),后半句的 ἐπιδέχηται 为虚拟式动词,支配 οἷον σύνθεσιν(“所谓的复合”)作直接宾语。与格分词短语 προσθήκην τινὰ ἐχούσαις 修饰承前省略的 [ταῖς ἀρχαῖς](受承前省略的 χρῆται 支配),而 κατὰ τοῦτο 则指涉这一附加状态。
- 1.25δῆλον δὲ τοῦτο γίνεται προϊοῦσιν ἐπὶ τὰς ἀναποδείκτους ἀρχάς
与格复数分词 προϊοῦσιν 作关涉与格或判断者与格(“对于追溯至不可论证原则的人而言”)。指示代词 τοῦτο 指代前一句的论断,即原则互异且不互相派生的科学彼此不同。
- 1.26ἐπειδὴ κατὰ παντὸς ἄμφω θατέρου τῶν ἄκρων ὑπάρχει
主语为中性双数主格 ἄμφω(两个中项),动词 ὑπάρχει 因中性主语而采用单数形式。θατέρου τῶν ἄκρων 受 κατὰ παντός 支配而用属格,表示其所从属的对象(“属于两极端项中的一方”)。
