- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:36.5-37.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯论述了全称论证和肯定论证的优越性:他首先驳斥了主张部分证明更为优越的似是而非的论点,从而确立全称证明的优势,继而简要说明肯定论证何以优于否定论证。
24. Πότερον δὲ ἡ καθόλου δεῖξις τῆς ἐπὶ μέρους βελτίων, ἐπισκεψώμεθα. πρότερον δὲ εἴπωμεν, πῶς ἂν δόξειεν ἡ ἐπὶ μέρους.1 ὅτι τε γὰρ καθ’ αὑτὸ μᾶλλον· ὁ γὰρ εἰδώς, ὅτι Καλλίας λογικός, μᾶλλον οἶδε Καλλίαν λογικὸν τοῦ πάντα ἄνθρωπον λογικὸν ἐπισταμένου καὶ διὰ τοῦτο Καλλίαν· ἐκ μὲν γὰρ τῆς ἐπὶ μέρους αὐτὸ ἐξ αὑτοῦ γινώσκομεν, ἐκ δὲ τῆς καθόλου ἐκ τοῦ καθόλου. ἔτι τὸ μὲν καθόλου οὐδέν ἐστι, τὸ δ’ ἐπὶ μέρους μᾶλλον ἔστι· βελτίων οὖν ἡ τῶν ὄντων ἀπόδειξις ἢ τῶν μὴ ὄντων.2 ἔτι δὲ ἡ μὲν ἀπατᾷ περὶ τὸ καθόλου· ὡς γὰρ ὑπάρχοντος χωρὶς τῶν κατὰ μέρος τὴν δεῖξιν ποιεῖται· ἡ δὲ οὐδὲν ὃ μὴ ἔστιν ἐπαγγέλλεται. ταῦτα δὲ πιθανὰ μέν, ψευδῆ δὲ ἅπαντα. καὶ γὰρ τὸ καθ’ αὑτὸ μᾶλλον ἐν τῷ καθόλου ἢ ἐν τῷ κατὰ μέρος· τὸ γὰρ δύο ὀρθὰς ἔχειν ἐκ τοῦ τρίγωνον εἶναι καθ’ αὑτὸ μᾶλλον ἢ ἐκ τοῦ σκαληνὸν ἀποδείκνυται. καὶ ὄντος τοῦ καθόλου γίνεται ἡ ἀπόδειξις· οὐ γὰρ ὁμώνυμον τὸ καθόλου ἐστὶν οὐδὲ φωνὴ μόνον ἀλλ’ ὑπόστασις, οὐ χωριστὴ μέν, ὥσπερ οὐδὲ τὰ συμβεβηκότα, ἐναργῶς δ’ οὖν ἐμφαινομένη τοῖς πράγμασι. καὶ πολλὰ τοῖς καθ’ ἕκαστα ὑπάρχει διὰ τὸ κοινὸν μᾶλλον ἢ τὸ καθ’ ἕκαστον, ὡς τὸ λογικὸν Σωκράτει οὐχ ὅτι Σωκράτης ἀλλ’ ὅτι ἄνθρωπος. ἔτι βελτίων ἀπόδειξις ἡ διὰ τοῦ μᾶλλον αἰτίου· μᾶλλον δ’ αἴτιον τὸ καθόλου τοῦ κατὰ μέρος· εἰς ἐκεῖνο γὰρ ἵσταται ἡ ζήτησις τοῦ διὰ τί. οἷον διὰ τί τὸ τρίγωνον τέσσαρσιν ὀρθαῖς ἴσας ἔχει τὰς ἐκτὸς γωνίας; ἆρ’ ὅτι ξύλινον; ἀλλ’ οὐκ αὔταρκες· ἀλλ’ ὅτι σκαληνόν; ἀλλ’ οὐδὲ τοῦτο· ἀλλ’ ὅτι τρίγωνον ἁπλῶς; οὐδὲ τοῦθ’ ἱκανόν· ἂν δὲ εἴπωμεν 〈ὅτι〉 σχῆμα εὐθύγραμμον, ἵσταται ἡ ζήτησις τοῦ διὰ τί. πρὸς τούτοις ἡ μὲν κατὰ μέρος τῶν ἀπείρων ἐγγύς· τὰ γὰρ καθ’ ἕκαστα ἄπειρα· ἡ δὲ καθόλου τῶν πεπερασμένων μᾶλλόν ἐστιν. ἔτι ἄμεινον τὸ πλέον γινώσκειν τοῦ ἔλαττον. ἔτι μᾶλλον ἐξ ἀμέσων οἶδεν ὁ διὰ τῶν καθόλου μᾶλλον εἰδώς. ἔτι δυνάμει γινώσκει τὸ κατὰ μέρος ὁ τὸ καθόλου γινώσκων, ὁ δὲ τὸ κατὰ μέρος εἰδὼς οὐδαμῶς τὸ καθόλου. ἔτι τὸ μὲν νοητὸν μᾶλλον, τὸ δ’ εἰς αἴσθησιν τελευτᾷ. ὅτι μὲν οὖν ἡ καθόλου βελτίων τῆς κατὰ μέρος, τοσαῦτα ἡμῖν εἰρήσθω. 25. Ὅτι δὲ ἡ καταφατικὴ τῆς ἀποφατικῆς βελτίων, ἐντεῦθεν δῆλον· ἡ μὲν γὰρ οὐ δεῖται ἀποφάσεως, ἡ δὲ διὰ μόνης ἀποφάσεως οὖσα οὐ συμπεραίνεται·3 καὶ προτέρα κατάφασις ἀποφάσεως καὶ ἁπλουστέρα.
24. 让我们来考察全称的证明是否优于部分的证明。但在那之前,先让我们说明部分的证明如何会显得[更为优越]。因为首先,它更为关乎自身;因为知道卡利亚斯具有理性的人,比起知道每个人都具有理性并因此知道卡利亚斯如此的人,更切实地知道卡利亚斯具有理性;因为凭借部分的证明,我们从事物自身认识事物,而凭借全称的证明,我们则是从全称者来认识它。此外,全称者乃是虚无,而部分者则更为实有;因此,关于实有者的论证优于关于非实有者的论证。再者,全称的证明关于全称者产生误导;因为它在进行证明时,仿佛全称者是脱离个别部分而自存的一样;而部分的证明则绝不主张任何不存在的事物。这些论点虽有说服力,却全是虚妄的。因为关乎自身在全称者中比在部分者中成立得更多;因为拥有两直角从作为三角形而言,比从作为不等边三角形而言更为关乎自身地得到证明。而且,证明之所以成立是因为全称者是实有的;因为全称者既非同名异义之物,亦非仅仅是声音,而是实质的存在——虽然并非是分离的,正如偶性不是分离的一样,但无论如何它是清晰地显现于事物之中的。并且许多属性属于个别事物,更多地是由于共同者而非由于个别者,正如具有理性属于苏格拉底,并非因为他是苏格拉底,而是因为他是人。此外,通过更大原因的论证更为优越;而全称者比起部分者是更大的原因;因为对“为什么”的探究终究停顿于全称者。例如,为什么三角形的外角等于四直角?难道因为它是木制的吗?但这并不充分。难道因为它是不等边三角形吗?这也不对。难道仅仅因为它是三角形吗?这同样不够充分。但如果我们说[因为它是]直线图形,对“为什么”的探究就停顿下来了。除这些之外,部分的证明接近于无限;因为个别事物是无限的;而全称的证明则更多地属于有限者。此外,认识更多优于认识更少。再者,通过更为全称者而认识的人,更多地是出于无中项的前提而知道。此外,认识全称者的人在潜能上认识部分者,而知道部分者的人绝不知道全称者。再者,一者更为可知,另一者则归结于感觉。因此,关于全称证明优于部分证明,我们所说的就以此为限吧。 25. 至于肯定论证优于否定论证,从以下事实即可明了:因为肯定论证不需要否定,而否定论证若仅由否定组成则无法得出结论;且肯定在先于否定,也更为单纯。
- 1.21πῶς ἂν δόξειεν ἡ ἐπὶ μέρους
承前省略句,承接前一句中的谓语形容词 βελτίων(或其不定式 βελτίων εἶναι)。主语为 ἡ ἐπὶ μέρους(部分的证明),全句理解为“部分的证明如何会显得[更为优越]”。
- 1.21ἡ τῶν ὄντων ἀπόδειξις ἢ τῶν μὴ ὄντων
依附于名词 ἀπόδειξις 的属格 τῶν ὄντων 与 τῶν μὴ ὄντων 为宾格性属格,表示论证的对象或题材(即“关于实有者的论证”与“关于非实有者的论证”)。
- 1.22διὰ μόνης ἀποφάσεως οὖσα οὐ συμπεραίνεται
分词 οὖσα 修饰否定论证(ἡ ἀποφατική),并与介词短语 διὰ μόνης ἀποφάσεως(仅通过否定)连用,表示条件或方式,意指“若仅由否定构成,则无法得出结论”(反映了两个否定前提不能得出结论的三段论规则)。
