← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§34.17-36.4

述说系列的有限性与论证非无限

特米斯提乌斯根据《后分析篇》第一卷第22章,从本质述说与偶性述说的有限性以及就其自身而属于的属性之性质,论证了述说系列无论向上还是向下都不会无限进行,并由此得出论证不可能走向无限、亦非一切命题皆可被论证的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20

22. ‘ἐπεὶ τοίνυν ἁπάντων τῶν κατηγορουμένων τὰ μὲν ἐν τῷ τί ἐστι κατηγορεῖται, τὰ δὲ καθ’ ἕτερον τρόπον, ταῦτα δὲ τὰ μὲν κατὰ φύσιν τὰ δὲ παρὰ φύσιν, κατὰ φύσιν μέν, ὅταν οὐσίας τι συμβεβηκός, παρὰ φύσιν δὲ, ὅταν οὐσία συμβεβηκότος, τὰς μὲν παρὰ φύσιν κατηγορίας ὡς μηδὲ κατηγορίας παρῶμεν, τὰς δὲ ἄλλας ἐπισκεψώμεθα, εἴτε ἵστανται εἴτε μή. ὅτι μὲν οὖν τὰ ἐν τῷ τί ἐστιν ἀνάγκη πεπεράσθαι, δῆλον εὐθέως· οὐ γὰρ ἂν ἦν ἵστασθαι τοὺς ὁρισμοὺς παντὸς ἀεὶ γένους ὑπερκείμενον ἔχοντος καὶ ὁρισμὸν δεχομένου, μᾶλλον δὲ οὐδ’ ἂν εἴη τις ὅλως γνώριμος ὁρισμὸς ἑκάστου τῶν γενῶν ἀεὶ προυπάρχοντος γένους,1 ὃ γνῶναι μὲν οὐχ οἷόν τε ἄνευ ὁρισμοῦ, διότι μηδὲ πρῶτόν ἐστι μηδὲ ἀνωτάτω, ὁρίσασθαι δὲ οὐκ ἐνδέχεται ἅπαντα· οὐδὲ γὰρ ἐνδέχεται τὰ ἄπειρα διεξελθεῖν. τὰ μὲν οὖν ἐν τῷ τί ἐστι κατηγορούμενα διὰ ταῦτα ἀναγκαῖον ὡρίσθαι. ὅτι δὲ καὶ τὰ συμβεβηκότα, δεικτέον. δῆλον τοίνυν ὅτι ταῦτα οὐσίας ὑποκειμένης κατηγορεῖται, ἢ ὅτι2 ποιὰ ἢ ὅτι ποσὴ ἢ ὅτι πρός τι ἢ ποιοῦσα ἢ πάσχουσα ἢ ποῦ ἢ ποτέ, ὅταν γε ἓν καθ’ ἑνὸς κατηγορῆται. καίτοι φαίης ἄν, ὅτι καὶ τὸ λευκὸν δίπηχυ λέγομεν καὶ τὸν βαδίζοντα διαλέγεσθαι καὶ τὸ ἄρτιον διπλάσιον εἶναι· ἀλλὰ πᾶσαι αὗται κατὰ συμβεβηκὸς αἱ κατηγορίαι, καθάπερ ὀλίγῳ πρόσθεν ὑπεμνήσαμεν· τὸ γὰρ λευκὸν αὐτὸ δίπηχυ λέγομεν, οὐχ ὅτι αὐτὸ καθ’ αὑτὸ ὑφεστὼς τοσοῦτόν ἐστιν, ἀλλ’ ὅτι τὸ ξύλον ἐν ᾧ τὸ λευκόν· τερετίσματι γὰρ ἔοικε3 τὸ εἶναι λευκότητά τινα καθ’ αὑτὴν ἢ βάδισιν ἢ ἀριθμὸν ἢ ἐπιστήμην. δῆλον οὖν ὅπερ ἐλέγομεν, ὅτι τὰ συμβεβηκότα πάντα τῆς οὐσίας κατηγορεῖται. τὰ δὲ τῆς οὐσίας κατηγορούμενα πάντως πεπέρασται· τὰ γὰρ γένη τῶν κατηγοριῶν πάντα πεπέρασται ἐπ’ ἄμφω τὰ ἄκρα. Ἀναλυτικῶς δ’ ἄν τις διὰ τούτων ἐπιχειρήσειε συντομώτερον, ὅτι οὔτε τοὺς κατηγορουμένους ὅρους οὔτε τοὺς ὑποκειμένους ἐπ’ ἄπειρον ἐνδέχεται προϊέναι κατὰ τὰς ἀποδεικτικὰς ἐπιστήμας, περὶ ὧν ἡ σκέψις ἐστίν. αἱ μὲν γὰρ ἀποδείξεις διὰ τῶν καθ’ αὑτὰ ὑπαρχόντων· ταῦτα δὲ διττῶς· ὅσα τε γὰρ ἐν τῷ τί ἐστι καὶ ἐν τοῖς ὁρισμοῖς, ὡς τὸ πλῆθος τῷ ἀριθμῷ καὶ τὸ ποσὸν καθ’ αὑτὸ λέγεται ὑπάρχειν, καὶ ὧν αὐτὰ ἐν τοῖς ὁρισμοῖς ὑπάρχει συμβεβηκότων αὐτοῖς, ὡς τῷ ἀριθμῷ τὸ περιττόν. τούτων δὲ οὐδέτερα ἐνδέχεται ἄπειρα εἶναι. οὔτε γάρ, εἰ τὸ περιττὸν τοῦ ἀριθμοῦ κατηγορεῖται, ἄλλο τι δύναται τοῦ περιττοῦ κατηγορεῖσθαι, οὔτε τὸ περιττὸν ἐνυπάρχει τῷ λόγῳ 〈τοῦ ἀριθμοῦ〉, καθάπερ ὁ ἀριθμὸς ἐνυπῆρχε τῷ λόγῳ τοῦ περιττοῦ· ἀεὶ γὰρ ἐλάττονες οἱ ὅροι τῶν ὑποκειμένων λαμβάνονται οἱ τοῦτον τὸν τρόπον κατηγορούμενοι, καὶ τελευτῶντες εἰς τὰ ἄτομα ἀπολεπτύνονται· ὥσπερ γὰρ τὸ περιττὸν τοῦ ἀριθμοῦ ἔλαττον, οὕτω πάλιν ἔλαττον τοῦ περιττοῦ τὸ κατηγορούμενον ἔσται. ἢ τοίνυν διὰ τοῦτο ἀνάγκη ἵστασθαι τὰς τοιαύτας κατηγορίας, ἢ ὅτι τὸ τῷ περιττῷ ὑπάρχον καθ’ αὑτὸ καὶ τῷ ἀριθμῷ ὑπάρξει, καὶ ὅσα ἐφεξῆς, πάντα καὶ τῷ ὅρῳ τῷ ὑποκειμένῳ, ὥστε καὶ ἐν τῷ ὁρισμῷ τῷ πάντων ὁ ἀριθμὸς ἐνυπάρξει· ἄπειρά τε ἄρα ὑπάρξει τὰ καθ’ αὐτὰ ὑπάρχοντα τῷ ἀριθμῷ, καὶ ἐν ἀπείροις ὁρισμοῖς ὁ ἀριθμὸς ἐνυπάρξει. ἀλλὰ ἀδύνατον τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἄπειρα εἶναι· ἐνεργείᾳ τε γὰρ ὑπάρχει τὰ τοιαῦτα καὶ ἅμα. ἔτι δὲ ἀμήχανον τῷ ὑπάρχοντι καθ’ αὑτὸ καὶ ὄντι συμβεβηκότι ἄλλο τι ὑπάρχειν καθ’ αὑτὸ συμβεβηκός· ἔσται γὰρ τὸ συμβεβηκὸς ὑποκειμένη τις φύσις καὶ οὐσία λοιπόν. οὐδὲ μὴν ὅσα ἐν τῷ τί ἐστιν ὑπάρχει, οὐδὲ ταῦτα ἄπειρα· οὐδὲ γὰρ ἂν εἴη ὁρίσασθαι. δῆλον ἄρα ὅτι ἀνάγκη μήτε ἐπ’ ἄπειρον προϊέναι τὰς ἀποδείξεις μήτε πάντα εἶναι ἀποδεικτά, ὅπερ ἔφαμέν τινας λέγειν κατ’ ἀρχάς. πάντα μὲν γὰρ οὐκ ἔστιν ἀποδεικτά, εἴπερ μὴ πάσης προτάσεως μέσον τινὰ ὅρον ἔσται λαβεῖν, ἀλλ’ ἵστανταί ποτε εἰς τὰς ἀμέσους προτάσεις· ἀπεδείξαμεν γὰρ ὅτι τῶν ἄκρων ὡρισμένων ἀμήχανον τὰ μεταξὺ ἄπειρα εἶναι. ἐπ’ ἄπειρον δὲ οὐ προήξουσιν αἱ ἀποδείξεις μὴ δυναμένου τινὸς ἀεὶ προσλαμβάνεσθαι ὅρου τῷ συμπεράσματι.

22. “既然在所有被述说的事物中,有些是在本质中被述说的,另一些则是以另一种方式被述说的,而在这些以另一种方式被述说者中,有些是顺应本性的,有些则是违反本性的——当某种偶性被述说于实体时是顺应本性的,而当实体被述说于偶性时是违反本性的——那么就让我们将违反本性的述说作为根本不成其为述说的事物搁置一旁,而去考察其余的述说究竟是停顿下来还是不停顿。首先,在本质中被述说者必然是有限的,这一点是显而易见的。因为如果每一个属都始终拥有在其之上的上位属并接受定义,那么定义就不可能停顿下来;或者更确切地说,如果对每一个属而言都始终预先存在着另一个属,若无定义便不可能认识这个属(因为它既非第一者也非最高者),而要定义一切事物又是不可能的(因为遍历无限者是不可能的),那么就根本不可能有任何可被认识的定义存在了。因此,出于这些原因,在本质中被述说者必然是有规定的。但是,还必须证明偶性也是有规定的。显然,至少当一者述说一者时,这些偶性是作为质、或作为量、或作为关系、或作为主动、或作为被动、或作为何处、或作为何时而被述说于底层的实体的。不过你可能会说,我们也说白的东西是两肘长,散步的人在交谈,偶数是两倍的;但正如我们不久前所提醒的那样,所有这些都只是偶性的述说;因为我们说白的东西本身是两肘长,并不是因为它就自身而言独立自存并且有这么大,而是因为白所寓于其中的木头是如此;因为认为存在着某种就其自身而言的白、散步、数目或知识,简直就如同无聊的鸣啭一样荒谬。因此正如我们所说的那样,显然所有的偶性都述说于实体。而被述说于实体的事物无论如何都是有限的;因为范畴之属在两端都是有限的。  人们还可以从分析的角度通过以下考量更简要地证明,在作为考察对象的论证性科学中,无论被述说的项还是底层的项,都不可能走向无限。因为论证是通过就其自身而属于的属性进行的;而这些属性有两类:一类是在本质中且在定义中的属性(正如众量与数量被说是就其自身而属于数的),另一类是底层的项本身寓于其定义之中的那些偶性(正如奇数之于数)。而这两者中的任何一者都不可能是无限的。因为即使奇数被述说于数,既不可能有任何别的东西被述说于奇数,奇数也不存在于数的本质定义之中,这不同于数存在于奇数的定义之中;因为以这种方式被述说的项,其外延总是比其底层的项更小,并在最终达到不可分者时变得狭窄;因为正如奇数小于数一样,被述说于奇数者又将小于奇数。因此,此类述说必然停顿下来,或者出于这个原因,或者是因为凡就其自身属于奇数者也将属于数,而后继的一切也将全都属于底层的项,从而数也将寓于所有这些属性的定义之中;这样一来,就其自身属于数的属性就会是无限的,且数也将寓于无限个定义之中。然而,就其自身而属于的属性为无限是不可能的;因为此类事物在现实中并且同时属于基底。此外,对于一个就其自身属于某物且本身是偶性的东西而言,不可能还有另一个偶性就其自身属于它;否则偶性就会变成底层的本性和实体了。再者,那些在本质中属于的属性也绝非无限;因为若如此就不可能下定义了。由此可见,既不可能论证走向无限,也不可能一切事物都是可论证的,后者正是我们在开篇所说的某些人的主张。因为并非一切都是可论证的,既然并非对每一个前提都能取得中项,而是终究会停顿于无中项的前提;因为我们已经证明,在两端项有规定的情况下,中间项不可能为无限。而论证也不会走向无限,因为不可能总是给结论附加新的项。”

语法注3 条
  1. 1.20ἑκάστου τῶν γενῶν ἀεὶ προυπάρχοντος γένους

    独立属格结构,相对于主句的祈愿语气动词 οὐδ’ ἂν εἴη 起假设条件作用,意为“如果对每一个属而言都始终预先存在着另一个属”。这在逻辑上与前文的 γένους ὑπερκείμενον ἔχοντος 构成并列平行关系。

  2. 1.20ἢ τοίνυν διὰ τοῦτο ἀνάγκη ἵστασθαι τὰς τοιαύτας κατηγορίας, ἢ ὅτι

    相关结构 ἢ... ἢ...(“或者出于……,或者是因为……”)提出了此类述说必然停顿的两种可能原因。第一个原因通过介词短语 διὰ τοῦτο(指前述的外延收缩至不可分者这一原因)表达,第二个原因则由引导原因从句的 ὅτι 引出。

  3. 1.20τερετίσματι γὰρ ἔοικε

    与格 τερετίσματι(“无意义的鸣啭/鸟鸣”)作动词 ἔοικε(“类似于”)的补足成分。紧随其后的带冠词不定词从句 τὸ εἶναι λευκότητά τινα καθ’ αὑτὴν...(“存在某种就其自身的白性……”)担任 ἔοικε 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:34.17-36.4