← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§33.22-34.16

在有限两端项之间中间项的有限性

特米斯提乌斯论证了若两端项(第一被述说者与最后基底事物)是有规定的,则基于现实无限的不可能以及与连续量划分的区别,中间项绝不可能为无限,随后转向对两端项本身具有有限性的证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19

20. 21. Ἀρκτέον τοίνυν ἀπὸ τοῦ τρίτου προβλήματος, καὶ δεικτέον ὅτι τὰ μεταξὺ οὐκ ἐνδέχεται ἄπειρα εἶναι, εἰ ἐπὶ τὸ ἄνω καὶ τὸ κάτω ἵστανται αἱ κατηγορίαι· λέγω δὲ ἄνω μὲν τὴν ἐπὶ τὸ καθόλου μᾶλλον, κάτω δὲ τὴν ἐπὶ τὸ κατὰ μέρος. εἰ γὰρ τοῦ Α ὄντος τοῦ πρώτου κατηγορουμένου καὶ τοῦ Ζ τοῦ ἐσχάτου ὑποκειμένου λέγοι τις τὰ μεταξὺ ἄπειρα εἶναι, συμβήσεται τῷ ἀπὸ τοῦ Α ἀρχομένῳ μηδέποτε καθήξειν1 ἐπὶ τὸ Ζ καὶ ἀπὸ τοῦ Ζ πάλιν ἀρχομένῳ μηδέποτε ἀνήξειν ἐπὶ τὸ Α. ὥστε οὐκ ἔσται πεπερασμένα τὰ ἄκρα, ἅπερ ὑπόκεινται, καὶ ὅμοιον τὸ συμβαῖνον, ὡς εἴ τις ἀπὸ τῆς μονάδος ἄχρι τῆς δεκάδος πεπεράσθαι λέγων τὸν ἀριθμὸν τὸν μεταξὺ τούτων ἄπειρον ποιεῖ. ἀλλ’ ὥσπερ τοῦτο οὐκ ἐνδέχεται (ἔσονται γὰρ οὕτως ἄπειροι οἱ ἀριθμοὶ ἐνεργείᾳ οἱ μεταξὺ τῶν ὡρισμένων ἀριθμῶν· οὐκ ἔστι γὰρ ἐν τῷ λαμβάνεσθαι ἡ γένεσις τῶν ἀπείρων, ἀλλ’ ἐν τῷ εἶναι καὶ προυπάρχειν),2 οὕτω καὶ ἐπὶ τῶν ὅρων, ὧν εἰσιν οἱ ἄκροι ὡρισμένοι, ἀδύνατον τοὺς μεταξὺ ἀπείρους εἶναι. οὐ γὰρ ὅμοιον τὸ ἐπὶ τῆς τῶν συνεχῶν διαιρέσεως, ἐφ’ ὧν τῶν ἄκρων ὡρισμένων τῶν μεταξὺ μεγεθῶν ἐπ’ ἄπειρον ἡ διαίρεσις· ἐκεῖ μὲν γὰρ οὐ προυπάρχει ἐνεργείᾳ τὰ λαμβανόμενα, ἐνταῦθα δὲ ἀνάγκη τοὺς ὅρους τοὺς λαμβανομένους προϋπάρχειν ἐνεργείᾳ· εἰσὶ γάρ, κἂν μὴ λαμβάνωνται· ἐπὶ δὲ τῶν διαιρουμένων οὐδὲν ἔστι τῶν ἀφαιρουμένων πρὸ τῆς ἀφαιρέσεως ἐνεργείᾳ. ὥστε ἀνάγκη τῶν ἄκρων ὡρισμένων τὰ μέσα ἵστασθαι, καὶ τοῦτο οὐκ ἐπὶ τῆς καταφατικῆς ἀποδείξεως μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς ἀποφατικῆς παραπλησίως· καὶ γὰρ ἡ ἀπόφασις ἀεὶ προσλήψει καταφάσεως δείκνυται, ὥστε εἴπερ ἵστανται αἱ καταφάσεις, ἵστανται καὶ αἱ προσλήψεις τῶν ἀποφάσεων. ὅτι μὲν οὖν τῶν ἄκρων ὡρισμένων οὐκ ἐνδέχεται ἄπειρα εἶναι τὰ μέσα, δέδεικται ἱκανῶς. ὅτι δὲ καὶ τὰ ἄκρα ἀνάγκη ὡρίσθαι καὶ ἐπὶ τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω, δεικτέον ἐφεξῆς, καὶ πρῶτόν γε διὰ τῶν κοινοτέρων ἐπιχειρήσεων, δι’ ὧν οὐ τὰ καθ’ αὑτὰ μόνα ἀλλὰ καὶ τὰ ὁπωσοῦν κατηγορούμενα ἀποδείξομεν εἰς ἄπειρον μὴ προϊόντα.

20. 21. 因此,我们应当从第三个难题开始,并表明如果述说在向上和向下的方向上停顿下来,中间项便不可能为无限;我所说的向上是指朝向更具全称性的事物的述说,而向下是指朝向个别事物的述说。因为如果以A为第一被述说者,以Z为最后基底事物,有人若说中间项是无限的,那么对于从A出发的人而言就会导致绝不能下达于Z,而对于从Z出发的人而言又会导致绝不能上达于A。因此,作为前提假设的两端项就不会是有限的,其结果就如同有人一方面说从一到十的数是有限的,另一方面却把它们之间的数造成为无限的一样。但是,正如这是不可能的一样(因为这样一来,在有规定的数之间的数就会在现实中成为无限;因为无限者的生成不在于被选取,而在于已经存在和预先实存),在两端项有规定的那些项上,中间项也不可能是无限的。因为这并不类似于连续量之划分的情形,在那些情形中,虽然两端有规定,中间量度的划分却是无限的;因为在那种情形下,被选取的部分并非在现实中预先实存,而在此处,被选取的项却必然在现实中预先实存;因为即便它们不被选取,它们也是存在的;但在被划分的事物中,被切分出的各部分在切分之前没有一个是现实存在的。因此,在两端项有规定的情况下,中项必然停顿下来,并且这不仅适用于肯定论证,同样也适用于否定论证;因为否定命题总是通过附加肯定命题来证明的,所以如果肯定命题停顿下来,否定命题的附加前提也会停顿下来。由此可见,在两端项有规定的情况下,中间项不可能为无限,这一点已经得到了充分的证明。而两端项在向上和向下的方向上也必然是有规定的,这一点接下来应当予以阐明,并且首先应当通过较为普遍的论据来阐明,通过这些论据,我们不仅将证明就其自身者,而且将证明以任何方式被述说者都不会走向无限。

语法注2 条
  1. 1.19συμβήσεται τῷ ἀπὸ τοῦ Α ἀρχομένῳ μηδέποτε καθήξειν

    非人称动词 συμβήσεται(“将导致/随之产生”)支配表示逻辑动作主体的与格分词短语 τῷ ... ἀρχομένῳ 以及作为补足成分的将来时不定词 μηδέποτε καθήξειν(以及随后的 μηδέποτε ἀνήξειν)。

  2. 1.19οὐκ ἔστι γὰρ ἐν τῷ λαμβάνεσθαι ἡ γένεσις τῶν ἀπείρων, ἀλλ’ ἐν τῷ εἶναι καὶ προυπάρχειν

    由介词 ἐν 搭配中性单数定冠词和不定词构成的名词化结构(ἐν τῷ λαμβάνεσθαι, ἐν τῷ εἶναι καὶ προυπάρχειν),作为表语成分说明“无限者的生成”在于何处。此处对比了在划分过程中通过连续选取而产生的潜在无限,与必须预先已经现实存在的项之间的本质差异。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:33.22-34.16