- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:31.25-33.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐明感觉的缺失会导致归纳与全称认识的丧失,从而失去科学知识(第18章);并在区分附性述说的诸种形式之后,提出关于自身述说链条在向上、向下及其中间项上是走向无限还是停顿下来的问题(第19章)。
18. Φανερὸν δὲ καὶ ὅτι, εἴ τις αἴσθησις ἐκλέλοιπεν, ἀνάγκη καὶ ἐπιστήμην ἐκλελοιπέναι, ἣν ἀδύνατον λαβεῖν, εἴπερ μανθάνομεν ἢ ἐπαγωγῇ ἢ ἀποδείξει. ἔστι δ’ ἡ μὲν ἀπόδειξις ἐκ τῶν καθόλου, ἡ δὲ ἐπαγωγὴ ἐκ τῶν κατὰ μέρος· ἀδύνατον οὖν ἐπὶ τῶν αἰσθητῶν τὰ καθόλου θεωρῆσαι εἰ μὴ δι’ ἐπαγωγῆς· ἐπαχθῆναι δὲ τοῖς αἰσθητοῖς ἀδύνατον μὴ ἔχοντας αἴσθησιν1 τὴν ἐκείνων γνωριστικήν. οὐκ ἄρα ἐνδέχεται λαβεῖν αὐτῶν ἐπιστήμην· οὔτε γὰρ ἐκ τῶν καθόλου ἄνευ ἐπαγωγῆς, οὔτε ἐξ ἐπαγωγῆς ἄνευ τῆς αἰσθήσεως. ἐπεὶ καὶ τὰ ἐξ ἀφαιρέσεως λεγόμενα δοκεῖ μὲν ἐξωτέρω κεῖσθαι τῆς αἰσθήσεως καὶ τῇ διανοίᾳ γνωρίζεσθαι, ὅμως δὲ καὶ ταῦτα δι’ ἐπαγωγῆς καὶ αἰσθήσεως γίγνεται γνωριμώτερα· τῇ γὰρ ἐπιφανείᾳ ὅτι μῆκος καὶ πλάτος μόνον ὑπάρχει, μᾶλλον πιστεύομεν ἐπαχθέντες, καὶ τῷ τριγώνῳ ὅτι πλευραὶ τρεῖς. καὶ γὰρ εἰ μὴ ὡς χωριστὰ ὑφέστηκεν αὐτὰ καθ’ αὑτά, ἀλλ’ οὖν ἔστι δι’ ἐπαγωγῆς αὐτῶν ἔνια δεικνύναι, ὅτι τοιόνδε ἕκαστον.
18. 显然,若某种感觉缺失了,某种科学知识也必然随之缺失,而要获得这种知识是不可能的,如果我们确实要么通过归纳、要么通过论证来进行学习的话。论证出于全称者,而归纳出于个别者;因此,对于可感觉事物而言,除非通过归纳,否则不可能观照全称者;而对于不具有能够认识那些事物的感官的人来说,被引向可感觉事物是不可能的。由此可见,不可能获得关于它们的科学知识;因为既不可能在没有归纳的情况下出于全称者,也不可能在没有感觉的情况下出于归纳。因为即使那些被称为出于抽象的事物,虽然看起来位于感觉之外并通过理智来认识,然而甚至这些事物通过归纳和感觉也会变得更加可知;因为唯有长度和宽度属于平面,我们是在被归纳之后才更加确信的,三角形具有三条边也是如此。因为即使它们并非作为分离的事物而自身独立存在,但仍然可能通过归纳来证明其中的某些事物,表明每一事物都是如此这般的。
19. Ἐπεὶ δὲ πολλάκις εἰρήκαμεν, ὅτι τῷ μὲν ἀποδεικτικῷ τὰ καθ’ αὐτὰ κατηγορούμενα παραληπτέον, τῷ δὲ διαλεκτικῷ οὐ πάντως, ἀλλ’ ἐνίοτε καὶ τὰ κατὰ συμβεβηκός, ὅταν ἔνδοξα ᾖ καὶ γνωριμώτερα τῶν καθ’ αὐτὰ ὑπαρχόντων, τοῦτ’ αὐτὸ διορίσωμεν, ποσαχῶς λέγεται κατὰ συμβεβηκὸς ἕτερον ἑτέρου κατηγορεῖσθαι. λέγεται τοίνυν πλεοναχῶς· κατ’ ἄλλο γὰρ σῶμα λευκόν· κατὰ γὰρ τὴν ἐπιφάνειαν· καὶ ἄμπελος λευκὴ κατ’ ἄλλο, διότι τοὺς βότρυας φέρει λευκούς. ἀλλὰ κἂν συμβεβηκὸς συμβεβηκότος κατηγορῆται, ὡς τὸ μουσικὸν τοῦ λευκοῦ. ἀλλὰ καὶ συμβεβηκὸς οὐσίας τῶν μὴ καθ’ αὑτὰ ὑπαρχόντων, ὡς τὸ λευκὸν τοῦ ἀνθρώπου. μάλιστα δὲ λέγεται κατὰ συμβεβηκὸς κατηγορεῖσθαι, ὅταν παρὰ φύσιν κατηγορῆται τοῦ συμβεβηκότος τὸ ὑποκείμενον, οἷον τὸ λευκὸν ἐκεῖνό ποτέ φαμεν εἶναι ἄνθρωπον, οὐχ ὁμοίως λέγοντες καὶ τὸν ἄνθρωπον εἶναι λευκόν· ὁ μὲν γὰρ τὸν ἄνθρωπον λευκὸν εἰπὼν οὐ τὸ ἑτέρῳ ὑπάρχον ὑπέθηκεν οὐδὲ τὸ δι’ ἕτερον ὑφεστώς·2 οὐσία γὰρ καθ’ αὑτὴν ὁ ἄνθρωπος· ὁ δὲ τὸ λευκὸν ἄνθρωπον εἰπὼν ὑποκείμενον ἔλαβε τὸ λευκόν, ὃ τὸ εἶναι παρὰ τοῦ ᾧ συμβέβηκεν ἔχει. τοῖς μὲν οὖν διαλεκτικῶς ἐπιχειροῦσι ληπτέον καὶ τὰς τοιαύτας κατηγορίας, ὅταν ὦσιν ἔνδοξοι καὶ γνώριμοι· τῷ δὲ ἀποδεικτικῷ μᾶλλον παντὸς φυλακτέον τὰς παρὰ φύσιν κατηγορίας καὶ ὅλως τὰς κατὰ συμβεβηκὸς πλὴν τῶν καθ’ αὑτὰ ὑπαρχόντων, ὡς διωρίσαμεν. Τοῦτο μὲν οὖν ἴσως καὶ διὰ τῶν προτέρων ὡμολόγηται. ἐκδέχεται δὲ ἡμᾶς σκέψις οὐκ ἀγενὴς περὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων, πότερον ἵστανται αἱ τοιαῦται κατηγορίαι ἢ ἐπ’ ἄπειρον προΐασιν. ἔστι δὲ ὃ λέγω τοιοῦτον. εἰ γὰρ ὑποθοίμεθα ἔσχατον ὑποκείμενον εἶναι τὸ Γ, ὅπερ αὐτὸ μὲν κατ’ οὐδενὸς ἄλλου κατηγορεῖται, κατὰ δὲ τούτου τὸ Β ἀμέσως καὶ πρώτως, καὶ πάλιν τοῦ Β τὸ Ε, καὶ τοῦ Ε τὸ Ζ ὡσαύτως, ἆρ’ οὖν τοῦτο ἀνάγκη στῆναι, ἢ ἐνδέχεται ἐπ’ ἄπειρον προϊέναι τοῦ μὲν Ζ πάλιν τὸ Η κατηγορούμενον λαμβάνοντας, τοῦ δὲ Η τὸ Θ καὶ ἀεὶ ἐφεξῆς καὶ μηδέποτε ἀποροῦντας; μία μὲν οὖν αὕτη τις ζήτησις. ἑτέρα δὲ αὖθις τοιαύτη· εἰ γὰρ πάλιν ὑποθοίμεθα τὸ Α τοιοῦτον ὥστε αὐτοῦ μὲν μηδὲν ἕτερον κατηγορεῖσθαι, ἀλλ’ εἶναι πρῶτον καὶ ἀνωτάτω, αὐτὸ μέντοι τῷ Θ ἀμέσως ὑπάρχειν, καὶ τὸ Θ πάλιν τῷ Η καὶ τοῦτο τῷ Ι, ἆρ’ οὖν καὶ τοῦτο ἵστασθαι ἀνάγκη, ἢ καὶ τοῦτο εἰς ἄπειρον ἐνδέχεται προϊέναι, μηδὲν εὑρίσκοντας ἕτερον ὑποκείμενον ὃ μὴ κατ’ ἄλλου κατηγορεῖται; διαφέρει δὲ τὸ σκέμμα τουτὶ τοῦ προτέρου κατὰ τοσοῦτον, καθ’ ὅσον ἐκεῖ μὲν εἰ ἐπ’ ἄπειρον ἄνεισι τὰ κατηγορούμενα, ἐσκοποῦμεν, ἐνταῦθα δὲ εἰ ἐπ’ ἄπειρον κάτεισι τὰ ὑποκείμενα. τρίτον δ’ ἐπὶ τούτοις πρόβλημα, εἰ τῶν ἄκρων ὡρισμένων καὶ ὄντος πρώτου κατηγορουμένου καὶ ἐσχάτου ὑποκειμένου τὰ μεταξὺ ἄπειρα ἔσται,3 ὡς ἀεὶ τῆς ληφθείσης προτάσεως εἶναί τινα μέσον ὅρον καὶ μηδὲν ἄλλο ἄλλου ἀμέσως κατηγορεῖσθαι. τὸ δὲ ταῦτα ζητεῖν ἐστιν, εἰ ἐπ’ ἄπειρον αἱ ἀποδείξεις προϊᾶσι καὶ ἀεὶ τὸ λαμβανόμενον εἰς ἄλλου δεῖξιν ἀποδεικτόν ἐστι καὶ αὐτό, ἢ ἵστανται αἱ ἀποδείξεις εἰς τὰς ἀμέσους προτάσεις καὶ τοὺς ἐσχάτους ὅρους. ἡ αὐτὴ δὲ καὶ ἐπὶ τῶν ἀποφάσεων ζήτησις, εἰ ἄμεσοί τινές εἰσιν ἢ μή· τίνες δὲ αἱ ἄμεσοι, προεδείξαμεν. ἐπὶ δὲ τῶν ἀντιστρεφουσῶν προτάσεων οὐχ ὁμοίως τοῦτο τὸ πρόβλημα διαιρετέον· οὔτε γὰρ τὸ ἔσχατον ὑποκείμενον ὑποθεμένους ζητεῖν δυνατόν, εἰ ἔστι τι πρῶτον κατηγορούμενον, οὔτε τὸ πρῶτον κατηγορούμενον λαμβάνουσιν ἐπιβλέπειν οἷόν τε, εἰ ἔστιν ἔσχατον ὑποκείμενον· τῷ γὰρ ἀντιστρέφειν πάντα ἀλλήλοις, κἂν ἐπὶ θατέρου ζητῇς, ζητήσεις περὶ ἀμφοτέρων ὁμοίως, καὶ εἴπερ οἷόν τε εὑρεῖν ἐπὶ τούτων τὸ ἔσχατον ὑποκείμενον, εὐθὺς δυνατὸν εὑρεῖν καὶ τὸ πρῶτον κατηγορούμενον· ἀντιστραφὲν γὰρ τὸ ἔσχατον ὑποκείμενον πρῶτον κατηγορούμενον γίνεται.
19. 由于我们多次说过,论证者应当采用就其自身被述说的事物,而辩证论者则不必然如此,有时当附性事物是公认的且比就其自身属于的事物更加可知时,他也采用附性事物,因此让我们来规定这一点本身:一物被附性地述说于另一物究竟有几种说法。它被多重地述说:一个物体由于另一事物而是白的,因为它是就其表面而言的;一株葡萄树由于另一事物而是白的,因为它结出白色的果串。而且当一个附性被述说于另一个附性时也是如此,比如通晓音乐被述说于白。此外,在不属于自身具有的事物中,一个附性被述说于实体时也是如此,比如白被述说于人。但最被称为附性地述说的,乃是当基底事物反乎本性地被述说于附性时,比如我们有时说那个白的东西是一个人,这与我们说人是白的是不一样的。因为说人是白的人,并没有把属于另一事物者设立为基底,也没有把通过另一事物而存在者设立为基底;因为人是就其自身的实体;而说白的东西是人的人,则把白的东西当作了基底,而它恰恰是从它所依附的事物那里获得其存在的。因此,以辩证方式进行探讨的人,当此类述说公认且可知时,也应当采用它们;但论证者则最应当防范反乎本性的述说,并且正如我们所规定的那样,应当防范一切附性的述说,除非是就其自身属于的事物。 这件事情通过前面的讨论或许已经得到承认。但关于就其自身属于的事物,一个并非无足轻重的考察正在等待着我们:此类述说是停顿下来,还是走向无限。我所说的乃是这样一回事:如果我们假定Γ是最后的基底事物,它本身不被述说于任何其他事物,而B直接且首先被述说于它,E又同样被述说于B,Z被述说于E,那么这必然会停顿下来,还是说可以走向无限,即再次取H为被述说于Z者,Θ为被述说于H者,如此依次不断推进而绝不陷入困境?这是一种探究。另一种探究又是如此:如果我们反过来假定A是这样一类事物,以至于没有任何其他事物被述说于它,而是作为第一且最高者,然而它本身直接属于Θ,Θ又属于H,H属于I,那么这是否也必然停顿下来,还是说这也可能走向无限,而找不到任何不被述说于其他事物的另一个基底事物?这一考察与前者的区别仅在于此:在前一考察中,我们考察的是被述说者是否向上走向无限,而在此处则是考察基底事物是否向下走向无限。在此之外的第三个难题是:若两端项是有规定的,并且存在第一被述说者和最后基底事物,其中间项是否会是无限的,以至于对于所取的命题而言总是存在某种中项,而没有任何事物直接被述说于另一事物?探究这些问题,也就是探究论证是否走向无限,以及为了另一事物的证明而被取用者自身是否也总是可论证的,抑或论证停顿于无媒命题和极限项。同样的探究也适用于否定命题,即是否存在某些无媒否定;至于哪些是无媒者,我们此前已经证明过了。但在可换位的命题上,这一难题不能以同样的方式划分;因为既不可能假定最后基底事物之后去探究是否存在某种第一被述说者,对于选取了第一被述说者的人而言也不可能去省察是否存在最后基底事物;因为由于一切项彼此换位,即便你就其中一方进行探究,你也同样是在就双方进行探究,并且如果可能在这些命题上找到最后基底事物,也就立即可能找到第一被述说者;因为最后基底事物一经换位,就变成了第一被述说者。
- 1.17ἐπαχθῆναι δὲ τοῖς αἰσθητοῖς ἀδύνατον μὴ ἔχοντας αἴσθησιν
由非人称形容词 ἀδύνατον [ἐστί] 支配的不定式 ἐπαχθῆναι,其逻辑主语由泛指人称的宾格分词 μὴ ἔχοντας(“不具有……的人们”)承担。与格 τοῖς αἰσθητοῖς 则表示被动不定式 ἐπαχθῆναι 的对象(“被引向可感觉事物”)。
- 1.18ὁ μὲν γὰρ τὸν ἄνθρωπον λευκὸν εἰπὼν οὐ τὸ ἑτέρῳ ὑπάρχον ὑπέθηκεν οὐδὲ τὸ δι’ ἕτερον ὑφεστώς
实体化分词 ὁ ... εἰπών(“说……的人”)带有双重宾格(τὸν ἄνθρωπον λευκόν)。主要动词 ὑπέθηκεν 的直接宾语是两个并列的中性单数分词短语(τὸ ἑτέρῳ ὑπάρχον“属于另一事物者”与 τὸ δι’ ἕτερον ὑφεστώς“通过另一事物而存在者”)。这一结构与后文的 ὁ δὲ τὸ λευκὸν ἄνθρωπον εἰπών 形成鲜明对照。
- 1.18εἰ τῶν ἄκρων ὡρισμένων καὶ ὄντος πρώτου κατηγορουμένου καὶ ἐσχάτου ὑποκειμένου τὰ μεταξὺ ἄπειρα ἔσται
在由连词 εἰ 引导的条件句内部,嵌套了两个属格绝对结构:τῶν ἄκρων ὡρισμένων(“两端项是有规定的”)与 ὄντος πρώτου κατηγορουμένου καὶ ἐσχάτου ὑποκειμένου(“存在第一被述说者与最后基底事物”),限定了主语 τὰ μεταξύ 与动词 ἔσται 的条件。
