← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§29.31-31.24

第一格的科学优越性与出于素质的无知

特米斯提乌解释了第一格在论证科学中最具科学性的原因(事实原因的论证、定义的探寻以及向无媒前提的还原,第14章),界定了否定无媒命题的性质(第15章),并讨论了出于素质的无知如何产生于各推论格中以及论证者提出反驳的必要条件(第16章)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14

14. Τῶν δὲ σχημάτων ἐπιστημονικώτατον τὸ πρῶτον· αἵ τε γὰρ μαθηματικαὶ τῶν ἐπιστημῶν διὰ τούτου φέρουσι τὰς ἀποδείξεις, οἷον ἀριθμητικὴ καὶ γεωμετρία καὶ ὀπτικὴ καὶ σχεδὸν ὅσας εἰρήκαμεν τοῦ διότι ποιεῖσθαι τὴν σκέψιν. σπανίως γὰρ ἐν τῷ μέσῳ σχήματι καὶ ἐπ’ ὀλίγων ἡ τοῦ διότι ἀπόδειξις· καὶ γὰρ ὅλως τὸ αἴτιον βούλεται μᾶλλον καταφατικὸν εἶναι καὶ καθ’ αὑτό τι ὑπάρχειν. ὥστε κυριωτάτη γνῶσις ἡ τοῦ διότι θεωρία, καὶ διὰ τοῦτο ἐπιστημονικὸν μάλιστα τὸ πρῶτον σχῆμα. ἔπειθ’ ὅτι τὴν τῶν ὁρισμῶν ἐπιστήμην διὰ τούτου μόνου θηρεῦσαι δυνατόν· οἱ μὲν γὰρ ὁρισμοὶ ἐν τῷ καθόλου ὑπάρχειν·1 οὔτε δὲ ἐν τῷ μέσῳ σχήματι τοῦ ὑπάρχειν γίνεται συλλογισμός, οὔτε ἐν τῷ ἐσχάτῳ καθόλου. ἔτι πρὸς τούτοις τῶν ἐμμέσων προτάσεων εἰς τὰς ἀμέσους διὰ τούτου τοῦ σχήματος ἡ ἀναγωγή· ἐν γὰρ ταὐτῷ σχήματι εἰς τὰς ἀμέσους ἀνάγεται ἑκάστη τῶν ἐμμέσων προτάσεων ἐν ᾧ καὶ συνάγεται· οὔτε δὲ τὴν καταφατικὴν συνάγειν δυνατὸν διὰ τοῦ δευτέρου, οὔτε τὴν καθόλου διὰ τοῦ τρίτου. δῆλον οὖν ὡς οὐδὲ ἀνάγειν αὐτὰς διὰ τούτων εἰς τὰς ἀμέσους ἐνδέχεται.

14. 在各个格中,第一格是最具科学性的;因为各门数学科学都通过它来进行论证,例如算术、几何学、光学,以及几乎所有我们曾说过是对事实的原因进行考察的科学。因为关于事实原因的论证在中间格中罕见且仅见于少数情况;事实上,原因大体上更倾向于是肯定的,并且就其自身属于某物。因此,对事实原因的观照是最根本的知识,正因如此第一格最具科学性。其次,因为唯独通过这一格才可能探寻关于定义的科学;因为定义在于全称地属于,但在中间格中不产生关于属于的推论,在最后一格中也不产生全称的推论。此外,除这些之外,有媒命题向无媒命题的还原也是通过这一格完成的;因为每一条有媒命题都在它得以推导出的同一个格中被还原为无媒命题,而通过第二格既不可能推导出肯定命题,通过第三格也不可能推导出全称命题。由此显然,通过这些格同样不可能将它们还原为无媒命题。

§1.15

15. Ἄμεσοι δὲ προτάσεις οὐ καταφάσεις μόνον εἰσίν, ἀλλὰ καὶ ἀποφάσεις ὁμοίως ὅσαι μὴ δύνανται διὰ συλλογισμοῦ δειχθῆναι· αὗται δ’ εἰσὶν ἐφ’ ὧν οὐδετέρου τῶν ὅρων ἄλλος τις ὅλου κατηγορεῖται·2 ἐπὶ γὰρ τῶν τοιούτων ἀνάγκη ἀμέσως μὴ ὑπάρχειν θατέρῳ θάτερον· εἰ γὰρ ἔσται τι μέσον, ἀνάγκη πάντως αὐτὸ θατέρου κατηγορεῖσθαι καὶ γίνεσθαι διὰ τούτου συλλογισμὸν τῆς ἀποφάσεως.

15. 无媒命题不仅是肯定命题,同样只要是不能通过推论加以证明的否定命题也是无媒命题;而这些命题是就其两端项中的任何一者而言,其他任何事物都不能全称地被述说的命题。因为在这些情况下,必然是一方无媒地不属于另一方;因为若存在某种中项,它就必然要被述说于其中一方,并由此产生关于该否定的推论。

§1.16

​16. Ὃ δὲ καὶ πρότερον μὲν εἰρήκαμεν, οὐκ ἀκριβῶς δὲ εἰρήκαμεν, νῦν ἀποδῶμεν, ὅτι διττὸν εἶδος ἀγνοίας ἐστίν, ἓν μὲν ὅταν παντελῶς μηδὲ ἔννοιάν τινα περὶ τοῦ πράγματος ἔχωμεν, ὡς λέγοιντ’ ἂν ἀγνοεῖν οἱ παῖδες ὅτι δύο ὀρθαῖς ἴσας ἔχει τὸ τρίγωνον· αὕτη μὲν οὖν ἀφείσθω· καὶ γὰρ οὐδὲν ἔχει τεχνικῆς θεωρίας δεόμενον· ἕτερον δὲ εἶδος ἀγνοίας ἐστὶν ὃ κατὰ διάθεσιν λέγεται, ὅταν τις ἔννοιαν μὲν ἔχῃ περὶ τοῦ πράγματος, φαύλην δὲ καὶ διημαρτημένην, οἷον εἴ τις ὑπολαμβάνοι τὸ τρίγωνον τρεῖς γωνίας ἔχειν ὀρθὰς ἢ μείζους ταῖν δυοῖν ἢ ἐλάττους. λέγεται δὲ κατὰ διάθεσιν ἄγνοια, ὅτι διάκειταί πως ἤδη κατ’ αὐτήν· οἴεται γὰρ εἰδέναι τι ὃ οὐκ ἐπίσταται. ταύτην τοίνυν συμβαίνει τὴν ἄγνοιαν γίνεσθαι μὲν καὶ περὶ τὰ ἀμέσως ὑπάρχοντα ἢ μὴ ὑπάρχοντα, γίνεσθαι δὲ καὶ περὶ τὰ διά τινος μέσου, διχῶς δὲ περὶ ἀμφότερα. ἢ γὰρ ἄνευ συλλογισμοῦ καθ’ ἁπλῆν ἔννοιαν, 〈οἷον〉 ὅτι τὸ τρίγωνον οὐκ ἔχει δύο ὀρθὰς γωνίας, ἢ ὅτι σύμμετρος ἡ διάμετρος· ταῦτα γὰρ ἔνεστι καὶ χωρὶς συλλογισμοῦ τινος ὑπολαμβάνοντας ἠπατῆσθαι· ὅμοια γάρ ἐστι τοῖς κατὰ τὰς αἰσθήσεις παροράμασιν ἢ παρακούσμασιν. ἔνεστι δὲ καὶ διὰ συλλογισμοῦ καὶ συναγωγῆς ἡμαρτημένης, ὅπερ ἤδη ποικιλώτερον· καὶ γὰρ οἱ συλλογισμοὶ ποικίλοι, μᾶλλον δὲ οἱ παραλογισμοὶ δι’ ὧν ἄν τις ἀπατηθείη. τὸ μὲν οὖν ἀμέσως μὴ ὑπάρχον ἢ ἐμμέσως ὑπάρχειν ὑπολαβεῖν διὰ συλλογισμοῦ3 ἐν τῷ πρώτῳ μόνῳ γίνεται σχήματι· ἐπεὶ γὰρ τὸ ἀληθὲς ἦν ἀποφατικὸν καθόλου, τὸ ψεῦδος ἔσται καταφατικὸν καθόλου· τοῦτο δὲ ἐν ἄλλῳ σχήματι συνάγειν οὐκ ἐνδέχεται. ἀνάγκη δὲ καὶ τὸ ψεῦδος εἶναι καθόλου, εἴπερ δι’ ἀποδείξεως φαινομένης καὶ συλλογισμοῦ συναχθήσεται, καὶ διὰ τοῦτο χαλεπωτάτην λέγω ταύτην τὴν ἄγνοιαν, ὅτι οἴησίς ἐστιν ἐπιστήμης καὶ βούλεται τὰς ἐκείνης ἔχειν 〈ἰδιότητας〉 διὰ τῶν καθόλου προϊοῦσα καὶ τοῖς ἐκείνης κανόσι χρωμένη. τὸ δὲ ἀμέσως καὶ ἐμμέσως παντὶ ὑπάρχον μηδενὶ ὑπάρχειν καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ σχήματι συνάγοιτ’ ἄν, ποτὲ μὲν ἀμφοῖν τοῖν δυοῖν προτάσεων ψευδῶν λαμβανομένων, ποτὲ δὲ τῆς ἑτέρας. πῶς δὲ καὶ πότε οἷόν τε, δι’ αὐτῶν γυμνάσασθαι δεῖ τῶν Ἀριστοτέλους λέξεων· ἡμῖν γὰρ ἂν τοῦτο πολυγραφίαν παράσχοι. ἀλλ’ ἐκεῖνο μᾶλλον ῥητέον, ὅτι πρὸς τὰς ψευδεῖς προτάσεις, δι’ ὧν προΐασιν οἱ τῆς ἀπάτης συλλογισμοί, τὰς ἐνστάσεις ποιητέον οὐκ ἐπὶ μέρους οὐδ’ ἀντιφατικῶς ἀντικειμένας ἀλλ’ ἐναντίας καὶ καθόλου· δεῖ γὰρ αὐταῖς συγχρήσασθαι πρὸς τὴν ἀπόδειξιν τοῦ ἀληθοῦς καὶ ἐναντίου πρὸς τὴν ἀπάτην· οὕτω γὰρ αὐτὴν καὶ κομίζομεν ὡς δι’ αὐτῆς τοὐναντίον ἀποδείξοντες.4 ὁ μὲν οὖν διαλεκτικὸς ἐνστήσεται καὶ διὰ τῆς ἐπὶ μέρους· καὶ γὰρ οὐ πάντως καθολικὸν αὐτῷ πρόκειται τὸ συμπέρασμα· ὁ δ’ ἀποδεικτικὸς ἐξ ἀνάγκης διὰ τῆς καθόλου ποιήσει.

​16. 我们此前也曾说过、但未曾精确说明的事情,现在让我们来加以阐明:无知有两种形式,一种是我们对该事物甚至完全没有任何概念,正如可以说孩子们无知于三角形具有等于两直角[的诸角]一样。这种形式就让它搁置一旁吧;因为它丝毫不包含需要专门技艺考察的内容。另一种形式的无知是所谓的出于素质的无知,即当某人对该事物确实持有一种概念,但这种概念是拙劣且错误的,例如有人若设想三角形具有三个直角,或者具有大于或小于两个直角的角。之所以被称为出于素质的无知,是因为人们已经以某种方式按照它形成了状态;因为他自以为知道了他并不理解的事物。这种无知恰好既发生于无媒地属于或不属于的事物上,也发生于通过某种中项的事物上,并且在两类事物上都以两种方式发生。因为或者不借助推论而依照单纯的概念发生——例如三角形不具有两个直角,或者对角线是可通约的;因为即便没有任何推论,抱有这些设想的人也完全可能受骗;因为这类似于感觉中的看错或听错——或者也可能通过推论和错误的推导过程发生,而这已经更为复杂了;因为推论,或者更确切地说人们可能借以受骗的谬误推论,是多种多样的。因此,通过推论把无媒地或有媒地不属于者设想为[全称地]属于,仅发生在第一格中。因为既然真理曾是全称否定的,虚假就将是全称肯定的;而在另一个格中推导出这一点是不可能的。而且,如果虚假确实要通过表面上的论证和推论而被推导出来,它也必须是全称的;正因如此,我说这种无知是最难以对付的,因为它是自以为具有科学,并且由于通过全称命题推进并运用科学的规则,它企图具有科学的特质。至于把无媒地且有媒地属于一切者推导为不属于任何事物,则在第一格和第二格中都可以得出,有时是将两个前提都取为虚假,有时则是将其中的一个取为虚假。至于这如何可能以及何时可能,必须通过亚里士多德的文句本身来亲自操练;因为对我们而言这会造成连篇累牍。但更应当说明的是这一点:对于欺骗性推论借以推进的虚假前提,应当提出的反驳既不应当是特称的,也不应当是矛盾对立的,而应当是反对对立且全称的;因为必须将它们一同运用于证明与欺骗相对立的真理;因为我们正是怀着通过它来证明相反之事的意图而提出该反驳的。因此,辩证论者也会通过特称前提提出反驳;因为对他而言结论绝非完全预设为全称的;但论证者则必然要通过全称前提来进行反驳。

语法注4 条
  1. 1.14οἱ μὲν γὰρ ὁρισμοὶ ἐν τῷ καθόλου ὑπάρχειν

    短语 ἐν τῷ καθόλου ὑπάρχειν 是由介词 ἐν 支配的带冠词不定式结构,意为定义在于(或由……构成)“全称地属于”(省略了系动词 ἐστί)。

  2. 1.15ἐφ’ ὧν οὐδετέρου τῶν ὅρων ἄλλος τις ὅλου κατηγορεῖται

    οὐδετέρου τῶν ὅρων 是由动词 κατηγορεῖται 所支配的属格(“在两端项中的任何一者上”)。ὅλου 作表语性副词短语使用,意为“作为整体地”或“全称地”(相当于 καθόλου)。

  3. 1.16τὸ μὲν οὖν ἀμέσως μὴ ὑπάρχον ἢ ἐμμέσως ὑπάρχειν ὑπολαβεῖν διὰ συλλογισμοῦ

    该句的主语是带冠词的不定式短语 τὸ ... ὑπολαβεῖν。在短语内部,ἀμέσως μὴ ὑπάρχον 与 ἢ ἐμμέσως(承前省 μὴ ὑπάρχον)合指“无媒地或有媒地不属于者”,作 ὑπολαβεῖν 所支配的不定式 ὑπάρχειν 的宾格主语(即“把无媒地或有媒地不属于者设想为属于”)。

  4. 1.16οὕτω γὰρ αὐτὴν καὶ κομίζομεν ὡς δι’ αὐτῆς τοὐναντίον ἀποδείξοντες

    αὐτήν 指代前文的“反驳”(ἡ ἔνστασις)。ὡς 连同将来分词 ἀποδείξοντες 表示主语(我们)的意图或目的,意为“意在通过它来证明相反之事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:29.31-31.24