← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§2.5-3.22

学习对预先知识的依赖与预知的两类方式

提米斯蒂乌斯阐明一切理性学习皆依赖于预先存在的知识,区分了预知的两种方式(事物的存在与名称的含义),并解释了认识与学习的区别以及二者基于普遍者的同时发生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#1

1. Πρὸς πᾶσαν ἐπιστήμην καὶ πᾶσαν μάθησιν λογικὴν τὸν μέλλοντα προσέξειν μὴ μάτην ἀνάγκη φυσικάς τινας ἔχειν ἀρχάς,1 δι’ ὧν προγινώσκει τι περὶ τοῦ πράγματος· οὐ γὰρ οἷόν τε παρὰ τοῦ διδάσκοντος πάντα λαβεῖν, ἀλλὰ δεῖ τι καὶ οἴκοθεν φέρειν εἰς τὴν μάθησιν συντελοῦν. οὕτω γὰρ καὶ παρὰ τοῦ γεωμέτρου μανθάνομεν, ὅτι σημεῖόν ἐστιν οὗ μέρος οὐθέν,2 ἐπειδὴ τοῦ μέρους ἔννοιαν προκεκτήμεθα, καὶ παρὰ τοῦ ἀριθμητικοῦ, ὅτι περιττὸς ὁ διαιρούμενος εἰς ἄνισα, ἐπειδὴ τὰ ἄνισα προγινώσκομεν. καὶ οὐ μόνον γε τὰς ἐπιστήμας ἀλλὰ καὶ τὰς τέχνας ἁπάσας τοῦτον τὸν τρόπον περιποιούμεθα· οἰκοδομεῖν γὰρ μανθάνομεν πηλοῦ καὶ λίθου προέχοντες γνῶσιν, σκυτοτομεῖν δ’ αὖ δέρματός τε καὶ σμίλης τὴν φύσιν προεπιστάμενοι, ναυπηγεῖσθαι ὁμοίως, ὑφαίνειν, χαλκεύειν. μάλιστα δὲ δῆλον ἐπὶ τῶν διὰ λόγου τι διδασκόντων, ὥσπερ οἱ διαλεκτικοὶ καὶ οἱ ῥήτορες· κέχρηνται γὰρ οἱ μὲν ἐπαγωγῇ τε καὶ συλλογισμῷ, οἱ δὲ ἐνθυμήματι καὶ παραδείγματι, ἐφ’ ὧν ἀναγκαῖον ἢ τὰ καθ’ ἕκαστον προγινώσκειν ἢ τὰ λήμματα ἢ τὰ ὅμοια. οὐ μόνον δὲ οἱ παρ’ ἄλλων μανθάνοντες, ἀλλ’ ὅσοι καὶ αὐτοί τι ζητοῦσιν, ἔχοντές τινα ἐναργῆ τε καὶ φανερὰ ἐκ τούτων ὁρμῶνται πρὸς τὸ τὰ ἀφανῆ ζητεῖν καὶ μὴ γνώριμα. ὥστε εἴπερ ἀληθῆ ταῦτα, πᾶσα ἂν διδασκαλία καὶ πᾶσα μάθησις λογικὴ ἐκ προϋπαρχούσης γίγνοιτο γνώσεως. μὴ θορυβείτω δὲ ἡμᾶς τὰ δι’ αἰσθήσεως γινωσκόμενα, ἐφ’ ὧν οὐδὲν προγινώσκειν ἀνάγκη· οὐ γὰρ διὰ μαθήσεως τὰ τοιαῦτα οὐδ’ ἐκ μεθόδου λογικῆς παραγίνεται. Ἐφ’ ὧν τοίνυν προγινώσκειν ἐστί τι ἀναγκαῖον, ἐπὶ τούτων διχῶς οἷόν τε προγινώσκειν· τὰ μὲν γὰρ ὅτι ἔστι προϋπολαμβάνειν ἀναγκαῖον, τὰ δὲ τί τὸ λεγόμενον ὄνομα σημαίνει ξυνιέναι δεῖ. ζητοῦντες μὲν γὰρ διὰ τί τὸν σίδηρον ἡ λίθος ἕλκει, πρότερον ὅτι ἕλκει γινώσκομεν, καὶ ζητοῦντες τί ἐστι κίνησις ἢ τί χρόνος, ἴσμεν ὅτι ἔστι κίνησις καὶ χρόνος. καὶ οὗτος μὲν εἷς τρόπος τῆς προγνώσεως· ἐφ’ ὧν δὲ αὐτὸ τοῦτο ζητοῦμεν, εἰ ἔστιν ἢ μή, καὶ μανθάνομεν, οἷον εἰ ἔστι θεός, ἆρα ἔστι πρόνοια, ἐπὶ τῶν τοιούτων, τί σημαίνει τὸ λεγόμενον ὄνομα, ξυνιέναι πρότερον ἀναγκαῖον. τὸ μὲν οὖν ὅτι ἔστιν ἄνευ τοῦ τί σημαίνει γινώσκειν ἀμήχανον· τὸ δὲ τί σημαίνει γινώσκειν δυνατὸν καὶ χωρὶς τοῦ εἰδέναι ὅτι ἔστι· τί γὰρ ἱπποκένταυρος σημαίνει καὶ τί Σκύλλα συνίεμεν οὐκ εἰδότες ὅτι ἔστιν, ἀλλὰ ζητοῦντες. οὐ γὰρ δὴ τὸ τί σημαίνει ταὐτὸν ὑποληπτέον εἶναι τῷ ὁρισμῷ τῷ τὸ τί ἦν εἶναι δηλοῦντι,3 ἀλλ’ ἰστέον ὅτι πάμπολυ διαφέρει τοῦ τί ἐστι τὸ τί σημαίνει. τῶν μὲν γὰρ σημαινομένων ὑφ’ ἑκάστης φωνῆς καὶ οἱ πάνυ ἀμαθεῖς συνιᾶσιν· οὐδεὶς οὖν οἰκέτης ὁμόγλωττος ἄνθρωπον ἀκούσας καλέσαι ἵππον ἤγαγεν, οὐδὲ βάθρον ἐνεγκεῖν ὕδωρ ἐκόμισε· τί δὲ δήποτέ ἔστιν ἕκαστον τούτων καὶ τίς ἑκάστου τῆς οὐσίας ὁρισμός, εἰδέναι χαλεπὸν τῷ μὴ περὶ ταῦτα γεγυμνασμένῳ. ἐκ δὲ τῶν προειρημένων δῆλόν ἐστιν, ὅτι τὸ γνωρίζειν καὶ τὸ μανθάνειν οὐ μικρὸν διαφέρει, εἴ γε τῶν μὲν προγινωσκομένων ἡ γνῶσις, ἐκ δὲ τῶν μὴ προγινωσκομένων ἡ μάθησις, καὶ γνωρίζει μέν τις ἃ πρότερον ἐπίσταται, μανθάνει δὲ ἃ οὐκ ἐπίσταται. καίτοι γε ἔνια καὶ γνωρίζειν ἔστιν εὐθὺς καὶ πρῶτον μανθάνοντα, οἷον ὅσα ὑπό τι καθόλου ἐστὶν οὗ τὴν ἐπιστήμην πρότερον ἔχομεν· ὁ γὰρ εἰδὼς μὲν ὅτι πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας, μὴ εἰδὼς δὲ ὅτι τρίγωνον τοῦτο τὸ ἐνταῦθα γεγραμμένον, ὅταν αὐτὸ θεάσηται πρῶτον, μανθάνοι τ’ ἂν ἅμα αὐτὸ καὶ γνωρίζοι, ἀλλ’ οὐ κατὰ ταὐτόν,4 ἀλλὰ μανθάνοι μὲν ἂν ὅτι τρίγωνον, γνωρίζοι δ’ ἂν ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει· ὅτι μὲν γὰρ τρίγωνον νῦν οἶδεν, ὅτι δὲ δυσὶν ὀρθαῖς ἴσας ἔχει τῷ καθόλου προεπίσταται.

1. 对于任何打算不徒劳地专注于一切科学和一切理性学习的人来说,都必然具有某些自然的始基,通过这些始基他能预先知道关于该事物的某些知识;因为不可能从教授者那里获得一切,而是必须自己也带来某些有助于学习的东西。事实上,我们也是通过这种方式从几何学家那里学到点是没有部分的东西,因为我们已经预先拥有了部分的观念;并从算术家那里学到奇数是被分割为不等之数的东西,因为我们预先知道不等之数。不仅科学,而且一切技艺,我们也都是以这种方式获得的;因为我们在预先拥有关于黏土和石头的知识后才学习建造房屋,而在预先知道皮革和修鞋刀的本性后才学习制鞋,造船、织布、锻造亦是如此。而在那些通过言辞教授某些知识的人身上,这一点尤为明显,正如辩证家和修辞学家那样;因为前者运用归纳和三段论,而后者运用省略三段论和例证,在这些情况下,必然要预先知道个别事例、前提命题或相似事物。不仅从他人那里学习的人,而且所有自己进行探求的人,在拥有了某些显明而清楚的事实之后,也是从这些出发去探求隐晦而不为人知的事物。因此,如果这些是真实的,那么一切教授和一切理性学习都当来自预先存在的知识。但通过感觉所知道的事物不应使我们困扰,关于这些事物,没有任何预先知道的必要;因为此类事物既非通过学习而产生,亦非来自理性的方法。那么,在必须预先知道某些事物的情况下,存在着两种预先知道的可能方式:因为对于某些事物,必须预先假定其存在;而对于另一些事物,则必须理解所说名称的含义。因为当我们探求磁石为何吸引铁时,我们首先知道它能吸引;当我们探求运动是什么或时间是什么时,我们知道运动和时间是存在的。这是预先知道的一种方式;而在我们所探求并学习的正就是其是否存在的情况中——例如神是否存在,天意究竟是否存在——在这些情况下,首先必须理解所说名称的含义。在不知道其含义的情况下要知道其存在,是不可能的;但即使不知道其是否存在,要知道其含义也是可能的;因为我们理解马人意味着什么,斯库拉意味着什么,却并不知晓其是否存在,而只是在进行探求。绝不能认为名称所意味的与表明本质的定义是同一的,而必须知晓:事物是什么与事物意味着什么有着巨大的不同。因为关于每个语词所意味的内容,即便是完全没有学识的人也理解;因此,没有哪个说同种语言的仆人在听到让他叫一个人来时会牵来一匹马,听到让他拿一条长凳来时会端来一盆水;但这些事物中的每一者究竟是什么,每一者的实体定义是什么,对于在这方面未受训练的人而言却是难以知晓的。由前所述显而易见,认识与学习有着不小的差别,如果说认识是关于预先已知之物的,而学习则是从预先未知之物中产生的,并且人认识的是他先前已知之物,学习的则是他所不知之物。然而,有些事物在第一次学习时也能同时被立刻认识,例如凡属于我们先前已掌握其科学知识的普遍者之下的事物;因为知道每一个三角形的内角和都等于两直角,却不知道这里画出的这个图形是三角形的人,当他第一次看见它时,会同时学到它并认识它,但并非在同一方面:他学到的是它是一个三角形,认识到的则是它具有等于两直角[的内角];因为它是三角形是他现在知道的,而它具有等于两直角[的内角]则是他凭借普遍者而预先知晓的。

语法注4 条
  1. 1.1τὸν μέλλοντα προσέξειν μὴ μάτην ἀνάγκη φυσικάς τινας ἔχειν ἀρχάς

    非人称结构 ἀνάγκη [ἐστί] 支配不定式带有逻辑主语的结构(主语为 τὸν μέλλοντα,不定式为 ἔχειν)。否定词 μή 修饰 προσέξειν(意为“打算不徒劳地专注于……”)。

  2. 1.1οὗ μέρος οὐθέν

    关系代词 οὗ 为所属属格(或描述属格),修饰名词 μέρος,构成欧几里得关于点的经典定义句式:“[那]没有任何部分于其中的[东西]”(省略了 ἐστί)。

  3. 1.1τῷ ὁρισμῷ τῷ τὸ τί ἦν εἶναι δηλοῦντι

    带冠词的分词短语 τῷ... δηλοῦντι 定语修饰 τῷ ὁρισμῷ。该分词的宾语 τὸ τί ἦν εἶναι 是亚里士多德哲学特有的术语性固定短语(“本质”/“原本所是”),由中性定冠词 τό 统摄作为整体宾语对待。

  4. 1.1μανθάνοι τ’ ἂν ἅμα αὐτὸ καὶ γνωρίζοι, ἀλλ’ οὐ κατὰ ταὐτόν

    带 ἄν 的愿望语气构成对应于时间条件从句 ὅταν αὐτὸ θεάσηται πρῶτον 的归结从句。宾格 αὐτό 是 μανθάνοι 和 γνωρίζοι 二者的共同直接宾语,随后的 ἀλλ’ οὐ κατὰ ταὐτόν 意为“但并非在同一方面”,用以区分学习与认识的考察侧面。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:2.5-3.22