← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§28.19-29.30

原因与征兆的换位及从属学科间的证明

德米斯蒂乌斯分析了原因与征兆之间的换位关系(相互换位、非换位以及同一原因的诸征兆间的换位)中事实本身与事实原因之推论的成立情况,随后阐明在相互从属的诸学科(如光学从属于几何学、力学从属于立体几何学等)之间,下位经验科学认知事实本身,而上位数学科学则论证事实的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13#2

πολλάκις μὲν οὖν συμβαίνει καὶ ἀντιστρέφειν ἀλλήλοις τὸ αἴτιον καὶ τὸ σημεῖον καὶ ἄμφω δείκνυσθαι δι’ ἀλλήλων, διὰ τοῦ σημείου μὲν ὡς τὸ ὅτι, διὰ θατέρου δὲ ὡς τὸ διότι, δι’ οὗ μὲν ὡς γνωριμωτέρου τοῦ συμπεράσματος, δι’ οὗ δὲ ὡς αἰτίου τοῦ πράγματος.1 πολλάκις δὲ οὐκ ἀντιστρέφει τὰ σημεῖα τοῖς αἰτίοις αὐτῶν· εἰ μὲν γὰρ καπνός, πάντως καὶ πῦρ· εἰ δὲ πῦρ, οὐ πάντως καπνός· καὶ εἰ μὲν τέτοκεν, ἀνδρὶ πεπλησίακεν· εἰ δὲ πεπλησίακεν, οὐ πάντως τέτοκεν. ἐπὶ δὴ τῶν τοιούτων ἡ μὲν τοῦ ὅτι δεῖξις ἔστιν, ἡ δὲ τοῦ διότι ἐκλείπει· διὰ μὲν γὰρ τοῦ σημείου τὸ αἴτιον ἔστιν ἀποδεῖξαι, διὰ δὲ τοῦ αἰτίου τὸ σημεῖον οὐκέτι. ὥσπερ οὖν οὐδὲ πάντα τὰ αἴτιά τε καὶ αἰτιατὰ ἀντιστρέφει, οὕτως οὐδὲ πάντα τὰ ἀντιστρέφοντα αἴτιά τέ ἐστι καὶ αἰτιατά· δυνατὸν γὰρ τοῦ αὐτοῦ αἰτίου πλείω σημεῖα πρὸς ἄλληλα ἀντιστρέφειν, οἷον τοῦ πυρέττειν σημεῖα ἥ τε ταραχὴ τῆς ἀρτηρίας καὶ ἡ τοιάδε θερμότης. δείκνυται μὲν οὖν δι’ ἀλλήλων καὶ τὰ τοιαῦτα, κατ’ οὐδέτερον δὲ ὁ τοῦ διότι συλλογισμός, ἀλλὰ κατ’ ἀμφότερα ὁ τοῦ ὅτι. Κατὰ μὲν οὖν τὴν αὐτὴν ἐπιστήμην οὕτω ποτὲ μὲν τοῦ ὅτι, ποτὲ δὲ τοῦ διότι γίνονται οἱ συλλογισμοί. πῶς δὲ κατ’ ἄλλην καὶ ἄλλην, λέγωμεν ἤδη. ὅταν δή τινες ἐπιστῆμαι οὕτως ἔχωσι πρὸς ἀλλήλας ὥστ’ εἶναι τὴν ἑτέραν ὑπὸ τὴν ἑτέραν, οἷον ὀπτικὴν πρὸς γεωμετρίαν, μηχανικὴν πρὸς στερεομετρίαν2 καὶ ἁρμονικὴν πρὸς ἀριθμητικὴν καὶ τὴν ναυτικὴν ἀστρολογίαν πρὸς τὴν μαθηματικὴν ἀστρολογίαν· συνώνυμοι γὰρ σχεδὸν ἔνιαι τῶν τοιούτων ἐπιστημῶν· τὸ γὰρ ὄνομα τὸ αὐτὸ καὶ ὁ λόγος οὐ πάντῃ ἕτερος· λέγεται γὰρ μουσικὸς ὅ τε ταῖς ἀκοαῖς γεγυμνασμένος καὶ ὁ τὸ μάθημα εἰδώς. ὅπερ οὖν ἐλέγομεν, ὅτι ἐάν τινες ἐπιστῆμαι3 οὕτως ἔχωσι πρὸς ἀλλήλας, τὸ μὲν ὅτι τῶν αἰσθητικῶν εἰδέναι, τὸ δὲ διότι τῶν μαθηματικῶν· οὗτοι γὰρ ἔχουσι τῶν αἰτιῶν τὰς ἀποδείξεις καὶ πολλάκις οὐκ ἴσασι τὸ ὅτι, καθάπερ οἱ τὸ καθόλου θεωροῦντες πολλάκις οὐκ ἴσασι τὸ καθ’ ἕκαστον δι’ ἀνεπισκεψίαν· ἐγὼ γοῦν, διὰ τί μὲν σύμφωνος ἡ ὑπάτη πρὸς τὴν μέσην ἐστίν, ἐκ τῶν μαθημάτων ἐπίσταμαι, αἴσθεσθαι δὲ τῆς συμφωνίας οὐχ οἷός τέ εἰμι διὰ τὴν περὶ τοῦτο ἀγυμνασίαν. ἀεὶ μέντοι γε ἀποδιδόασι τὸ αἴτιον αἱ μαθηματικώτεραι καὶ λογικώτεραι καὶ μᾶλλον κεχρημέναι τοῖς εἴδεσιν ἄνευ τῶν ὑποκειμένων, οἷον γεωμετρία ποιεῖ πρὸς ὀπτικήν· ἡ μὲν γὰρ τῷ εἴδει μόνον τῆς εὐθείας χρῆται, ὅπερ οὐκ ἔστι μὲν καθ’ αὐτὸ ἀλλὰ πάντως ἐν οὐσίᾳ τινί· τὸ γὰρ εὐθὺ ἢ ἐν ἀέρι ἢ ἐν λίθῳ ἢ ἐν ξύλῳ ἢ ἐν ἄλλῳ τινί· ἐξετάζει δὲ αὐτὸ ὁ γεωμέτρης οὐχ ᾗ ἔν τινι τούτων ἐστίν, ἀλλὰ καθ’ αὑτό· ὁ δὲ ὀπτικὸς τὴν ἐν τῷ κανόνι εὐθεῖαν καὶ τὴν ἐν τῷ ἀέρι παραλαμβάνει. καὶ οὗτος μέντοι γε πρὸς τὸν φυσικὸν ἐπὶ πολλῶν οὕτως ἔχει, ὡς ὁ γεωμέτρης πρὸς τοῦτον, οἷον ἐπὶ τῆς ἴριδος· ὅτι μὲν γὰρ ἀνάκλασις τῆς ὄψεως ἡ ἶρις ἀπὸ τοιοῦδε νέφους ἐπὶ τὸν ἥλιον, ὁ φυσικὸς λέγει, διότι δὲ τοιαύτη τὸ σχῆμα καὶ τὸ χρῶμα, ὁ ὀπτικός. πολλαὶ δὲ καὶ τῶν μὴ ὑπ’ ἀλλήλας ἐπιστημῶν ἔχουσιν οὕτως, οἷον ἰατρικὴ πρὸς γεωμετρίαν· ὅτι μὲν γὰρ τὰ ἕλκη τὰ περιφερῆ βραδύτερον ὑγιάζεται, τοῦ ἰατροῦ εἰδέναι, διότι δέ, τοῦ γεωμέτρου.

因此,原因与征兆往往会相互换位,并且两者通过彼此而被指明:通过征兆是指明事实本身,通过另一方则是指明事实的原因;一者是通过比结论更为可知者,另一者则是通过事物的原因。但征兆往往并不与其原因相互换位;因为若有烟,则必然有火;但若有火,却未必有烟;又若已分娩,则必曾与男子交合;但若曾交合,却未必分娩。所以在这些情况下,关于事实本身的指明虽然存在,关于事实原因的指明却付之阙如;因为凭借征兆来证明原因尚属可能,而凭借原因来证明征兆却已不可能。正如并非所有的原因与结果都会相互换位一样,同样并非所有相互换位的事物都是原因与结果;因为同一原因的若干征兆之间也完全可能相互换位,比如作为发热征兆的脉搏紊乱与某种发热体温。因此,这类事物固然也通过彼此而被指明,但在任何一种情况下都不产生关于事实原因的推论,而在两种情况下产生的都是关于事实本身的推论。 那么,在同一门科学中,有时得出关于事实本身的推论,有时得出关于事实原因的推论,就是以这种方式产生的。至于在不同的科学之间这是如何产生的,我们现在来加以讨论。每当某些科学彼此处于一门从属于另一门的关系时,例如光学之于几何学、力学之于立体几何学、和声学之于算术、航海天文学之于数学天文学。因为这类科学中的某些几乎是同名同义的;它们的名字相同,其定义也并非完全不同;因为耳力经过训练者和通晓数学学科者都被称为“音乐家”。正如我们方才所言,如果某些科学彼此处于这种关系,那么认知事实本身属于感觉科学的学者,而认知事实的原因则属于数学科学的学者。因为后者掌握了原因的论证,并且往往并不知道事实本身,正如考察普遍者往往由于疏于观察而不知道个别事物一样。至少我本人从数学学科中知道为何最上弦与中弦是谐和的,但由于在此事上缺乏训练,我无法通过感觉感知到这种谐和。然而,那些更具数学性、更具理论性、更多地脱离底层载体而运用形式的科学,总是提供原因,正如几何学之于光学那样。因为几何学仅使用直线的形式,而这种形式本身并不自存,而是必然存在于某种实体之中;因为直线性的东西要么存在于空气中,要么存在于石头中,要么存在于木头中,要么存在于其他某种事物中。但几何学家并非就其存在于这些事物中的某一者而言来考察它,而是就其自身来考察;相反,光学家采纳的是存在于直尺中的直线以及存在于空气中的直线。然而在许多事情上,光学学者相对于自然哲学家的关系,正如几何学家相对于光学学者一样,例如在彩虹的问题上:因为彩虹是视线从某种云彩向太阳的反射,这是由自然哲学家说明的;但彩虹为何具有这样的形状和颜色,则是由光学学者说明的。许多彼此并不相互从属的科学也是如此,例如医学之于几何学;因为圆形溃疡愈合得更慢属于医师所当知,而为何如此则属于几何学家所当知。

语法注3 条
  1. 1.13δι’ οὗ μὲν ὡς γνωριμωτέρου τοῦ συμπεράσματος, δι’ οὗ δὲ ὡς αἰτίου τοῦ πράγματος

    对仗短语 δι’ οὗ μὲν ... δι’ οὗ δὲ 分别呼应前面的 διὰ τοῦ σημείου 和 διὰ θατέρου,省略了谓语动词(如 δείκνυται)。前半句中的 τοῦ συμπεράσματος 是由比较级 γνωριμωτέρου 所支配的比较属格(“作为比结论更为可知者”)。

  2. 1.13οἷον ὀπτικὴν πρὸς γεωμετρίαν, μηχανικὴν πρὸς στερεομετρίαν

    宾格词组 ὀπτικὴν πρὸς γεωμετρίαν 等承接前面的结果从句 ὥστ’ εἶναι τὴν ἑτέραν ὑπὸ τὴν ἑτέραν,充当包含隐含不定式结构(如 [ἔχειν] ὀπτικὴν πρὸς γεωμετρίαν)的宾格,用以列举相互从属的对应科学实例。

  3. 1.13ὅπερ οὖν ἐλέγομεν, ὅτι ἐάν τινες ἐπιστῆμαι

    分句 ὅπερ οὖν ἐλέγομεν 是对此前论述的复指插入语,随后的 ὅτι 起到复指或冗余连接词的作用,重新引出动词 ἐλέγομεν 的受词内容,并过渡到条件句 ἐάν τινες... 及主句不定式结构 τὸ μὲν ὅτι τῶν αἰσθητικῶν εἰδέναι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:28.19-29.30