← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§27.9-28.19

关于事实本身的认知与关于原因的认知之区分

提米斯提乌斯阐明了在同一门科学中认知“事实的原因”与认知“事实本身”的区分,并指出了产生该区分的两种方式:其一基于直接原因与遥远原因(无间前提与间接前提),其二基于原因与征兆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13#1

13. Τὸ δ’ ἐπίστασθαι δι’ αἰτίου λέγεται διχῶς, ἓν μὲν ὅτι διὰ μέσου τινός· πᾶν γὰρ μέσον αἴτιον τῆς συναγωγῆς τοῦ συμπεράσματος· ἓν δὲ διὰ τῆς τοῦ πράγματος αἰτίας τοῦ δεικνυμένου. [κατὰ μὲν οὖν τὸ πρῶτον σημαινόμενον ἅπας συλλογισμὸς δι’ αἰτίου· καὶ γὰρ ἅπας διὰ μέσου τινός. κατὰ τὸ δεύτερον δὲ οὐχ ἅπας ἀλλ’ ὁ διὰ τῆς αἰτίας τοῦ πράγματος· τοιοῦτος δὲ μόνος ὃν κυρίως ἀποδεικτικὸν ἐλέγομεν· ἐπεὶ λέγεται καὶ ὁ ἕτερος ἀποδεικτικός, ὅταν ἔχῃ τἄλλα γοῦν ὅσα διωρίσαμεν. λεγέσθω τοίνυν τοῦ μὲν διότι συλλογισμὸς ὁ διὰ τῆς αἰτίας τοῦ πράγματος, τοῦ δ’ ὅτι πᾶς ὁ διὰ μέσου καὶ δι’ ἀληθῶν ἀληθής. ἔστι μὲν οὖν καὶ κατὰ τὴν αὐτὴν ἐπιστήμην ποτὲ μὲν τὸ διότι ἐπίστασθαι ποτὲ δὲ τὸ ὅτι, ἔστι δὲ καὶ καθ’ ἑτέραν μὲν τὸ ὅτι καθ’ ἑτέραν δὲ τὸ διότι. Πρῶτον μὲν οὖν εἴπωμεν πῶς κατὰ τὴν αὐτὴν ἐπιστήμην. εἷς μὲν οὖν τρόπος οὗτός ἐστιν· ἐπειδὴ γὰρ τὸ τοῦ πράγματος αἴτιον καθ’ αὑτὸ δεῖ ὑπάρχειν καὶ προσεχῶς οὗ ἐστιν αἴτιον, ὁ μὲν δι’ ἐμμέσων συλλογιζόμενος τὸ ὅτι συλλογίζεται, ὁ δὲ δι’ ἀμέσων1 ὡς ἐπὶ τὸ πολὺ τὸ διότι. οἷον ἐπὶ ἀστρολογίας ὁ μὲν ἀποδείξας τάχιον δύνειν τὰ μεσημβρινὰ τῶν βορείων τῷ κινεῖσθαι ἐπ’ ἐλάττονος περιφερείας ἀπέδειξε τὸ διότι· διὰ γὰρ ἀμέσων καὶ διὰ προσεχοῦς αἰτίας τῷ πράγματι· ὁ δὲ ταὐτὸ τοῦτο συναγαγὼν τῷ πορρώτερον εἶναι τοῦ πόλου ἔδειξε μὲν καὶ αὐτὸς δι’ ἀληθῶν ἀληθές, οὐ μὴν διὰ τῆς προσεχοῦς αἰτίας τοῦ πράγματος οὐδὲ δι’ ἀμέσων. πάλιν ἐπὶ τῆς φυσικῆς ἐπιστήμης ὁ μὲν διότι αὐτοκίνητος, ἀθάνατον τὴν ψυχὴν ἀποδείξας οὐ δι’ ἀμέσων, ὁ δὲ διότι ἀρχὴ ζωῆς, διὰ τοῦτο ἀγένητος, δι’ ἀμέσων· καὶ ὁ μὲν τὰ φυτὰ μὴ ἀναπνεῖν, ὅτι μὴ ζῷα, δι’ ἐμμέσων, ὁ δὲ ὅτι μὴ πνεύμονα ἔχει, δι’ ἀμέσων· οὐ γὰρ τὸ μὴ εἶναι ζῷον προσεχὲς αἴτιον τοῦ μὴ ἀναπνεῖν (ἦν γὰρ ἂν καὶ τὸ εἶναι ζῷον τοῦ ἀναπνεῖν αἴτιον προσεχῶς· πολλὰ δὲ ζῷα μέν, οὐκ ἀναπνεῖ δέ, ὡς τὰ ἔντομα), ἀλλὰ πρῶτον αἴτιον τοῦ μὴ ἀναπνεῖν τὸ μὴ πνεύμονα ἔχειν· τὸ ζῷον οὖν πόρρωθεν εἴληπται αἴτιον, ἔξω πάλιν καὶ οὐκ ἀμέσως κατηγορούμενον τοῦ ἀναπνεῖν ἀλλὰ διὰ μέσου τοῦ πνεύμονα ἔχειν, τὸ δὲ μὴ εἶναι ζῷον ὑπερβολή. τοιαύτην αἰτίαν καὶ Ἀνάχαρσις ἀποδέδωκε τοῦ μὴ εἶναι παρὰ Σκύθαις αὐλητὰς τὸ μὴ εἶναι ἀμπέλους· πόρρω γὰρ καὶ οὕτως· προσεχὲς μὲν γὰρ τὸ μὴ μεθύσκεσθαι αἴτιον, τούτου δὲ τὸ μὴ εἶναι οἶνον, τούτου δὲ τὸ μὴ εἶναι ἀμπέλους. γίνονται δὲ καὶ ἐν τῷ δευτέρῳ σχήματι τῆς τοιαύτης αἰτίας συλλογισμοί, λέγω δὲ [οἱ] τῆς πόρρωθεν,2 ὥσπερ οἱ νῦν εἰρημένοι· ἐπεὶ γὰρ τὸ ζῷον κατὰ μὲν τοῦ ἀναπνεῖν παντός, κατὰ φυτοῦ δὲ οὐδενός, τὰ φυτὰ οὐκ ἀναπνεῖ· καὶ ἐπειδὴ ἄμπελοι παρὰ μὲν τοῖς ἔχουσιν αὐλητρίδας εἰσί, παρὰ Σκύθαις δὲ οὐ〈κ εἰσί, παρὰ Σκύθαις αὐλητρίδες οὐκ εἰσίν〉. ἕτερος δὲ τρόπος, ὅταν δι’ ἀμέσων μὲν ἄμφω, ἀλλ’ ὁ μὲν διὰ τῆς αἰτίας ὁ δὲ διὰ τοῦ σημείου· ὁ μὲν γὰρ διὰ τοῦ τετοκέναι τὸ γάλα ἔχειν ἀποδείκνυσι τὸ διότι, ὁ δὲ διὰ τοῦ γάλα ἔχειν τὸ τετοκέναι τὸ ὅτι· καὶ ὁ μὲν τὰς αὐξήσεις τῆς σελήνης διὰ τοῦ σφαιροειδοῦς τὸ διότι, ὁ δὲ τὸ σφαιροειδὲς διὰ τῶν αὐξήσεων τὸ ὅτι.

13. 凭借原因来认知有两种说法:其一是指凭借某种中项,因为每一个中项都是得出结论的原因;其二是指凭借被证明之事物本身的原因。按照第一种含义,一切推论都是凭借原因的,因为一切推论都凭借某种中项;但按照第二种含义,并非一切推论都是如此,而唯有凭借事物的原因者才是;并且唯有这样的推论,我们才在严格意义上称之为论证性的;因为另一类推论只要至少具备了我们所规定的其他条件,也被称为论证性的。那么,凭借事物的原因而进行的推论,就称作关于事实原因的推论;而凡凭借中项且通过真前提得出真结论的推论,就称作关于事实本身的推论。因此,既可能在同一门科学中有时认知事实的原因,有时认知事实本身;也可能在这一门科学中认知事实本身,而在另一门科学中认知事实的原因。首先,让我们讨论这在同一门科学中是如何发生的。第一种方式如下:由于事物的原因必须是自身固有的,并且与其作为原因的对象直接相邻,因此通过间接前提进行推论的人所推论的是事实本身,而通过直接无间前提进行推论的人在大多数情况下所推论的是事实的原因。例如在天文学中,通过在较小的圆周上运动来证明南方星体比北方星体下落得更快的人,证明了事实的原因;因为这是通过直接无间的前提并凭借事物直接相邻的原因;而通过远离天极来得出同一结论的人,虽然同样凭借真前提指明了真实情况,但绝非凭借该事物直接相邻的原因,也非通过直接无间的前提。又如在自然科学中,因灵魂能自我运动而证明其不朽的人,并非通过直接无间的前提;而因灵魂是生命的本原,并因此是无生之物[从而证明其不朽]的人,则是通过直接无间的前提;同样,因为植物不是动物而证明其不呼吸的人,是通过间接前提;而因为植物没有肺而证明其不呼吸的人,则是通过直接无间的前提。因为不是动物并非不呼吸的直接原因(否则是动物也就该是呼吸的直接原因,然而有许多事物虽是动物却不呼吸,比如昆虫);相反,不呼吸的首要原因在于没有肺。因此,动物被取作了遥远的原因,它退居于外,并不是直接表述呼吸,而是通过具有肺这一中项来表述,至于不是动物则走得太远了。阿那卡尔西斯也给出了这样一个原因,说明斯基泰人中为何没有吹笛人,即因为没有葡萄树;因为这也是遥远的;直接原因是不沉醉,不沉醉的原因是没有酒,而没有酒的原因才是没有葡萄树。关于这类原因——我是指遥远的原因——的推论,正如刚才所说的例子那样,也产生于第二格中;因为既然动物适用于一切呼吸之物,却不适用于任何植物,所以植物不呼吸;又既然葡萄树存在于拥有吹笛女的人那里,而在斯基泰人那里不存在,所以在斯基泰人那里不存在吹笛女。另一种方式是当两者都通过直接无间的前提进行,但一方通过原因,另一方通过征兆;因为一方通过已经生育来证明拥有乳汁,指明了事实的原因;而另一方通过拥有乳汁来证明已经生育,指明了事实本身;又如一方通过月体呈球形来证明月相的盈亏,指明了事实的原因;而另一方则通过盈亏来证明月体呈球形,指明了事实本身。

语法注2 条
  1. 1.13ὁ δὲ διότι ἀρχὴ ζωῆς, διὰ τοῦτο ἀγένητος, δι’ ἀμέσων

    承接前文分词结构 ὁ μὲν διότι αὐτοκίνητος, ἀθάνατον τὴν ψυχὴν ἀποδείξας οὐ δι’ ἀμέσων 的并列省略结构。主语 ὁ δέ 承前省略了支配动词及宾语(证明灵魂不朽)。短语 διὰ τοῦτο ἀγένητος(因此是无生之物)充当说明,解释由生命本原直接推出不朽(不生不灭)的逻辑中间环节。

  2. 1.13τῆς τοιαύτης αἰτίας συλλογισμοί, λέγω δὲ [οἱ] τῆς πόρρωθεν

    属格 τῆς τοιαύτης αἰτίας 依附于名词 συλλογισμοί,作性质或规定性属格(“基于此类原因的推论”)。随后的说明句 λέγω δὲ τῆς πόρρωθεν 承前省略了 αἰτίας(“我是指基于遥远原因[的推论]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:27.9-28.19