- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:25.13-27.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌斯探讨了论证性科学中提问的性质及回答的范围,并通过将辩证术与数学学科进行对比,阐明了数学中谬误推论的罕见性以及分析与综合的单向累积结构。
12. Ἆρ’ οὖν οὐδέποτε ὁ ἀποδεικνὺς ἐρωτήσει οὐδ’ ἔστιν ἐρώτημα ἐπιστημονικὸν ὥσπερ διαλεκτικόν τε καὶ σοφιστικόν; ἢ ἔστι μὲν ἐρώτημα ἀποδεικτικόν, εἴπερ καὶ πρότασις ἀποδεικτική, οὐ πᾶν δὲ ἀποδεικτικόν· οὐδὲ γὰρ πρότασις πᾶσα ἀποδεικτική, ἀλλ’ ἐξ ἧς ὁ καθ’ ἑκάστην οἰκεῖος γίνεται συλλογισμός, ταύτην ἔνεστι μεταλαμβάνοντας εἰς ἐρώτησιν1 οἰκεῖον ποιεῖν τῆς ἐπιστήμης τὸ ἐρώτημα. ἐρωτήσει γὰρ ὁ γεωμέτρης, οὐχ ἵνα ἐκ τῆς ἀποκρίσεως λάβῃ τὴν πρότασιν τὴν πρὸς τὸν οἰκεῖον συλλογισμόν (φέρει γὰρ αὐτὴν οἴκοθεν, κἂν μὴ παρ’ ἄλλου λαμβάνῃ), ἀλλ’ εἴ ποτε ἄλλου πειρᾶσθαι βούλοιτο τοῦ τὴν αὐτὴν ἐπιστήμην ἐπαγγελλομένου. οὐκοῦν οὐδὲ ἀποκρινεῖται ἅπας πρὸς ἅπαν ἐρώτημα, ἀλλὰ πρὸς μὲν τὸ γεωμετρικὸν ὁ γεωμέτρης, οὐχ ὁ μουσικός, πρὸς δὲ τὸ μουσικὸν οὐχ ὁ γεωμέτρης ἀλλ’ ὁ μουσικός. ἆρ’ οὖν οὐδὲ ἁρμονικῷ προσήκειν ἂν εἴποις ἀριθμητικὸν ἐρώτημα, οὐδὲ ἰατρῷ φυσικόν, οὐδὲ ὀπτικὸν γεωμέτρῃ; καίτοι δείκνυταί γε ἐξ ἀριθμητικῶν πολλὰ ἁρμονικὰ καὶ ἐκ τῶν γεωμετρικῶν πολλὰ ὀπτικά. ἀποκριτέον οὖν καὶ περὶ τούτων, καθ’ ὃ κοινωνοῦσιν ἀλλήλαις, τισὶν ἐπιστήμαις γενικωτέραις·2 ὑπὲρ τῶν ἀρχῶν δὲ οὐκ ἀποκριτέον οὐδ’ ἐφ’ ἑκάστου λόγου, καθὰ προείρηται. δῆλον τοίνυν ὅτι, κἂν ἐλέγχηται γεωμέτρης ὑπὲρ τοῦ μὴ διαιρεῖσθαι δίχα τὸν τόνον, οὐχ ᾗ γεωμέτρης ἐλέγχεται, ἀλλ’ ᾗ συμβέβηκε τῷ τὰ μουσικὰ ἀγνοοῦντι γεωμέτρῃ εἶναι. ὥστε ἐν ἀγεωμετρήτοις περὶ γεωμετρικῶν οὐ διαλεκτέον· λήσει γὰρ ὁ φαύλως διαλεγόμενος·3 οὐ γὰρ ὥσπερ τῶν ἐνδόξων οἱ πολλοὶ κριταί, οὕτω καὶ τῶν κατ’ ἐπιστήμην οἱ ἀνεπιστήμονες. ὁ δὲ ἀνεπιστήμων λέγεται διχῶς, ἢ τῷ παντελῶς ἔννοιαν μὴ ἔχειν τοῦ πράγματος ἢ τῷ φαύλως ἔχειν· ἀγεωμέτρητος γὰρ καὶ ὁ μηδὲν περὶ τῶν παραλλήλων εἰδὼς καὶ ὁ συμπίπτειν αὐτὰς οἰόμενος. ἀλλὰ τοῦτό γε, εἰ καὶ γεωμετρικόν πώς ἐστιν ἀγνόημα, διότι περί τινός ἐστι τῶν κατ’ ἐπιστήμην, ἀλλὰ χαλεπώτερόν γε ἐκείνου καὶ ποικιλώτερον· πῶς δὲ χαλεπώτερον καὶ ποσαχῶς συμβαίνει καὶ πῶς πρὸς αὐτὸ ἐνστατέον, παραδώσομεν προϊόντες. Ἐν δὲ τοῖς μαθήμασιν οὐκ ἔστιν ὁμοίως ὁ παραλογισμός· διττὸν γὰρ λαμβάνει τὸ μέσον, εἴτε ὁμώνυμον εἴτε μή· ὥρισται δὲ ἕκαστον, καὶ τὸ ὄνομα ἑκάστου σχεδὸν δεῖξίς ἐστι. τὸν γὰρ κύκλον ἀκούσας εὐθὺς ὁρᾷ γεγραμμένον ἐν αὑτῷ, καὶ οὐ φέρεται ἐπ’ ἄλλο τι σημαινόμενον ἀλλ’ ἐπ’ ἐκεῖνο οὗ τὸν ὁρισμὸν ἐποιήσατο· εἰ δὲ λέγεται καὶ ἔπη τινὰ κύκλος, ἀλλ’ οὐκ ἐᾷ ταῦτα κύκλον ὑπολαβεῖν τὸν γεωμέτρην ὁ τοῦ κύκλου λόγος ἐνὼν ἐν τῇ ψυχῇ. οἱ λόγοι δὲ οὐκ ἔχουσιν ὡρισμένα τὰ μέσα οὐδ’ ἐφ’ ὡρισμένων πραγμάτων, οἷον οἱ σοφοὶ μανθάνουσιν, οἱ μανθάνοντες οὐκ ἴσασιν, οἱ σοφοὶ ἄρα οὐκ ἴσασι· τὸ γὰρ μανθάνειν καὶ ἐπὶ τοῦ συνιέντος ὁμοίως καὶ ἐπὶ τοῦ διδασκομένου. ἡ ἀπάτη δὲ παρὰ τὸν μέσον ἐν τοῖς καθ’ ὁμωνυμίαν παραλογισμοῖς· ὁ γὰρ δὶς λαμβανόμενος οὗτος, ὥστε ἔνεστιν αὐτὸν εἰς ἄλλο καὶ ἄλλο σημαινόμενον μεταλαμβάνειν. ἐνίοτε δ’ οὐ παρὰ τὸν μέσον, παρὰ τὸ σχῆμα δὲ ἡ ἁμαρτία, ὥσπερ εἴ τις ἐν δευτέρῳ σχήματι δύο καταφατικαῖς χρῷτο καὶ τῷ τοῖς ἄκροις ἀμφοτέροις τὸ μέσον ἕπεσθαι. Εἰ δ’ ἦν ἀδύνατον ἐκ ψεύδους ἀληθὲς δεῖξαι, ῥᾴδιον ἦν τὸ ἀναλύειν· ἀναλύειν δὲ λέγω νῦν τὸ τεθέντος τινὸς ἀληθοῦς συμπεράσματος τὰς προτάσεις ἐξευρίσκειν δι’ ὧν συνήχθη· τοῦτο γὰρ ἂν εὐκολώτερον ἐποιοῦμεν ἐν ὡρισμένοις ἔχοντες μᾶλλον τὴν ζήτησιν. ἐπειδὴ δέ, εἰ μὲν ἀληθεῖς αἱ προτάσεις, ἀληθὲς καὶ τὸ συμπέρασμα, οὐκ ἀντιστρέφει δέ, ἀλλ’ ἐνδέχεται τι συμπέρασμα ἀληθὲς καὶ δι’ ἐνδόξων συναχθῆναι, διὰ τοῦτο χαλεπὸν τὸ ἀναλύειν· ἐν ἀπείροις γὰρ ἡ ζήτησις τῶν προτάσεων. ἀλλὰ καὶ ταύτῃ διαφέρει τὰ μαθήματα τῶν διαλόγων, ὅτι ῥᾷον ἐν ἐκείνοις ἡ ἀνάλυσις. αἴτιον δέ· οὐδὲν γὰρ ψεῦδος λαμβάνουσιν εἰς τὴν ἀπόδειξιν τοῦ συμπεράσματος, ἀλλ’ οὐδὲ ἀληθὲς ἅπαν ἁπλῶς· οὔτε γὰρ κοινόν τι οὔτε συμβεβηκός· ἀλλὰ διὰ τῶν ὁρισμῶν καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων προΐασι, ταῦτα δὲ εὐαρίθμητα καὶ ὡρισμένα. ἁπλουστέρα δὲ ἐν τοῖς μαθήμασιν ἡ ἀνάλυσις, ὅτι καὶ ἡ σύνθεσις ἁπλουστέρα καὶ ἡ αὔξησις ἡ τῶν λόγων· οὐ γὰρ ὥσπερ ἐν τοῖς διαλόγοις διχῶς ἡ αὔξησις, καὶ τῷ προσλαμβάνειν ἔξωθεν τῷ συμπεράσματι καὶ τῷ μέσους ἐπεμβάλλειν τοῖς λήμμασιν, ἀλλ’ ἕτερος τρόπος ἐν τοῖς μαθήμασι μόνος. ἀεὶ γὰρ τῷ δειχθέντι προσλαμβάνοντες οὕτω προΐασιν,4 οἷον τῷ πρώτῳ θεωρήματι τὸ δεύτερον καὶ τῷ δευτέρῳ τὸ τρίτον καὶ οὕτως ἐφεξῆς· μέσου δὲ ἔνθεσις παρ’ αὐτοῖς οὐκ ἔστι, διότι μηδ’ ἔμμεσόν τινα παραλαμβάνουσι πρότασιν. ὥσπερ δὲ καθ’ ἓν (ἡ) σύνθεσις, οὕτω καθ’ ἓν καὶ ἡ ἀνάλυσις.
12. 那么,进行论证的人是否就绝不提问,或者说,难道并不存在某种科学的提问,正如存在辩证的与诡辩的提问那样?或者说,既然存在论证性的前提,确实也存在论证性的提问,但并非所有提问都是论证性的?因为并非所有前提都是论证性的;相反,唯有从产生属于各门科学固有推论的前提出发,将其转换为提问,才能够使该提问成为属于该科学固有的提问。因为几何学家之所以提问,并不是为了从回答中获取用于其固有推论的前提(因为即使不从他人那里获取,他也自备这一前提),而是如果他想考验另一个自称通晓同一门科学的人时才提问。因此,也绝非任何人都能回答任何问题,几何学问题当由几何学家回答,而非音乐家;音乐问题当由音乐家回答,而非几何学家。那么,难道你会说算术问题不适合和声学学者,自然学问题不适合医生,或者光学问题不适合几何学家吗?然而,许多和声学定理正是根据算术原理被证明的,许多光学定理也是根据几何学原理被证明的。因此,就它们在某些更属类性的科学中彼此相通的范围而言,对于这些问题也必须作答;但正如前面所说,对于基本原理则不应当作答,也不应当在每一场辩论中都作答。显然,即使几何学家关于全音不能被等分为两部分而被驳倒,他也不是作为几何学家被驳倒,而是因为碰巧作为一个不懂音乐的几何学家而被驳倒。因此,在不懂几何学的人群中不应当讨论几何学问题;因为拙劣地进行辩论的人将会不被发觉。因为并不是说,正如大众是通行意见的评判者那样,无知者也能成为属于科学之事的评判者。然而“无知者”有两种说法:或者完全没有该事物的概念,或者具有拙劣的概念;因为对平行线一无所知的人,与认为平行线会相交的人,都算作不懂几何学的人。但后者即使在某种意义上算作一种几何学上的无知(因为它关涉某种属于科学的事物),却比前者更加困难且更加复杂;至于它如何更加困难、通过多少种方式发生以及如何针对它提出异议,我们将在后文阐明。然而在数学各门学科中,谬误推论并不以同样的方式产生;因为[在辩证术中]无论是同名异义与否,它都会对中项作双重理解;但在[数学中]每样事物都是被确定的,每个名称几乎就是直接的指明。因为一听到“圆”,人们立刻就会在自身内看到被画出的圆,而不会被引向某种其他意义,而是直接走向自己曾给出定义的那样事物;即使某些诗行也被称为“圆”,但灵魂中存在的圆的定义并不允许几何学家将这些诗行认作圆。相反,[辩证的]言说并不具有确定的中项,也不基于确定的事物,例如“智者学习,学习者不知,因此智者不知”;因为“学习”既同样适用于理解者,也同样适用于受教者。在基于同名异义的谬误推论中,欺骗源于中项;因为正是这个中项被两次采用,以至于可以将它换用为不同的涵义。然而有时错误并不源于中项,而是源于推理的格,正如有人在第二格中使用两个肯定前提,并使中项随从于两个极端项那样。如果不可能从假命题证明出真理,那么分析将会是容易的;我现在所说的“分析”,是指在设定某个真实结论之后,寻找得出该结论的诸前提;因为如果我们的探求更多地在确定的事物中进行,我们就能更容易地做到这一点。但是,由于前提为真结论必为真,而反之并不成立(真实的结论也可能通过通行意见被推导出来),正因如此分析才变得困难;因为对前提的探求是在无限的可能性中展开的。然而在这一点上数学各学科也不同于对话,在于前者的分析更为容易。其原因在于:对于结论的论证,它们不采纳任何虚假之物,甚至也不无条件地采纳一切真理;因为它们既不采纳共通之物,也不采纳偶性;而是通过定义和自身固有的属性前行,而这些是易于计数且确定的。数学各学科中的分析更为单纯,因为其言说的综合与扩展也更为单纯;因为并不像对话中那样扩展具有两种方式——既通过从外部向结论补充前提,又通过在诸前提之间插入中项——数学各学科中仅有其中一种方式。因为它们总是通过向已被证明的事物进行补充而如此前行,例如在第一定理上补充第二定理,在第二定理上补充第三定理,依此类推;在它们那里并不存在中项的插入,因为它们根本不采纳任何间接前提。正如综合是依循单一方式,分析同样也是依循单一方式的。
- 1.12ἐξ ἧς ὁ καθ’ ἑκάστην οἰκεῖος γίνεται συλλογισμός, ταύτην ἔνεστι μεταλαμβάνοντας εἰς ἐρώτησιν
关系代词从句 ἐξ ἧς 置于前方,由主句的指示代词 ταύτην(指代 πρότασιν)承接。阳性复数宾格分词 μεταλαμβάνοντας 作为非人称动词 ἔνεστι 的逻辑主语(泛指任何人),以 ταύτην 为宾语,表示方式手段(“人们通过将其转化为提问”)。
- 1.12καθ’ ὃ κοινωνοῦσιν ἀλλήλαις, τισὶν ἐπιστήμαις γενικωτέραις
与格 τισὶν ἐπιστήμαις γενικωτέραις 依存于动词 κοινωνοῦσιν(“与某些更属类性的科学相通”),与 ἀλλήλαις 并列或作为进一步补充。另一种可能虽可视为表示关系的与格,但与 κοινωνεῖν 支配与格的常规句法相符,采纳为该动词的补足成分。
- 1.12λήσει γὰρ ὁ φαύλως διαλεγόμενος
动词 λανθάνω 的将来时 λήσει 在此处作绝对用法,不带补充性分词,意为“拙劣辩论之人将不被察觉/免于被识破”。它直接解释了上文“不得在不懂几何学的人群中讨论几何学”的理由。
- 1.12ἀεὶ γὰρ τῷ δειχθέντι προσλαμβάνοντες οὕτω προΐασιν
分词 προσλαμβάνοντες 作方式/手段分词,修饰主要动词 προΐασιν;与格 τῷ δειχθέντι 由复合动词前缀 προσ- 所支配(“向已被证明之物补充”)。它准确刻画了数学论述并非通过在中项间插入前提,而是通过在已有定理上依次单向累加来推进的结构。
