- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:24.3-25.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯蒂乌斯阐明了矛盾律与排中律的自明性,以及普遍公理在具体类中的应用方式(尤见于归谬法)。他还区分了将公理用于证明的具体科学与试图确立公理的辩证术及智慧(第一哲学)。
11. Ὅτι δέ ἐστι τὰ ἀξιώματα λίαν ἐναργῆ, φανερόν. τί γὰρ ἐναργέστερον τοῦ μηδὲν ἐνδέχεσθαι τὸ αὐτὸ ἅμα καταφάναι καὶ ἀποφάναι; οὕτω γὰρ αὐτῷ πεπιστεύκαμεν ἀδιδάκτως, ὥστε κεχρῆσθαι ὀκνοῦμεν εἰς τὰς ἀποδείξεις ἐν τάξει λήμματος· διὰ γὰρ τὸ πάνυ γνώριμον παρέλκειν δοκεῖ. πλὴν ἔστι γε ἐφ’ ὧν ἀναγκαῖον. πότε οὖν καὶ πῶς; ὅταν δὴ προκείμενον ᾖ περί τινος συμπεράνασθαι ὅτι τόδε μέν ἐστι, τὸ δὲ ἀντικείμενον οὐκ ἔστιν, οἷον ὅτι ὁ κόσμος πεπερασμένος μέν ἐστιν, οὐ πεπερασμένος δ’ οὐκ ἔστι, τουτέστιν ἄπειρος οὐκ ἔστι· τότε γὰρ ληπτέον ὅτι κατ’ οὐδενὸς σώματος ἐνδέχεται τὸ πεπερασμένον ἅμα φάναι καὶ ἀποφάναι, σῶμα δὲ ὁ κόσμος. καὶ ποιητέον ἀεὶ τὴν μείζονα πρότασιν τοιαύτην· οὕτω γὰρ καὶ τὸ συμπέρασμα ὅμοιον ἔσται. οὐ μόνον δὲ τοῦτο ἐναργές, ὅτι οὐκ ἐνδέχεται τὸ αὐτὸ ἅμα καταφάναι καὶ ἀποφάναι, ἀλλ’ ὅτι καὶ θάτερον περὶ παντὸς ἐξ ἀνάγκης· τοιαύτη γὰρ ἡ τῆς ἀντιφάσεως φύσις, καὶ οὐχ ὥσπερ τὰ ἐναντία ἀδύνατον μὲν συνυπάρχειν, οὐ μὴν θάτερον ἐξ ἀνάγκης ἐπὶ παντός. τούτῳ μέντοι γε ἤδη τινὲς ἀποδείξεις φανερώτερον χρῶνται τῷ ἀξιώματι, καὶ μάλιστα ὁ δι’ ἀδυνάτου τρόπος· τῷ γὰρ ἀδύνατον ἀποδεῖξαι τὸ ἀντικείμενον οὗ βούλεται συμπεράνασθαι τίθησι τὸ λοιπόν, ἐξ οὐθενὸς ἑτέρου τὴν ἀνάγκην προσάγων τῷ λόγῳ ἢ τοῦ δεῖν ἐπὶ παντὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν.1 ἐπεὶ γὰρ ἢ σύμμετρος, φησίν, ἢ ἀσύμμετρος, εἰ μὴ σύμμετρος, οὐ σύμμετρος ἐξ ἀνάγκης· τὸ γὰρ σύμμετρον ἢ οὐ σύμμετρον οὐδὲν ἄλλο ἐστὶν ἢ ὅτι θάτερον ἐξ ἀνάγκης τῆς ἀντιφάσεως, ὅπερ εἰ καὶ μὴ λέγουσι διαρρήδην, ἀλλὰ χρῶνταί γε αὐτοῦ τῇ δυνάμει. ποιοῦσι δὲ ἰδιαίτερον τὸ ἀξίωμα ἀπὸ τοῦ καθόλου μετάγοντες εἰς τὸ προκείμενον γένος· εἴρηται γὰρ ὅτι τοῖς κοινοῖς ἀξιώμασιν οὐχ ὡς κοινοῖς χρηστέον εἰς τὰς ἀποδείξεις, ἀλλὰ προσαρμοστέον ταῖς ὑποκειμέναις φύσεσι καὶ οἰκειότερα ποιητέον συστέλλοντας εἰς τὸ γένος ὑπὲρ οὗ τι βουλόμεθα ἀποδεῖξαι. ἔστι γάρ τινα κοινὰ ἀξιώματα, καθ’ ἃ πᾶσαι κοινωνοῦσιν ἀλλήλαις αἱ ἐπιστῆμαι, ἀλλὰ καὶ ἄλλαι δύο δυνάμεις, ὧν ἡ μὲν φαυλοτέρα ἐπιστήμης, ἡ δὲ ἀμείνων, λέγω δὲ τὴν διαλεκτικήν τε καὶ τὴν σοφίαν. ἐπικοινωνοῦσι δέ, οὐχ ὅτι χρῶνται καὶ αὗται τοῖς ἀξιώμασι καθάπερ αἱ ἐπιστῆμαι, ἀλλ’ ὅτι πειρῶνται ταῦτα συνιστᾶν· ἀλλ’ ἡ μὲν ἐκ τῶν ἐνδόξων, ἡ δὲ καθ’ ἕτερον τρόπον. οὐ λέγομεν δὲ ἐπιστήμην εἶναι τὴν διαλεκτικήν, διότι μηδὲν ὡρισμένον ἔχει γένος, οἷον γραμμὰς ἢ ἀριθμούς, καὶ οὐκ ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἀλλ’ ἐκ τῶν δοκούντων περὶ ἑκάστου πρόεισι. διὰ τοῦτο καὶ θαρσεῖ ἐρωτᾶν καὶ δόντος τε καὶ μὴ δόντος οἴεται δείξειν ὃ βούλεται· οὐ γὰρ ἂν ἐχρῆτο παντὶ τῷ δοθέντι·2 ἀδύνατον γὰρ διὰ τῶν ἀντικειμένων δείκνυσθαι τὸ αὐτό, ἀλλὰ καὶ τὸ θνητὴν συλλογίσασθαι τὴν ψυχὴν καὶ τὸ ἀθάνατον. τῷ δὲ ἀποδεικνύντι θάτερον πρόκειται μόνον· ζητεῖ γὰρ τἀληθὲς μόνον, οὐκ ἐρωτᾷ· εἰ γὰρ μὴ δοίη τις ὅτι ἀεικίνητος, ἀλλὰ θάτερον, στήσεται.
11. 公理是极其自明的,这一点显而易见。因为有什么比“同一样事物不可能同时被肯定与否定”更为自明呢?因为我们未受教导便对此确信不疑,以至于我们甚至犹豫是否要在论证中将其用作前提;由于它太为人熟知,因而显得多余。然而在某些情况下它又是必不可少的。那么,究竟在何时、如何使用呢?当需要针对某物推导出它是这个、而不是对立面时,例如宇宙是有限的,而不是“非有限”的,即宇宙并非无限。因为此时必须假定:对于任何物体而言,有限性都绝不可能同时被肯定与否定,而宇宙是一个物体。并且应当始终将大前提制定为这种形式;因为这样一来,结论也将会是相似的。自明的不仅在于同一事物不可能被同时肯定和否定,而且在于两者之一必然属于一切事物;因为矛盾的本性就是如此,它不像相反之物那样虽然不可能共存,但两者之一却并不必然属于一切事物。某些论证事实上更为明豁地使用了这一公理,尤其是归谬法(通过不可能之途径的证明);因为通过证明意图结论之对立面是不可能的,人们便确立了剩余的一方,论证的必然性完全不从任何其他地方引入,而仅仅源于肯定或否定对于一切事物都是必然的这一原则。正如他所说,因为或者通约或者不通约,如果不是通约的,那就必然是不通约的;因为“通约或不通约”无非意味着矛盾双方必居其一,即使他们没有明说,但也使用了它的实质力量。他们通过将公理从普遍范围转移到所讨论的类,从而使公理变得更加固有;因为前面已经说过,在论证中不应当把共通公理当作共通的来使用,而必须使其适应底层的诸本性,并通过将其收缩至我们想要进行证明的那个类,使其更加固有。因为存在某些共通的公理,一切科学借此彼此共通,此外还有两种能力也是如此,其中一种劣于科学,另一种优于科学,我指的是辩证术与智慧。它们之所以共通,并不是因为它们也像各门科学那样使用这些公理,而是因为它们试图确立这些公理;只不过前者是从通行意见出发,而后者是以另一种方式进行。我们并不称辩证术为科学,因为辩证术没有确定的类(例如线或数),而且它不是从自身固有的属性出发,而是从对每一事物的意见出发。正因如此,它才敢于提问,并且无论对方承认还是不承认,它都认为自己能够证明所期望的事物。否则它就不会利用被给予的任何事物了;因为通过对立面绝不可能证明同一样事物,然而它却既能推导出灵魂是会死的,又能推导出灵魂是不朽的。但对于进行论证的人而言,摆在面前的只有两者之中的一方;因为他只探求真理,并不提出疑问;如果有人不承认灵魂是恒动的,反而承认另一方,论证者就会止步不前。
- 1.11ἐξ οὐθενὸς ἑτέρου τὴν ἀνάγκην προσάγων τῷ λόγῳ ἢ τοῦ δεῖν ἐπὶ παντὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν
介词 ἐξ 支配的 οὐθενὸς ἑτέρου 构成否定比较基准,通过连词 ἢ 连接带冠词不定式 τοῦ δεῖν,实质上承接了介词 ἐξ 的支配,意为“除了肯定或否定对一切事物都是必然的这一原则之外,不从任何其他地方引入必然性”。
- 1.11οὐ γὰρ ἂν ἐχρῆτο παντὶ τῷ δοθέντι
由 ἄν 与未完成过去时直陈式 ἐχρῆτο 构成的反事实假设结论,用以论证前句关于辩证术态度的断言:“否则它就不会利用被承认的任何事物了”。
