- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:22.10-24.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒密斯提乌斯论述了各门科学无法证明自身的固有本原,本原的证明属于更高的智慧(第一哲学),且真正的科学认识必须基于同属的固有本原。随后,他梳理了科学探究的三种对象(类、自身属性、公理)所预先需知的内容,并阐明论证与公理是针对内在的思想而非外在的言说。
9. Πάλιν δὲ ἄλλην ἀρχὴν ποιησαμένοις ῥητέον.1 εἰ γὰρ ἐκ προτέρων πᾶσα ἀπόδειξις, δῆλον ὡς οὐκ ἔστιν οὐδεμιᾶς ἐπιστήμης τὰς ἑαυτῆς ἀρχὰς ἀποδεῖξαι· οὐ γὰρ ἔτι ἔσονται ἐκεῖναι ἀρχαί, εἰ δι’ ἑτέρων προτέρων ἀποδεικνύοιντο. ἃς εἰ μὲν καὶ αὐτὰς πάλιν ἀποδεικνύειν ἀνάγκη, ἐπ’ ἄπειρον οὕτω προήξομεν· εἰ δὲ τίθεσθαι ὡς ἐναργεῖς, ἐκεῖναι δήπουθεν ἂν εἶεν ἀρχαί, καὶ ὁ ταύτας εἰδὼς τὰς ἀρχὰς καὶ ἐκ τούτων ἀποδεικνὺς μᾶλλον οἶδε τοῦ τὰς ὑστέρας γινώσκοντος κἀκείναις χρωμένου. ἆρ’ οὖν οὐκ ἔστιν οὐδαμῶς ἀποδεῖξαι τὰς γεωμετρικὰς ἀρχὰς οὐδὲ τὰς ἀριθμητικὰς οὐδὲ τὰς μουσικὰς οὐδὲ τὰς τῶν ἄλλων ἐπιστημῶν; ἢ ἔστι μέν, οὐκ ἐκείνης δὲ τῆς ἐπιστήμης τῆς ὡς ἀρχαῖς αὐταῖς κεχρημένης (οὐδὲ γὰρ ἂν δύναιτο ἐκείνη τῶν ἀρχῶν ἀρχὰς ἑτέρας ποιεῖσθαι), ἀλλά τινος ἑτέρας πασῶν ἀνωτέρας, ὑφ’ ἥν εἰσιν αἱ πᾶσαι ἐπιστῆμαι. οὕτω γὰρ ἔσται δυνατὸν αὐταῖς κεχρῆσθαι ταῖς ἐφεξῆς, εἰ ἔσονται ἅπασαι ὑπ’ ἐκείνην, ὥσπερ καὶ ὑπὸ γεωμετρίαν ἡ ὀπτική· ἄλλως γὰρ ἀμήχανον, εἴπερ ἐξ οἰκείων καὶ συγγενῶν ἡ ἀπόδειξις. αὕτη δ’ ἐστὶν ἡ πολυύμνητος σοφία, καὶ ταύτην ἁπλῶς ἐπιστήμην κλητέον καὶ μάλιστα ἐπιστήμην, ἣ τὰ πρῶτα ἁπάντων αἴτια θεωρεῖ καὶ τὰ μάλιστα αἴτια· μάλιστα γὰρ αἴτια ὧν οὐδὲν αἴτιον.2 Διὰ ταῦτα δὴ πάντα εἰκότως χαλεπόν ἐστι τὸ γνῶναι εἰ κατ’ ἐπιστήμην ἴσμεν ἢ μή· χαλεπὸν γὰρ τὸ γνῶναι εἰ ἐκ τῶν οἰκείων ἑκάστου ἀρχῶν ἴσμεν ἢ οὔ, ὅπερ ἐστὶ τὸ εἰδέναι καὶ τὸ κατ’ ἐπιστήμην. ἀλλ’ ἐὰν εὕρωμεν ἀληθῆ μόνον τὰ λήμματα, εὐθὺς ἀποδεικτικὸν ἡγούμεθα τὸν συλλογισμόν· τὸ δ’ οὐκ ἔστιν, ἀλλὰ δεῖ συγγενεῖς εἶναι τὰς ἀρχὰς τοῖς δεικνυμένοις καὶ ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων.
9. 我们必须再另立一个开端来论述。因为如果一切论证都源自更先在者,显然没有任何一门科学能够论证其自身的本原;因为如果通过其他更先在者来论证,那些本原就不再是本原了。如果这些〔更先在者〕本身反过来也必须被论证,我们就会这样陷入无限后退;但如果将它们设定为自明的,那么它们自然就是本原,并且认识这些本原并由之进行论证的人,比起只认识后继之物并使用它们的人知道得更多。难道几何学的本原、算术的本原、音乐的本原以及其他科学的本原就全然无法被论证吗?抑或是可以论证的,但并非由把它们作为本原使用的那门科学来论证(因为该科学不可能为本原再确立其他的本原),而是由高于一切的另一门更高的科学来论证,一切科学都从属于它。因为唯有当所有科学都从属于那一门科学时,正如光学从属于几何学一样,后续各门科学使用这些本原才成为可能;否则,如果论证必须源自本己且同属之物,这是不可能的。而这门科学正是人们极力称赞的智慧,应当将它称为端纯的科学,以及最根本意义上的科学,它考察一切事物的最初原因以及最根本的原因;因为没有任何事物作其原因者,才是最根本的原因。正是由于这一切原因,我们合理地发现,要知晓我们是否依凭科学而知是十分困难的;因为要知晓我们是否从各事物本己的本原出发而知是十分困难的,而这正是知以及依凭科学而知的本质所在。然而,我们只要发现前提是真的,便立刻认为该推论是论证性的;事实却非如此,本原必须与被证明的事物同属,并且必须源自其自身固有的属性。
10. Λέγω δὲ ἑκάστου γένους ἀρχὰς ἃς ὅτι εἰσὶ τίθεσθαι ἀναγκαῖον, ἀποδεῖξαι δὲ οὐκ ἐνδέχεται· δυοῖν γὰρ ὄντοιν ἃ προγινώσκειν ἀναγκαῖον3 ἐφ’ ἁπάσης μαθήσεως λογικῆς, ὅτι τε ἔστι καὶ τί σημαίνει, τί μὲν οὖν σημαίνει προεγνωκέναι οὐκ ἐπὶ τῶν ἀρχῶν μόνον ἀλλὰ καὶ ἐπὶ τῶν ἐξ αὐτῶν δεικνυμένων ἐστὶν ἀναγκαῖον, εἴπερ ἀναγκαῖον συνιέναι τῆς ἀποδείξεως· τὸ δ’ ὅτι ἔστιν ἐπὶ μὲν τῶν ἀρχῶν προειδέναι, ἐπὶ δὲ τῶν ἑξῆς ἀποδεικνύναι. μᾶλλον δὲ οὕτω διαιρετέον. ἐπειδὴ τρία ἐστὶν ὑπὲρ ὧν ἑκάστη πραγματεύεται ἐπιστήμη, τό τε ὑποκείμενον γένος, οἷον ἀριθμὸς ἢ μέγεθος, καὶ τὰ καθ’ αὑτὰ ὑπάρχοντα τούτῳ, οἷον τὸ ἄρτιον καὶ τὸ περιττὸν ἢ τὸ δύο ὀρθὰς ἔχειν ἢ τὸ συμπίπτειν, καὶ πρὸς τούτοις τὰ ἀξιώματα, οἷον ἐὰν ἴσα ἀπὸ ἴσων, ὅτι μὲν ἔστι τὸ γένος ὑποτίθεσθαι δεῖ, τί δὲ σημαίνει τὰ ὑπάρχοντα καθ’ αὑτά, ἄμφω δέ, καὶ ὅτι ἔστι καὶ τί σημαίνει, τὰ ἀξιώματα. διὰ τί οὖν ἐπ’ ἐκείνων μὲν ἑκάστου θάτερον, ἀμφότερα δ’ ἐπὶ τούτων; ὅτι διὰ τῶν ἀξιωμάτων ἐκεῖνα συνάπτομεν πρὸς ἄλληλα καὶ συνάγομεν. ἔνια μέντοι περιττὸν ὑποτίθεσθαι, ὅταν ᾖ φανερὰ καὶ λίαν ἐναργῆ, οἷον τὴν ὑποκειμένην φύσιν ὅτι ἔστιν, ὅταν ᾖ σφόδρα γνώριμος καὶ παιδί φασιν· οὐ γὰρ ὑποτίθεται ὁ φυσικὸς εἶναί τι θερμὸν ἢ ψυχρόν, οὐδὲ ὁ ἰατρὸς εἶναί τι ἀνθρώπειον σῶμα. ἀλλ’ ὅ γε ἀριθμητικὸς ἀριθμὸν ὑποτίθεται καὶ μονάδα· οὐ γὰρ ὁμοίως ἐκφανὴς ἡ τούτων οὐσία. πάλιν δ’ ἕτεροι τὸ τί σημαίνει παριᾶσιν, ὅταν ἔκδηλον ᾖ· γελοῖον γὰρ τὰ φανερὰ ἐξηγεῖσθαι. οὐκ αἰτούμεθα δὲ εἶναί τινα ἀξιώματα4 δι’ αὑτῶν πιστὰ καὶ ἐναργῆ καὶ δοκοῦντα εἶναι τοιαῦτα. δοκοῦντα δὲ ὅταν λέγω, οὐ πάντως λέγω συγχωρούμενα καὶ διδόμενα· πάνυ γὰρ ἂν εἴη ὀλίγα τὰ ἀξιώματα, εἰ ταύτῃ κρίνοιτο. παντὶ γὰρ ἔστιν ἐνστῆναι κατὰ τὸν ἔξωθεν λόγον, ἀλλὰ κατὰ τὸν ἔνδον γε οὐ παντί· καὶ γὰρ τῷ καταλείπεσθαι ἴσα τῶν ἴσων ἀφαιρεθέντων ἐρίζων ἄν τις ἐνσταίη, ἀλλ’ ἡ γλῶττα τούτου κατ’ Εὐριπίδην φιλονεικεῖ, ἡ φρὴν δὲ οὐδαμῶς οὐδ’ ἡ ψυχή· ἡ δὲ ἀπόδειξις οὐ πρὸς τὸν ἔξω λόγον ἀλλὰ πρὸς τὸν ἐν τῇ διανοίᾳ. οὐ τοίνυν ἐξ ὧν φθέγγονται κριτέον τὰ ἀξιώματα, ἀλλ’ ἐξ ὧν ὑπολαμβάνουσι· πολλάκις γὰρ ἄλλα μὲν φθεγγόμεθα, ἄλλα δὲ νοοῦμεν, ὥσπερ οὐδ’ οἱ γεωμέτραι κέχρηνται ταῖς γραμμαῖς ὑπὲρ ὧν διαλέγονται καὶ δεικνύουσιν, ἀλλ’ ἃς ἔχουσιν ἐν τῇ ψυχῇ, ὧν εἰσι σύμβολα αἱ γραφόμεναι. κἂν τοίνυν λέγωσι ποδιαίαν τὴν οὐ ποδιαίαν ἢ ἰσόπλευρον τὸ οὐκ ἰσόπλευρον, οὐχ οἷς γράφουσι προσεκτέον, ἀλλ’ οἷς νοοῦσι· τούτοις γὰρ χρῶνται πρὸς τὴν ἀπόδειξιν· πρὸς μὲν γὰρ τὸ συμπέρασμα τὴν καθόλου γραμμὴν ἔχουσιν, ἐπιδεικνύουσι δὲ τὴν ἐξυσμένην· οὐ γὰρ ἂν ἄλλως σοι τὴν ἀληθινὴν ἐνσημαίνοιντο.
10. 我所说的每个类的本原,是指那些必须设定它们存在而不可能对其进行论证的事物。因为在一切理智的学习中,必须预先知晓的事物有两件,即“它存在”以及“它意谓什么”,预先知晓“它意谓什么”不仅对于本原是必然的,而且对于由本原所证明的事物也是必然的(如果确实必须理解该论证);但是预先知晓“它存在”则只适用于本原,而对于后续的事物则必须进行论证。或者更应当作如下划分:既然每门科学所探究的对象有三者——底层主体的类(例如数或量度)、依其自身属于它的属性(例如偶数与奇数,或者拥有两个直角,或者相交),此外还有公理(例如“如果从相等之物中减去相等之物”),那么就必须假定类是存在的,自身属性意谓什么,而对于公理,则必须同时假定两者,即既假定它们存在,又假定它们意谓什么。那么,为什么在前两者中各假定其一,而对于公理却两者兼备呢?因为正是通过公理,我们才将那些事物彼此联系并推导出结论。然而,有些事物当其显而易见且极其昭然时,例如底层本性存在,当它正如人们所说甚至对小孩子来说都是极其熟知的时候,加以假定便是多余的;因为自然学者并不假定存在热或冷,医生也不假定存在人体。但是算术家确实假定了数和单位,因为它们的本质并非同样显豁。另一方面,当“它意谓什么”昭然若揭时,其他人就会将其略去;因为解释显明的事物是可笑的。我们并不要求存在某些自身可信且自明、并且看似如此的公理。而当我讲“看似如此”时,绝不是指全面达成一致和被承认;因为如果按此来评判,公理就会极其稀少了。因为按照外在的言论,人们可以反驳一切,但按照内在的言论,却并非对一切都能反驳;事实上,对于从相等之物中减去相等之物后剩下相等之物这一点,争辩之人或许会反驳,但正如欧里庇得斯所言,好争的只是他的舌头,而他的心智与灵魂却绝非如此;而论证不是针对外在的言论,而是针对思想中的言论。因此,评判公理不应依据人们口中所言,而应依据他们心中的理解;因为我们常常口中言说一事,思想中却想着另一事,正如几何学者并不使用他们所讨论和证明的线条,而是使用他们灵魂中所具有的线条,画出的线条不过是其符号。因此,即便他们把并非一尺长的线说成是一尺长,或者把非等边的图形说成是等边的,也不应当关注他们所画的,而应当关注他们所思的;因为他们用于论证的正是这些。对于结论,他们拥有的是普遍的线,而展示出来的不过是在板上划出的线;因为否则他们就无法向你指出真实的线。
- 1.9ποιήσαμένοις ῥητέον
与格分词 ποιησαμένοις 与非人称动名词 ῥητέον 连用,充当施事与格,意为“我们必须另立开端来论述”。
- 1.9ὧν οὐδὲν αἴτιον
关系代词 ὧν 指代前述的最初原因,并从属于谓项名词 αἴτιον,意为“没有任何事物作其原因的(原因)”。
- 1.10δυοῖν γὰρ ὄντοιν ἃ προγινώσκειν ἀναγκαῖον
δυοῖν ὄντοιν 为属格独立结构;关系代词 ἃ(宾格)作 προγινώσκειν 的宾语,进一步说明必须预先知晓的两件事。
- 1.10οὐκ αἰτούμεθα δὲ εἶναί τινα ἀξιώματα
αἰτούμεθα 在几何与逻辑语境中意为“要求”或“设为公准(postulate)”。否定词 οὐκ 修饰主动词,表明我们并不把公理作为主观假设加以要求,因为公理本身在心灵中就是必然被承认的。
