← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§21.6-22.9

普遍论证与相之非实存及定义的类型

德米斯提厄斯阐明了亚里士多德为何否认普遍论证蕴涵相的存在,指出生灭事物既无严格意义上的论证亦无定义,概述了定义的三种类型,并解释了如日月食等周期性现象如何通过普遍形式被论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#2

Οὐ φησι δὲ ἀκολουθεῖν Ἀριστοτέλης τῷ τὴν ἀπόδειξιν εἶναι τῶν καθόλου καὶ ἀιδίων συγχωρεῖν εἶναι τὰς ἰδέας·1 οὐδὲ γὰρ καθόλου ποιοῦσι τὰς ἰδέας οἱ τιθέντες, οὔτε ἐν τοῖς καθ’ ἕκαστον ὑφεστώσας ὥσπερ τὸ καθόλου, ἀλλ’ ἓν ἑκάστην παρὰ τὰ πολλὰ κεχωρισμένην οὖσαν καθ’ ἑαυτήν, δι’ ἣν καὶ τὰ πολλὰ εἶναι νομίζουσιν, ἐπεὶ τὸ μὲν καθόλου συνωνύμως κατηγορεῖται τῶν καθ’ ἕκαστον, τῶν δὲ ἰδεῶν ὁμωνύμως τὰ καθ’ ἕκαστον μεταλαμβάνει. τὰς μὲν οὖν ἰδέας διὰ ταῦτα οὐκ ἀνάγκη εἶναι, εἴπερ ἀπόδειξις ἔσται· τὸ καθόλου δὲ ἀναγκαῖον· ἄλλως γὰρ οὐχ οἷόν τε τὸ μέσον θηρεύειν. Ἐκεῖνο δὲ φανερόν, ὡς εἴπερ ἀίδιον εἶναι δεῖ τὸ συμπέρασμα ἐν ταῖς ἀποδείξεσιν, οὐδενὸς ἀπόδειξις ἔσται τῶν φθαρτῶν οὐδ’ ἐπιστήμη ἁπλῶς, ἀλλ’ οὕτως ὅτι καθόλου ἐστὶν αὐτοῦ.2 πῶς γὰρ ἂν γένοιτο ἀίδιον ἔτι τὸ συναγόμενον, ἐν ᾧ τὸ φθαρτὸν ὑποκείμενον περιέχεται, ᾧ μήτε ἀεὶ τὸ κατηγορούμενον ὑπάρχει μήτε ἁπλῶς ἀλλὰ ποτὲ καὶ πώς; οἷον τῷ Σωκράτει τὸ ζῷον εἶναι· νῦν γὰρ καὶ οὐχ ὅτι Σωκράτης, ἀλλ’ ὅτι ἄνθρωπος. ἔπειτα οὐδὲ αἱ προτάσεις ἕξουσι τὸ καθόλου λοιπὸν ἔτι καὶ τὸ καθ’ αὑτό, εἴπερ τὸ συμπέρασμα φθαρτὸν ἔσται, ἀλλ’ ἀνάγκη τὴν ἑτέραν αὐτῶν εἶναι φθαρτὴν καὶ μὴ καθόλου. ὥσπερ δὲ ἀπόδειξις οὐκ ἔστιν οὐδενὸς τῶν φθαρτῶν, οὕτως οὐδὲ ὁρισμός ἐστι τῶν φθαρτῶν· ὁ γὰρ ὁρισμὸς ἢ ἀρχὴ ἀποδείξεως ἢ ἀπόδειξις θέσει διαφέρουσα ἢ συμπέρασμα ἀποδείξεως. ἀρχὴ μὲν ἀποδείξεως, ὅταν ἢ ὡς πρότασις ἄμεσος ἢ ὡς ὅρος ἐν προτάσει λαμβάνηται. θέσει δὲ διαφέρουσιν ἀποδείξεως οἱ τὴν αἰτίαν ἔχοντες ὁρισμοί, οἷον τί ἐστιν ἔκλειψις ἡλίου; ἐπισκότησις φωτὸς δι’ ὑποδρομὴν σελήνης· τοῦτον γὰρ ἔνεστι μεταθέντας τὸν ὁρισμὸν ἀπόδειξιν ποιῆσαι, οἷον ἡ σελήνη τὸν ἥλιον ὑποτρέχει, τὸ ὑποτρέχον ἐπισκοτεῖ. συμπεράσματα δὲ ἀποδείξεών εἰσιν οἱ τὴν αἰτίαν παραλαμβάνοντες ὁρισμοί. ἀλλὰ περὶ μὲν τῶν ὁρισμῶν ἀκριβέστερον ἐν τοῖς ἐφεξῆς μαθησόμεθα. Αἱ δὲ τῶν πολλάκις γινομένων ἀποδείξεις καὶ ἐπιστῆμαι, οἷον σελήνης ἐκλείψεως, πῶς ἂν εἶεν ἀποδείξεις; ἡ γὰρ ἔκλειψις οὐκ ἀίδιον. ἢ καὶ ἐπὶ τούτων εἶδός τι κοινὸν φαίνεται τῶν κατὰ τὴν ὁμοίαν περίοδον γινομένων· οὐ γὰρ ἐπὶ μιᾶς καὶ τῆσδε τῆς ἐκλείψεως τῆς κατὰ τήνδε τὴν ὥραν συμβάσης γίνεται ἡ ἀπόδειξις, ἀλλ’ ἐπὶ τῆς τοιαύτης ἁπάσης, ἣν διὰ τὰς τοιαύτας αἰτίας ἀεὶ γίνεσθαι ἀναγκαῖον. οὕτως οὖν καὶ ἐπὶ τούτου τὸ καθόλου δείκνυται, οὐ τὸ καθ’ ἕκαστον, εἰ μὴ ἄρα οὕτω τὸ καθ’ ἕκαστον, ὅτι ὑπὸ τὸ καθόλου, καθάπερ καὶ ἐπὶ τῶν φθαρτῶν ἀπεδείκνυμεν. πῶς οὖν τὸ καθ’ αὑτὸ καὶ τὸ καθόλου δεῖ προσεῖναι ταῖς ἀποδείξεσιν, εἰρήσθω τοσαῦτα.

亚里士多德说,并不因为论证针对的是普遍且永恒之物,就得出必须承认相的存在;因为设定相的人并没有把相视作普遍之物,也没有像普遍之物那样使其存在于个别事物之中,而是将每个相视作独立于诸多个体、自身独立分离存在的单一之物,他们甚至认为诸多个体也是借此相而存在的,因为普遍之物是同名同义地述说个别事物,而个别事物则是同名异义地分有诸相。因此,由于这些原因,如果确实要有论证,并无必要存在诸相;但普遍之物则是必然的,因为否则就无法探寻中项。 然而那一点是显而易见的:如果在论证中结论必须是永恒的,那么关于生灭之物就不会有论证,也不会有端纯的知识,而只能在普遍之物属于它的意义上才有。因为如果推导出的结论包含一个生灭的底层主体,而谓项对该主体既非总是属于亦非端纯属于,而只是在某个时刻且以某种方式属于,那么它又如何还能成为永恒的呢?例如对苏格拉底而言属于作为动物;因为这是现在属于,且并非因为他是苏格拉底,而是因为他是人。其次,如果结论要是生灭的,那么前提也就不再具有普遍性与自身属性,而且其中一个前提必然是生灭的且非普遍的。 正如关于任何生灭之物都没有论证一样,关于生灭之物也没有定义;因为定义要么是论证的本原,要么是位置不同的论证,要么是论证的结论。当定义作为直接前提或作为前提中的词项被采用时,它是论证的本原。包含原因的定义与论证在位置上不同,例如“什么是日食?由于月球运行至下方而导致的光芒遮蔽”;因为将这一定义调换位置便可以构成一个论证,例如“月球运行至太阳下方,运行至下方者遮蔽〔光芒〕”。另一方面,采纳原因的定义则是论证的结论。不过关于定义,我们在后文中将更精确地学习。 那么,关于经常发生之事(例如月食)的论证与知识,又如何能算作论证呢?因为月食并不是永恒的。或者说,在这些事物中,按照相似周期发生的事物也呈现出某种共同的形式;因为论证并非针对在此时辰发生的这一个单独的月食,而是针对所有这类月食,它必然总是由于此类原因而发生。因此在这类事物中,被证明的也是普遍之物,而非个别事物,除非是在个别事物从属于普遍之物的意义上,正如我们关于生灭之物所证明的那样。那么,关于自身属性与普遍之物应当如何归属于论证,就说这么多吧。

语法注2 条
  1. 1.8Οὐ φησι δὲ ἀκολουθεῖν Ἀριστοτέλης τῷ τὴν ἀπόδειξιν εἶναι τῶν καθόλου καὶ ἀιδίων συγχωρεῖν εἶναι τὰς ἰδέας

    不定词 ἀκολουθεῖν(由主动词 φησι 支配)的主语是其后由不定词构成的短语 συγχωρεῖν εἶναι τὰς ἰδέας(承认相的存在)。前置的带冠词与格不定词短语 τῷ τὴν ἀπόδειξιν εἶναι τῶν καθόλου καὶ ἀιδίων 作为动词 ἀκολουθεῖν 的与格补足语,表示“伴随/由……得出”。

  2. 1.8ἀλλ’ οὕτως ὅτι καθόλου ἐστὶν αὐτοῦ

    此句是对前文否定从句(οὐδενὸς ἀπόδειξις ἔσται τῶν φθαρτῶν οὐδ’ ἐπιστήμη ἁπλῶς)的限制性转折。副词 οὕτως 预指其后的 ὅτι 从句(“在普遍之物属于它的意义上”),并承接前面省略的主节谓语 ἀπόδειξις / ἐπιστήμη ἔσται,构成“只有在此种意义下才[有论证或知识]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:21.6-22.9