- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:20.4-21.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
根据亚里士多德《后分析篇》1.8,阐明当前提为全称时结论必然是永恒的,考察并评析了亚历山大关于普遍性究系首先属于结论还是属于前提的观点,从而理清了论证中普遍性的体现方式。
8. Φανερὸν δὲ καὶ ἐὰν ὦσιν αἱ προτάσεις καθόλου ἐξ ὧν ὁ συλλογισμός, ὅτι ἀνάγκη καὶ τὸ συμπέρασμα ἀΐδιον εἶναι τῆς τοιαύτης ἀποδείξεως· αἱ γὰρ προτάσεις ἀΐδιοι καὶ ἀναγκαῖαι, ἐξ ἀναγκαίων δὲ ἀναγκαῖον καὶ ἐξ ἀϊδίων ἀΐδιον. Ἐνταῦθα τοίνυν ἐπισκεπτέον τὸ συμπέρασμα, πῶς πρῶτον καθόλου, ἐφ’ ὧν αἱ προτάσεις πρότεραι καθόλου·1 οὐ γὰρ ἂν τὸ πρῶτον ὑπάρχοι ἐν τῷ συμπεράσματι, εἰ προτέροις ὑπάρξει τοῖς λήμμασιν. ἢ πρῶτον μὲν οὐκ ἀεὶ τὰς προτάσεις ἀναγκαῖόν ἐστιν εἶναι καθόλου· καὶ γὰρ εἴρηται ‘ἐὰν ὦσιν’, οὐχ ὅτι δεῖ πάντως εἶναι τοιαύτας. ἔπειτα ἐπὶ τῶν τοιούτων οὐδὲν κωλύει μὴ τὸ φύσει καὶ καθόλου πρῶτον ὑπάρχειν ἐν τῷ συμπεράσματι, ἀλλὰ τὸ πρῶτον τῶν δυναμένων ἀποδειχθῆναι. καὶ ἴσως ἄν τι λέγοι τοῦτο λέγων ὁ Ἀλέξανδρος. ἄμεινον δὲ μὴ σφόδρα ἀκριβολογεῖσθαι μηδὲ διαιρεῖσθαι νομίζειν Ἀριστοτέλην οὕτως 〈ὡς〉 τὸ καθόλου μὲν ἐν τῷ συμπεράσματι δεῖν ὑπάρχειν, τὸ καθ’ αὑτὸ δὲ ἐν ταῖς προτάσεσιν· οὔτε γὰρ διαρρήδην που καὶ φανερῶς τοῦτο εἴρηται, οὔτε δυνατὸν σώζεσθαι τὸ καθόλου πρῶτον ἐν τῷ συμπεράσματι, εἴ γε ἐκ τῶν καθόλου δεικνύοιτο· δῆλον γὰρ ὡς ἀνάγκη τὸ κατηγορούμενον τῷ μέσῳ πρῶτον ὑπάρχειν, τὸ δὲ ὡς ἀποδεικτὸν πρῶτον 〈ὂν〉 οὕτως εἶναι τὸ συμπέρασμα καθόλου. περὶ μὲν οὖν τοῦ πρώτου συμπεράσματος, ὃ συνάγεται ἐκ τῶν ἀμέσων προτάσεων, ἴσως ἂν λέγοιτο πιθανῶς. περὶ δὲ τῶν ἐφεξῆς καὶ ἐκ προδεδειγμένων συναγομένων πῶς ἂν ἔτι χώραν ἔχοι λοιπόν; οὐδὲ γὰρ ὡς ἀποδεικτὰ πρῶτα ἐκεῖνα. ὥστε ἢ πάσας τὰς τοιαύτας ἀποδείξεις περιγραπτέον τοὺς τὸ καθόλου νομίζοντας ἐξ ἀνάγκης ὑπάρχειν τῷ συμπεράσματι,2 ἢ συγχωρητέον καὶ τὸ καθόλου περὶ τῶν προτάσεων λέγεσθαι, καθάπερ τὸ καθ’ αὑτό, καὶ περὶ προτάσεων δὲ τῶν πρώτων καὶ ἀναποδείκτων, εἰς ἃς ἀνάγεται ἡ ἀπόδειξις· ἡ γὰρ ἀκρίβεια τῆς ἀποδείξεως ἐν τοῖς λήμμασι, τῷ συμπεράσματι δὲ ἀποχρήσει τὸ ἐκ τῶν τοιούτων συνάγεσθαι πρὸς τὸ γίνεσθαι ἀναγκαῖον τὸν συλλογισμόν. τοῦτο καὶ αὐτὸς Ἀριστοτέλης δῆλον ποιεῖ· εἰπὼν γὰρ ὅτι ἐὰν ὦσιν αἱ προτάσεις καθόλου, οὐχ ὅτι ἐστὶ καθόλου καὶ τὸ συμπέρασμα ἐπενήνοχεν, ἀλλ’ ὅτι ἀίδιον. ἢ τοίνυν ταῦτα ῥητέον, ἢ ὅτι δυνατὸν ἄμφω καθόλου ὑπάρχειν, καὶ τὸ ἐν τῷ συμπεράσματι δεικνύμενον καὶ τὸ δι’ οὗ δείκνυται, οἷον τῷ τριγώνῳ καὶ τὸ δύο ἔχειν ὀρθάς, ὅπερ ἐστὶ τὸ δεικνύμενον, καὶ 〈τὸ〉 τὴν ἐκτὸς ἴσην εἶναι δύο ταῖς ἐντὸς καὶ ἀπεναντίον, ὅπερ ἐστὶ δι’ οὗ δείκνυται. ταῦτα μὲν ἀναγκαῖον ἦν διὰ τὸ χρήσιμον ἐξεργάσασθαι.
8. 同样显而易见的是,如果构成推论的前提是全称的,那么这类论证的结论也必然是永恒的;因为前提是永恒且必然的,而由必然的[前提引出]必然的[结论],由永恒的[前提引出]永恒的[结论]。于是,在此应当考察结论:在前提更为优先全称的情形下,[结论]如何是始原普遍的?因为如果[普遍性]属于更优先的前提,始原之物就不会属于结论了。或者首先,前提并不总是必然为全称的;因为确实说过“若是”,而不是说在任何情况下都必须是这样的。其次,在这些情形中,并不妨碍属于结论的不是本性上和全称上始原的事物,而是能够被论证的事物中始原的事物。亚历山大若持此说,或许不无道理。然而最好不要过分苛求字句,也不要以为亚里士多德作了这样的划分:普遍之物必须属于结论,而自身属性必须属于前提;因为这一点既没有在任何地方被明白明确地提及,如果确实是从全称中被证明的话,始原普遍性在结论中也是不可能得以保全的。因为显而易见,谓项必然始原属于中项,而结论之所以是普遍的,是因为作为可论证之物它是始原的。因此,关于从直接前提推导出的最初结论,或许可以说得通;但关于相继出现的、从预先已被证明之物推导出的结论,又如何还能有立足之地呢?因为那些作为可论证之物也并非始原的。因此,那些认为普遍性必然属于结论的人,要么必须排除所有这类论证,要么必须承认普遍性也可以用来谈论前提,正如自身属性那样,并且用来谈论论证所归结到的最初且不可证明的前提;因为论证的精确性在于前提,而对于结论而言,从这类前提推导出来以使推论成为必然的,这就足够了。亚里士多德本人也表明了这一点;因为他在说了如果前提是全称的之后,附加的并不是结论也是普遍的,而是结论是永恒的。所以,要么应当说这些,要么应当说两者都可能普遍地属于——既包括在结论中被证明之物,也包括借以证明它之物,例如对于三角形而言,拥有两个直角(这即是被证明之物)以及外角等于两个内对角(这即是借以证明它之物)。由于这些内容的实用性,详加探讨是必要的。
- 1.8ἐφ’ ὧν αἱ προτάσεις πρότεραι καθόλου
关系代词短语 ἐφ’ ὧν 的先行词指代结论所出现的诸种情况(“在……情形下”)。在 πρότεραι καθόλου 中省略了系词 εἰσίν,其中 πρότεραι 作为表语形容词修饰前提,意指前提在普遍性上更为优先。
- 1.8ὥστε ἢ πάσας τὰς τοιαύτας ἀποδείξεις περιγραπτέον τοὺς τὸ καθόλου νομίζοντας ἐξ ἀνάγκης ὑπάρχειν τῷ συμπεράσματι
在非人称动名词形容词句式 περιγραπτέον(“必须排除”)中,动作主体并未使用与格,而是使用了宾格 τοὺς ... νομίζοντας(“那些认为……的人”)。动名词形容词的直接宾语是宾格的 πάσας τὰς τοιαύτας ἀποδείξεις。
