← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§18.29-20.3

前提的固有性与从属科学中的推论

特米斯提乌斯解释说,即使是共通公理,在各门科学中也是通过附加适合其质料的内容而特殊化地加以使用的,并借由布赖森化圆为方的例子说明,前提即使真实且直接,若非固有亦不能构成论证。他进而阐明了从属科学中的论证结构,即下级科学提供事实(ὅτι),而上级科学提供原因(διότι)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#2

πῶς οὖν λέγομεν εἶναι κοινά τινα ἀξιώματα, οἷον ἂν ἀπὸ ἴσων ἴσα,1 καὶ ἐπὶ παντὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν; ἢ οὐδὲ τούτοις ὡς κοινοῖς χρῶνται, ἀλλ’ ἑκάστη προσοικειοῦται αὐτὰ τῇ τῆς ὕλης οἰκείᾳ προσθήκῃ, γεωμετρία μὲν ἂν ἀπὸ ἴσων μεγεθῶν, ἀριθμητικὴ δὲ ἂν ἀπὸ ἀριθμῶν, καὶ τὸ τῆς ἀντιφάσεως ὁμοίως· λέγει γὰρ ἑκάστη συμπλέκουσα τὸ γένος περὶ ὃ πραγματεύεται, οἷον περιττός ἐστιν ἢ οὐκ ἔστιν. οὐκ ἄρα αὔταρκες πρὸς ἀπόδειξιν τὸ τὰς προτάσεις ἀληθεῖς εἶναι, οὐδὲ μὴν τὸ ἀναποδείκτους τε καὶ ἀμέσους, ἀλλὰ δεῖ καὶ οἰκείας εἶναι καὶ μὴ πλείοσι γένεσιν ἐφαρμόζειν. διὰ τοῦτο τὸν Βρύσωνος τετραγωνισμὸν οὐκ ἄν τις εἴποι γεωμετρικὴν ἀπόδειξιν· χρῆται γὰρ ἀξιώματι ἀληθεῖ μὲν κοινῷ δέ· τοιοῦτον γὰρ 〈τὸ〉 ὧν τὰ αὐτὰ μείζω τε καὶ ἐλάττω, ἐκεῖνα εἶναι ἴσα ἀλλήλοις·2 οὐ γὰρ ἐπὶ μεγέθους μόνον ἀλλὰ καὶ ἐπὶ ἀριθμοῦ καὶ χρόνου καὶ ἐπ’ ἄλλων πολλῶν ἀληθὲς τὸ ἀξίωμα. Τί οὖν ἐστιν ὃ προσλαμβάνων ὁ Βρύσων ᾤετο τετραγωνίζειν τὸν κύκλον, οὐδὲν μὲν πρὸς τὸν παρόντα λόγον ἐστί, τῶν φιλομαθῶν δ’ ἕνεκεν εἰρήσθω. ὁ κύκλος, φησί, τῶν ἐγγραφομένων πολυγώνων ἁπάντων μείζων ἐστί, τῶν περιγραφομένων δ’ ἐλάττων· ὁμοίως καὶ τὸ πολύγωνον τὸ μεταξὺ γραφόμενον τῶν τε ἐγγραφομένων καὶ τῶν περιγραφομένων τῷ κύκλῳ· τῶν αὐτῶν ἄρα μείζων τε καὶ ἐλάττων ἐστὶν ὅ τε κύκλος καὶ τουτὶ τὸ πολύγωνον, ὥστε καὶ ἀλλήλοις ἴσα διὰ τὸ ἀξίωμα τὸ εἰρημένον. ἀλλὰ τὸ ἀξίωμα τοῦτο ἀληθὲς μέν ἐστιν, εἰ δὲ βούλει, καὶ ἄμεσον καὶ ἀναπόδεικτον, ἀλλ’ οὐκ ἔχει σοι τὴν ἀρχὴν ὁ συλλογισμὸς οἰκείαν τῷ δεικνυμένῳ· οὐδὲ γὰρ λαμβάνεις ᾗ κύκλος ἐστίν, οὐδὲ ᾗ μέγεθος. ὁμοίως οὖν ἐπὶ τοῖς ἀπὸ τῶν συμβεβηκότων συλλογιζομένοις·3 καὶ γὰρ ἐκεῖνοι τὰ λήμματα τῆς φύσεως τῆς ὑποκειμένης ἀπηρτημένα λαμβάνουσιν, ὁ δὲ ἀληθινῶς τε καὶ μὴ κατὰ συμβεβηκὸς ἐπιστάμενος ἐκ τῶν ἀρχῶν τῶν ἐκείνης καὶ ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἐπίσταται, ἐφ’ ὧν ἀνάγκη τὸν μέσον ὅρον καὶ τὴν πρότασιν τὴν συνέχουσαν τὸν συλλογισμὸν ἤτοι γε ἐκ ταὐτοῦ καὶ ἑνὸς εἶναι γένους παντάπασιν ἢ συγγενοῦς τε καὶ μὴ πόρρω διεστηκότος, ὥσπερ ἔφαμεν ἔχειν τὰ σύμφωνα διαστήματα πρὸς τοὺς ἀριθμούς. διὰ τοῦτο γὰρ οἷα τε χρῆσθαι ἁρμονικὴ προτάσεσιν ἀριθμητικαῖς· ἅπασαι γὰρ αἱ τοιαῦται τὸ μὲν ὅτι φέρουσι παρ’ ἑαυτῶν, οἷον ὅτι σύμφωνον τὸ διὰ τεσσάρων διάστημα, καὶ ὅτι συμπίπτειν φαίνονται πόρρωθεν αἱ παράλληλοι, τὸ δὲ διότι παρὰ τῶν ἀνωτέρω λαμβάνουσι·4 διὰ γὰρ τὸν ἐπίτριτον λόγον σύμφωνον τὸ διὰ τεσσάρων, καὶ διὰ τὰς ἐλάττους γωνίας συμπίπτουσιν αἱ παράλληλοι. διαφέρουσι δὲ αἱ τοιαῦται ἀποδείξεις τῶν ἓν τὸ γένος ἐχουσῶν ἀκριβῶς, ὅτι ἐπ’ ἐκείνων μὲν οἱ τρεῖς ὅροι συμφυεῖς, ἐπὶ τούτων δὲ τὸ μὲν συμπέρασμα τῆς ὑποβεβηκυίας ἐστὶν ἐπιστήμης, τὸ δὲ μέσον τῆς ἀνωτέρας· τὸ γὰρ ἡμιόλιον ἀριθμοῖς ὑπάρχει καθ’ αὑτό, δι’ ὅπερ σύμφωνον τὸ διὰ πέντε διάστημα.

那么,我们怎么能说某些公理是共通的呢,例如“若从相等物中[减去]相等物[余量亦相等]”,以及“对一切事物肯定或否定必居其一”?难道诸科学甚至不是把它们当作共通的来使用,而是各门科学通过附加上适合于其质料的内容而使之专门化吗?几何学说是“若从相等的量度中”,算术说是“若从数中”,关于矛盾[公理]也是如此;因为各门科学都在把自身所研究的属类结合进去表述,例如“是奇数或不是奇数”。因此,前提是真实的,甚至是不证自明和直接的,对于论证而言都并不足够,而是还必须是固有的,并且不适用于多个属类。正因如此,人们绝不能把布赖森的化圆为方称为几何学论证;因为他使用的是一个虽真实却共通的公理;因为“同一批事物大于且小于它们的那些事物彼此相等”这一公理就是如此;因为该公理不仅适用于量度,而且适用于数、时间以及许多其他事物。那么,布赖森补充了什么而自以为化圆为方,这与当前的讨论虽无关系,但为了求知者的缘故还是说一说吧。他说,圆大于所有内接多边形,而小于所有外切多边形;画在圆的内接多边形与外切多边形之间的那个多边形也是如此;因此,圆与这个多边形都大于且小于同一批事物,以致通过上述公理它们也彼此相等。但是,这个公理虽是真实的,甚至如果你愿意承认的话,也是直接的和不可证明的,然而对你而言,该推论并不具有对于所证明之事固有的原理;因为你既没有就其作为圆而言来把握它,也没有就其作为量度而言来把握它。因此,对于那些从偶性出发进行推论的人来说也是同样的;因为他们所采纳的前提也脱离了底层的本性,而真正认识且非偶性地认识的人,则是从那一本性的原理出发,并且从自身属性出发进行认识的,在这些情形中,中项以及维系推论的前提,必须要么完全出自同一且单一的属类,要么出自同类且并非相距甚远的属类,正如我们所说协和音程对于数的关系那样。正是由于这个缘故,和声学能够使用算术的前提;因为所有这类科学都是由自身提供“事实”(例如四度音程是协和音,以及平行线从远处看似乎相交),而从较高级的科学中接受“原因”;因为四度音程由于三分之四倍比而是协和音,平行线由于较小的角而相交。而这类论证与严格具有单一属类的论证的区别在于:在后者中三个项是同质的,而在前者中,结论属于下级科学,而中项则属于较高级科学;因为二分之三倍比自身属于数,由于它,五度音程才是协和音。

语法注4 条
  1. 1.7ἂν ἀπὸ ἴσων ἴσα

    这是欧几里得公理“若从相等物中减去相等物,则余量相等”(ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενα ἴσα ἐστίν)的极其压缩的惯用表达,需补充所省略的动词及主句来理解。

  2. 1.7ὧν τὰ αὐτὰ μείζω τε καὶ ἐλάττω, ἐκεῖνα εἶναι ἴσα ἀλλήλοις

    这是一个不定式短语,以同位语形式说明前文表语 τοιοῦτον γὰρ 〈τὸ〉 的具体内容。其中关系从句 ὧν τὰ αὐτὰ μείζω τε καὶ ἐλάττω [ἐστι](ὧν 为比较属格)置于不定式主干 ἐκεῖνα εἶναι ἴσα ἀλλήλοις 之前。

  3. 1.7ὁμοίως οὖν ἐπὶ τοῖς ἀπὸ τῶν συμβεβηκότων συλλογιζομένοις

    省略了主要动词(如 ἔχει 或 συμβαίνει)的简略结构,意为“因此,对于那些从偶性出发进行推论的人来说,情况也是同样的”。

  4. 1.7τὸ μὲν ὅτι φέρουσι παρ’ ἑαυτῶν ... τὸ δὲ διότι παρὰ τῶν ἀνωτέρω λαμβάνουσι

    连词 ὅτι 与 διότι 带中性定冠词名词化,用作直接宾语,指代亚里士多德认识论中的核心术语“事实”(that)与“原因/解释”(why)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:18.29-20.3