← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§1.1-2.4

关于释义旨趣与写作方针的序言

提米斯蒂乌斯在开启对《后分析篇》第一卷的释义之际,向受呈献者阐述了自己舍弃卷帙浩繁的前人注释而采取简短释义形式的缘由,以及针对难点加以阐发、重整章节次序与精简技术性内容的写作策略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0

ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΑΝΑΛΥΤΙΚΩΝ ΥΣΤΕΡΩΝ Α. Ἐμοὶ συντάττεσθαι μὲν ἐξηγήσεις τῶν Ἀριστοτελικῶν βιβλίων μετὰ τοσούτους τε καὶ τοιούτους οὐκ ἐδόκει πόρρωθεν εἶναι φιλοτιμίας ἀνωφελοῦς· οὔτε γὰρ πολλὰ ἔστιν εὑρεῖν ἐλλελοιπότας τοὺς πρότερον, τό τε μικρῶν ἕνεκα παρεγχειρήσεων ὁλοκλήρους καταβάλλεσθαι πραγματείας ὅμοιον τῷ τὴν Ἀθηνᾶν βουλομένῳ μετακινεῖν τὴν Φειδίου, ὅτι τὰ δεσμὰ τῆς κρηπῖδος ᾤετο ἀμείνω ποιήσειν. τὸ μέντοι ἐκλαμβάνοντα1 τὰ βουλήματα τῶν ἐν τοῖς βιβλίοις γεγραμμένων σὺν τάχει τε ἐξαγγέλλειν καὶ τῇ συντομίᾳ τοῦ φιλοσόφου κατὰ δύναμιν παρομαρτεῖν καινόν τε ἐδόκει καί τινα ὠφέλειαν παρέξεσθαι· εὔκολον γὰρ ἔσεσθαι διὰ τοῦ τοιούτου τρόπου τὴν ἀνάμνησιν ὑπειλήφαμεν τοῖς ἅπαξ μὲν τὰ Ἀριστοτέλους μεμαθηκόσιν ἀναλαμβάνειν δὲ αὐτὰ συνεχῶς τῷ μήκει τῶν ὑπομνημάτων οὐ δυναμένοις. τὸ δὴ πρότερον τῶν Ὑστέρων ἀναλυτικῶν οὕτω σαφηνίσαι προελόμενοι σοὶ πρώτῳ τὸν τύπον κοινούμεθα τῆς συγγραφῆς, παιδείας τε ἕνεκεν ἀκριβοῦς καὶ φιλίας ἀληθινῆς, οὔτε λήσεσθαί τί σε τῶν μὴ δεόντως εἰρημένων οὔτε κατασιωπήσειν πεπιστευκότες. πολλὰ μὲν οὖν ἔοικε τῶν Ἀριστοτέλους βιβλίων εἰς ἐπίκρυψιν μεμηχανῆσθαι, οὐχ ἥκιστα δὲ καὶ τὰ προκείμενα, πρῶτον μὲν διὰ τὴν συνήθη βραχυλογίαν, ἔπειθ’ ὅτι καὶ ἡ τάξις τῶν κεφαλαίων οὐ διακέκριται. ὥσθ’ ἡμῖν ἀνάγκη συγγινώσκειν,2 εἰ τὰ μὲν φαινοίμεθα μακρότερον ἑρμηνεύοντες (οὐ γὰρ ἐνῆν εἰπεῖν διὰ τῶν ἴσων σαφέστερον), τὰ δὲ μεθαρμοττόμενοι καὶ μετατιθέντες ὡς ἂν φαίνοιτο ἕκαστα τῶν κεφαλαίων περιγεγραμμένα. εἰ δέ τινα καὶ συντομώτερον ἐπιδεδραμήκαμεν, οὐκ ἄξιον δυσχεραίνειν· ὅσα γὰρ τεχνικὴν ἔχει τὴν θεωρίαν, οὐ συντείνει δὲ ἄγαν εἰς τὸν περὶ ἀποδείξεως λόγον, τούτοις οὐκ ἦν ἄξιον ἐνδιατρίβειν τῷ ῥᾳστώνην ἐπινοῆσαι προελομένῳ τῆς κατανοήσεως τῶν χρησίμων.

提米斯蒂乌斯对《后分析篇》第一卷的释义。 在我看来,在有如此之多且如此卓越的前辈之后,再撰写关于亚里士多德著作的注释,并非与无益的虚荣心相去甚远;因为既不可能发现前人遗漏了许多东西,而且为了微小的补充调整就著述整部论著,就如同一个人因以为能把凉鞋的系带做得更好而想要移动菲狄亚斯的雅典娜雕像。然而,把握书中文字的意图并迅速表达出来,尽可能跟上那位哲学家的简明,这似乎既新颖又能带来某种益处;因为我们认为,通过这种方式,对于那些曾一度学习过亚里士多德学说却因注释的冗长而无法不断温习的人来说,回忆将变得容易。因此,我们立意以此方式阐明《后分析篇》的第一卷,首先将此书写作的范式告知于你,既是为了精确的教诲,也是为了真挚的友谊,因为我们深信,凡有说得不妥当之处,既不会逃过你的注意,你也不会保持沉默。亚里士多德的许多著作似乎本就意在隐晦,而眼前的这部著作尤甚,首先是因为惯常的简练,其次是因为各章的次序未被明确分清。因此,如果我们在某些地方显得解释得较长(因为无法用同样多的词句讲得更加清楚),在另一些地方则为了使各章显得界限分明而加以重新调整和变换次序,有必要原谅我们。如果我们对某些内容讲得更为简短仓促,也不应当感到不满;因为凡是具有专门的技术性考察却不甚有助于关于证明的论述的内容,对于立意要使领会实用之物变得轻松的人来说,在这些内容上耽搁是不适宜的。

语法注2 条
  1. 1.0ἐκλαμβάνοντα

    宾格分词 ἐκλαμβάνοντα 用作不定式 ἐξαγγέλλειν 与 παρομαρτεῖν 的逻辑主语,并未受篇首与格 Ἐμοί 的同化。带冠词不定式短语 τὸ ... ἐξαγγέλλειν 构成了主句动词 ἐδόκει 的主语。

  2. 1.0ὥσθ’ ἡμῖν ἀνάγκη συγγινώσκειν

    由于动词 συγγιγνώσκειν(原谅、体谅)支配所原谅对象的与格,故与格 ἡμῖν 并非 ἀνάγκη 的逻辑主语(即非“我们必须原谅”),而是作为不定式 συγγινώσκειν 的宾语(即“原谅我们”)。不定式的主语(读者或受赠者)被省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:1.1-2.4