- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:17.24-18.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯阐释了《后分析篇》第1卷第7章开篇的内容,整理了论证的三要素(所显示的谓项、作为前提的公理、底层属类),据此说明为何禁止跨属类的论证转移,并解释了在从属科学(如相对于几何学的光学、相对于算术的和声学)中对公理的有限度借用。
7. Ὅτι μὲν οὖν καὶ ἀναγκαίας εἶναι δεῖ τὰς προτάσεις, εἴρηται καὶ πλείω τῶν ἱκανῶν· ὅτι δὲ καὶ οἰκείας, δῆλον ἐκ τούτων. εἰ γὰρ δεῖ καὶ τὸ μέσον τῷ τρίτῳ καὶ τὸ πρῶτον τῷ μέσῳ καθ’ αὑτὸ ὑπάρχειν, δῆλον ὡς οὐκ ἔστιν ἐξ ἄλλου γένους εἰς ἄλλο γένος μεταβῆναι τὰς ἀποδείξεις οὐδ’ ἐφαρμόσαι τὰς γεωμετρικὰς ταῖς ἀριθμητικαῖς· τὰ γὰρ καθ’ αὑτὰ ὑπάρχοντα ἐκ τῆς αὐτῆς φύσεως καὶ τοῦ αὐτοῦ γένους, εἴπερ ἐκ τῆς οὐσίας ἑκάστου. ἄνωθεν γὰρ μικρὸν ἀναλαβοῦσι ῥητέον.1 ἐπειδὴ τρία ἐστὶ τὰ ἐν ταῖς ἀποδείξεσιν, ἓν μὲν ὃ δείκνυται ὑπάρχειν ἢ μὴ ὑπάρχειν (τοῦτο δ’ ἐστὶ τὸ κατηγορούμενον ἐν τῷ συμπεράσματι), ἓν δὲ τὰ ἀξιώματα ἐξ ὧν δείκνυται (αὗται δ’ εἰσὶν αἱ προτάσεις ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων), τρίτον δὲ τὸ γένος τὸ ὑποκείμενον καὶ ἡ φύσις ἧς τὰ πάθη καὶ τὰ καθ’ αὑτὰ ὑπάρχοντα δεικνύουσιν αἱ ἀποδείξεις, οἷον ἀριθμὸς ἢ μέγεθος, ἐπισκέψασθαι δεῖ πότε καὶ πῶς ἂν ἐνδέχοιτο μεταβαίνειν τὰς ἀποδείξεις. δῆλον τοίνυν ὅτι ὅσων μὲν τὰ γένη ἄν ᾖ παντελῶς κεχωρισμένα, ὥσπερ ἀριθμητικῆς καὶ γεωμετρίας, οὐκ ἔστι τὴν ἀριθμητικὴν ἀπόδειξιν ἐφαρμόσαι ἐπὶ τὰ τοῖς μεγέθεσι συμβεβηκότα· τὸ δὲ ἐφαρμόσαι λέγω χρήσασθαι τοῖς ἀποδεδειγμένοις τὰ κατ’ ἄλλην ἐπιστήμην ἀποδεικνύμενα.2 ἐφ’ ὧν δ’ ἐστὶ κοινωνία τοῖς γένεσι καὶ οὐ παντελῶς αἱ φύσεις ἀλλήλων εἰσὶ κεχωρισμέναι αἱ ταῖς ἐπιστήμαις ὑποκείμεναι, ἔνεστι συγχρήσασθαι ἐπὶ τῶν τοιούτων τοῖς τῆς ἑτέρας ἀξιώμασι τὴν ἑτέραν. οὕτω γὰρ ἔχει πρὸς γεωμετρίαν μὲν ὀπτική· συγγενῆ γὰρ τὰ ὑποκείμενα ἀμφοτέραις, μᾶλλον δ’ ἐστὶ θάτερον ὑπὸ θάτερον, εἴ γε αἱ εὐθεῖαι καὶ αἱ γωνίαι καὶ τὸ παραλλήλους εἶναι καὶ τὸ συμπίπτειν καὶ πάντα, οἷς χρῆται ὁ ὀπτικός, ἐκ γεωμετρίας ἐστὶ καὶ τὰς ἀρχὰς αὐτῆς παρ’ ἐκείνης λαμβάνει. ὁμοίως καὶ πρὸς τὴν ἀριθμητικὴν 〈ἡ〉 ἁρμονικὴ φαίνεται ἔχουσα· τὸ γὰρ διπλάσιον καὶ ἐπίτριτον καὶ ἡμιόλιον ἐκεῖθεν ἥκει τοῖς διαστήμασιν. ἀλλὰ καὶ ἡ ἰατρικὴ πολλαχοῦ συγχρῆται φυσικαῖς ἀποδείξεσι· τὸ γὰρ ἀνθρώπειον σῶμα, περὶ ὃ πραγματεύεται, ὑπὸ τὸ φυσικὸν σῶμά ἐστιν. ὅτι δὲ ταῦτα ἀληθῆ λέγομεν, δῆλον ἂν γένοιτο καὶ ἐντεῦθεν· ὁ γὰρ γεωμέτρης οὐχ ὅπως, εἴ τι παντελῶς εἴη κεχωρισμένον τῶν γραμμῶν καὶ τῶν ἐπιπέδων, δύναιτ’ ἂν ὑπὲρ αὐτοῦ γεωμετρικῶς ἀποδεῖξαι, οἷον ὅτι τῶν ἐναντίων μία ἐπιστήμη, ἀλλ’ οὐδὲ3 ὅσα ταῖς γραμμαῖς ὑπάρχει καὶ τοῖς ἐπιπέδοις, μὴ καθ’ αὑτὰ δὲ μηδὲ ᾗ γραμμαὶ καὶ ἐπίπεδα ἀλλ’ ἔξωθεν τῆς οὐσίας, οὐδ’ ὑπὲρ τούτων ἔχει λόγον διδόναι, οἷον εἰ καλλίστη τῶν γραμμῶν ἡ εὐθεῖα, ἢ εἰ μᾶλλον ἀντίκειται τῇ περιφερεῖ τῆς κεκλασμένης· οὔτε γὰρ περὶ καλοῦ τι λέγειν οὔτε περὶ ἐναντίου προσήκει λέγειν τῷ γεωμέτρῃ καθὸ γεωμέτρης· κοινὰ γὰρ ταῦτα καὶ πλείοσιν ὑπάρχοντα γένεσιν. ὥστε παρατηρητέον εἰς τὰς ἀποδείξεις καὶ τοὺς τόπους ἐκείνους τοὺς πολυχρήστους, οὓς ἐν τοῖς διαλεκτικοῖς παρειλήφαμεν, λέγω δὲ τούς τε ἀπὸ τῶν ἀντικειμένων καὶ τῶν ὁμοίων καὶ τῶν συστοίχων· πολύκοινοι γὰρ καὶ οὐδὲν ἔχοντες οἰκεῖον οὐδὲ προσεχὲς ἑνὶ γένει.
7. 因此,关于前提也必须是必然的,已经谈得绰绰有余了;而关于前提也必须是固有的,由以下诸点显而易见。因为如果中项必须自身属于第三项,大项必须自身属于中项,那么显而易见,论证不可能从一个属类跨越到另一个属类,也不能将几何学的论证应用于算术的论证;因为自身属于的属性出自同一本性与同一属类,只要它们出自各自的本质。因为我们必须从稍微前头一点回溯说起。既然论证中的要素有三:其一是被显示属于或不属于的事物(这便是结论中的谓项);其二是据以显示的公理(这些便是由自身属于的属性构成的各前提);其三是底层属类,即论证所显示其性状与自身属性的本性,例如数或量度,因此必须考察论证在何时以及如何能够发生跨越。显而易见,凡是属类完全分离的事物,如同算术与几何学那样,就不可能将算术的论证应用于属于量度的偶性;而所谓“应用”,我是指用已得到论证的东西来用于按另一门科学所要论证的事物。但在属类之间存在共通性、作为各科学底层题材的本性并非彼此完全分离的场合,在这些情况下一种科学便可以共同利用另一种科学的公理。因为光学对几何学的关系便是如此;因为对两者底层的题材是同类的,或者更准确地说,一者从属于另一者,只要直线、角、平行、相交以及光学家所使用的一切都出自几何学,并且它从几何学那里接受自己的原理。同样,和声学对算术似乎也是如此;因为二倍比、三分之四倍比、二分之三倍比正是从那里用于音程的。不仅如此,医学在很多地方也兼用自然哲学的论证;因为它所研究的人体,是从属于自然物体的。我们说这些话是真实的,从以下方面也能变得清楚:因为几何学家不仅对于完全脱离线与面的任何事物都无法以几何学的方式作出论证(例如对立之物的科学是单一的),而且对于属于线与面但非自身属于、亦非就其作为线与面而言、而是处于其本质之外的一切属性,他也无法给出解释(例如直线是否是线中最美丽的,或者它是否相对于折线而言更与圆周线对立)。因为就几何学家作为几何学家而言,谈论美或谈论相反之物都是不适宜的;因为这些是共通的,且属于多个属类。因此,对于我们在辩证法中承袭的那些广为使用的论题,也必须在论证中予以警惕——我指那些基于对立之物、相似之物以及同列之物的论题;因为它们极其泛化,对于单一属类而言不具有任何固有的或切近的性质。
- 1.7ἄνωθεν γὰρ μικρὸν ἀναλαβοῦσι ῥητέον
分词 ἀναλαβοῦσι 与动形容词 ῥητέον 连用,作表示施动者的与格(在语境中意指“我们”),字面义为“应当由稍微回溯[的我们]来说”。
- 1.7τὸ δὲ ἐφαρμόσαι λέγω χρήσασθαι τοῖς ἀποδεδειγμένοις τὰ κατ’ ἄλλην ἐπιστήμην ἀποδεικνύμενα
动词 χρήσασθαι 支配与格 τοῖς ἀποδεδειγμένοις(“已得到论证的东西”),而宾格短语 τὰ κατ’ ἄλλην ἐπιστήμην ἀποδεικνύμενα 则作表示关系或目的的宾格(或作省略的不定词如 ἀποδεικνύναι 的宾语),意为“为了证明在另一门科学中所要论证的事物”。
- 1.7οὐχ ὅπως ... ἀλλ’ οὐδὲ
οὐχ ὅπως ... ἀλλ’ οὐδὲ 是表示“不仅不……甚至也不……”的呼应惯用结构。此处用于强调几何学家不仅不能论证完全脱离几何对象的题材,甚至连属于几何对象但非本质的偶性也无法给出解释。
