← 狄米斯提乌斯

亚里士多德《后分析篇》释义

§16.21-17.23

中项的必然性与论证本身的必然性

德米斯提厄斯论证了论证中的必然性不仅要求结论本身是必然的,而且要求中项也是必然的(即因论证而是必然的);他借助“事实”与“原因”的区别举例说明,基于非自身偶性或单纯共存征象的推论不能构成严格意义上的科学论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6#2

ἐγχωρεῖ δὲ αὐτό, φασί, καὶ ἐκ μέσου δείκνυσθαι μὴ ἀναγκαίου· ἔστι γὰρ τὸ ἀναγκαῖον καὶ μὴ ἐξ ἀναγκαίων συλλογίσασθαι, ὥσπερ καὶ ἐκ μὴ ἀληθῶν ἀληθές· ἐκ μὲν γὰρ τῶν ἀναγκαίων πάντως ἀναγκαῖον, οὐ πάντως δὲ τὸ ἀναγκαῖον ἐξ ἀναγκαίων· οὐ γὰρ ὥσπερ τὸ ἐνδεχόμενον ἐξ ἐνδεχομένων προτάσεων, οὕτω καὶ τὸ ἀίδιον ἐξ ἀιδίων. εἴρηται δὲ καὶ ὑπὲρ τούτου ἐν τοῖς περὶ συλλογισμοῦ διὰ πλειόνων. ἀλλ’ οἱ ταῦτα λέγοντες ἀγνοοῦσιν ὅτι οὐχ ἁπλῶς εἶναι δεῖ τὸ συμπέρασμα ἀναγκαῖον, ἀλλὰ καὶ διὰ τὴν ἀπόδειξιν·1 τὸ δὲ διὰ τὴν ἀπόδειξιν οὐδὲν ἄλλο ἢ διὰ τὸν μέσον ἐστίν, οὗ μὴ ὑπάρχοντος ἐξ ἀνάγκης2 οὐκ εἴσεται ἀποδεικτικῶς, οὔτ’ ἂν τὸ ὅτι δεικνύῃ τις, οὔτ’ ἂν τὸ διότι. ἀλλ’ εἰ μὲν οἴοιτο ἀναγκαῖον αὐτὸν μὴ ὄντα, οἰήσεται καὶ ἐπίστασθαι μὴ ἐπιστάμενος· εἰ δὲ γινώσκοι τὴν φύσιν αὐτοῦ, γινώσκοι ἂν ὅτι μηδὲ ἐπίσταται. τίς δὲ ἡ διαφορὰ τοῦ ὅτι καὶ τοῦ διότι κάλλιον μὲν ἐφεξῆς μαθησόμεθα, ἀποχρήσει δὲ νῦν ἐκθέσθαι παράδειγμα. ὅταν μὲν οὖν δεικνύωμεν ὅτι τὸ κυκλοφορικὸν πέμπτον σῶμά ἐστι, τὸ ὅτι δεικνύομεν· ὅταν δὲ δεικνύωμεν ὅτι δι’ ἀντίφραξιν τῆς γῆς ἡ τῆς σελήνης γίνεται ἔκλειψις, τὸ διότι. εἰ δή τις ἄμφω ταῦτα διὰ μέσων οὐκ ἀναγκαίων δεικνύοι, οὐκ ἀποδεικτικῶς ταῦτα γνώσεται. εἰκότως οὖν τῶν συμβεβηκότων μὴ καθ’ αὑτά, ὃν τρόπον διώρισται τὰ καθ’ αὑτά, οὐκ ἔστιν ἀποδεικτικὴ ἐπιστήμη· οὐ γὰρ ἔστιν ἐξ ἀνάγκης δεῖξαι τὸ συμπέρασμα· τὸ συμβεβηκὸς γὰρ ἐνδέχεται καὶ μὴ ὑπάρχειν· περὶ τοῦ τοιούτου γὰρ λέγω συμβεβηκότος. Διὰ τί οὖν ἐρωτῶμεν ὅλως προτάσεις τοιαύτας, εἰ μηδὲν συνάγουσιν ἀναγκαῖον; ἢ κἂν μὴ γίγνηται κατὰ φύσιν αὐτοῦ τὸ συμπέρασμα ἀναγκαῖον ἐπὶ ταῖς ἀπὸ τοῦ συμβεβηκότος προτάσεσιν, ἀλλ’ ἕπεται ἐξ ἀνάγκης τῷ τὰς προτάσεις ἐκείνας θεμένῳ.3 ἀλλ’ ἴσως τὸ μὲν ἐρωτᾶν οὐδ’ ἀποδεικτικὸν ὅλως ἐστίν· οὐ γὰρ ἐκ τοῦ δοθῆναι τὴν πρότασιν ἢ μὴ δοθῆναι τὸν ἐπιστημονικὸν ἠρτῆσθαι συλλογισμὸν προσήκει, ἀλλ’ ἐξ αὐτῆς τῆς φύσεως τῶν πραγμάτων. μᾶλλον δὲ ἐπισκεπτέον ὅσα καθ’ αὑτὰ ὑπάρχει περὶ ἕκαστον γένος ὑπὲρ ὧν ποιούμεθα τὰς ἀποδείξεις· ἐκ γὰρ τῶν τοιούτων καὶ περὶ τῶν τοιούτων εἰσὶν οἱ κατ’ ἐπιστήμην συλλογισμοί. τὰ δ’ ἄλλως συμβεβηκότα οὐκ ἀναγκαῖα, οὐ μόνον δὲ τὰ ἐνδεχόμενα καὶ μὴ ὑπάρχειν, ἀλλὰ καὶ ὅσα ἀεὶ συνυπάρχει, μὴ καθ’ αὑτὰ δέ. ἐπεὶ καὶ οἱ διὰ σημείων συλλογισμοὶ λαμβάνουσι μὲν τοὺς μέσους ἀεὶ τῷ πράγματι συνυπάρχοντας· ἀεὶ γὰρ τὸ γάλα ἔχειν ὑπάρχει τῷ τετοκέναι, καὶ ὁ καπνὸς τῷ πυρί· ἀλλ’ ὅμως οὐδὲ τούτους κυρίως ἀποδεικτικοὺς εἴποιμεν ἄν, ὅτι δι’ ὑστέρων τὸ πρότερον συλλογίζονται.

然而他们说,它[即必然的结论]也可以由不必然的中项显示出来;因为甚至也可以从不必然的前提推论出必然的结论,正如从不真实的前提推论出真实的结论一样。因为从必然的前提必然得出必然的结论,但必然的结论却并不必然出自必然的前提;因为并不像偶然的事物出自偶然的前提那样,永恒的事物也出自永恒的前提。关于这一点,在论推论的著作中已经作了更充分的讨论。但说这些话的人没有认识到,结论不仅应当单单是必然的,而且还必须因论证而是必然的;而因论证就是不折不扣地因中项,假若中项不是出于必然地属于,无论人是显示“事实”,还是显示“原因”,都不会是以论证的方式认识。如果他把本非必然的中项认为是必然的,那么他就会在没有科学知识时自以为拥有科学知识;但若他知道它的本性,他就会知道自己根本不具有科学知识。“事实”与“原因”之间的区别究竟是什么,我们随后会更好地学习,但现在举出一个例子就足够了。因此,当我们显示回转运动之物是第五物体时,我们是在显示“事实”;而当我们显示月蚀的发生是由于大地的遮挡时,我们是在显示“原因”。因此,若有人通过不必然的中项来显示这两者,他就不会以论证的方式认识它们。因此,对于并非自身属于的偶性(按照对自身属性所规定的方式),自然没有论证性的科学;因为不可能出于必然地显示结论;因为偶性完全可能不属于,因为我所指的是这样的偶性。那么,如果此类前提根本不能推导出任何必然的事物,我们究竟为何还要提出此类提问呢?难道是因为,即使在基于偶性的前提下,结论依其本性并不成为必然的,但对于设定了那些前提的人来说却是必然随之而来的吗?然而,提问本身或许根本就不是论证性的;因为科学推论本就不应依赖于前提被承认还是不被承认,而是应当依赖于事物本身的本性。相反,我们更应当考察在我们作出论证的各个属类中,有哪些事物是自身属于的;因为依照科学的推论正是由这些事物构成、且关于这些事物的。其他偶性则不是必然的,不仅那些也可能不属于的偶性不是必然的,而且所有那些虽始终共存但非自身属于的偶性也都不是必然的。因为通过征象的推论也采用与事态始终共存的中项;因为分泌乳汁始终属于生育,而烟始终属于火;但即便如此,我们也不会称这些推论在严格意义上是论证性的,因为它们是通过后起之物来推论先在之物。

语法注3 条
  1. 1.6οὐχ ἁπλῶς εἶναι δεῖ τὸ συμπέρασμα ἀναγκαῖον, ἀλλὰ καὶ διὰ τὴν ἀπόδειξιν

    在 ἀλλὰ καί 之后,承前省略了表语补足成分 ἀναγκαῖον εἶναι。整句构成对比结构:“结论不仅应当单单是必然的,而且还必须因论证而是[必然的]”。

  2. 1.6οὗ μὴ ὑπάρχοντος ἐξ ἀνάγκης

    关系代词 οὗ 的先行词是前文的 τὸν μέσον(中项),在此构成表示条件意义的独立属格结构:“假若中项不是出于必然地属于”。

  3. 1.6ἢ κἂν μὴ γίγνηται κατὰ φύσιν αὐτοῦ τὸ συμπέρασμα ἀναγκαῖον ... ἀλλ’ ἕπεται ἐξ ἀνάγκης τῷ τὰς προτάσεις ἐκείνας θεμένῳ

    句首的 ἤ 用于引出对前文疑问句的推测性回答(“难道是因为……吗?”)。接下来的 κἂν ... ἀλλὰ ... 构成让步与转折的呼应结构(“即便不……然而……”)。与格分词短语 τῷ ... θεμένῳ 作关涉与格或评判者与格,意为“对于设定了那些前提的人来说”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:16.21-17.23