- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:15.20-16.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯根据《后分析篇》第1卷第6章,阐述论证为何不仅必须由真实的前提出发,而且必须由必然的且自身的原理出发;他驳斥了反对意见及普罗泰戈拉的看法,并论证了唯有通过必然的中项才能把握“为何如此”的原因。
6. Τούτων τοίνυν ἡμῖν διωρισμένων δῆλον ὡς ἐκ τῶν καθόλου καὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἐστὶν ἡ ἀπόδειξις· εἰ γάρ ἐστιν ἡ ἀποδεικτικὴ ἐπιστήμη ἐξ ἀναγκαίων ἀρχῶν καὶ ἀδυνάτων ἄλλως ἔχειν, μόνα δὲ ἀναγκαίως κατηγορεῖται τὰ καθ’ αὑτὰ ὑπάρχοντα καὶ καθόλου τοῖς πράγμασι, φανερὸν ὅτι ἐκ τοιούτων τινῶν ἡ ἀπόδειξις. τούτῳ τῷ λόγῳ τινὲς παραβάλλουσιν ‘εἰ τὰ σώματα τῶν ζῴων ἐκ ξηρῶν καὶ ὑγρῶν, σῖτος δὲ καὶ οἶνος ξηρὸν καὶ ὑγρόν, ἐκ σίτου καὶ οἴνου τῶν ζῴων ἐστὶ τὰ σώματα’. ἀλλ’, ὦ βέλτιστε, οὐκ ἀπέδειξας ὅτι ταῦτα μόνα ξηρὰ καὶ ὑγρά· Ἀριστοτέλης δὲ πρῶτον ἀπέδειξεν ὅτι μόνα τὰ οὕτως ὑπάρχοντα ἀναγκαῖα. καίτοι καὶ ἄλλα πολλὰ τῶν συμβεβηκότων ἀναγκαίως ὑπάρχειν τοῖς ὑποκειμένοις ἄν εἴποις, οἷον τὸ λευκὸν τῇ χιόνι· ἀλλ’ ὅτι γε φύσιν ἔχει τισὶν ἑτέροις μὴ ἀναγκαίως ὑπάρχειν, οὐχ οὕτως ἐστὶν ἀναγκαῖον ὡς τὰ καθ’ αὑτὰ καὶ τὰ καθόλου κατηγορούμενα. ἐξ ἀληθῶν μὲν γὰρ ἔστι καὶ μὴ ἀποδεικνύντα συλλογίσασθαι, οἷον Καλλίας βαδίζει, πᾶς ὁ βαδίζων κινεῖται διὰ ποδῶν· ἀποδεῖξαι δ’ οὐκ ἔστιν, εἰ μὴ δι’ ἀναγκαίων ἀρχῶν. σημεῖον δ’ ὅτι ἡ ἀπόδειξις ἐξ ἀναγκαίων· καὶ γὰρ τὰς ἐνστάσεις οὕτω φέρομεν πρὸς τοὺς οἰομένους ἀποδεικνύναι, ὅτι οὐκ ἐξ ἀνάγκης. δῆλον δὲ καὶ ἐκ τούτων ὅτι γελοῖοι παντελῶς οἱ τῷ ἐνδόξῳ κρίνοντες τὴν πρότασιν τὴν ἀποδεικτικήν, καθάπερ ᾤετο Πρωταγόρας ἀποδεικτικὰς εἶναι προτάσεις καὶ ταύτας τὸν ἐπιστάμενον ἐπιστήμην ἔχειν, τὸν δὲ ἔχοντα ἐπιστήμην εἰδέναι τί ἐστιν ἐπιστήμη.1 εἰ γὰρ καὶ τὸ ἀληθὲς οὐκ αὔταρκες πρὸς ἀπόδειξιν, ἀλλὰ δεῖ καὶ τὸ οἰκεῖον προσεῖναι καὶ τὰ ἄλλα ἃ διωρίσαμεν, σχολῇ γε τὸ πιθανὸν ἀποχρήσει. Ὅτι δὲ ἐξ ἀναγκαίων εἶναι δεῖ τὴν ἀπόδειξιν, φανερὸν καὶ ἐκ τούτων· οὐ γὰρ εἴσεται, διὰ τί τὸ συμπέρασμα ἀναγκαῖον, ὁ μὴ τὰς προτάσεις ἀναγκαίας γινώσκων. ἀλλ’ ὅτι μὲν ἀναγκαῖον, ἴσως ἂν γινώσκοι, διὰ τί δ’ ἀναγκαῖον, οὐκ εἴσεται· ὑπάρχει γὰρ ἐξ ἀνάγκης τὸ ζῷον τῷ ἀνθρώπῳ· ἀλλ’ εἰ διότι περιπατεῖ, διὰ τοῦτό τις οἴοιτο ὑπάρχειν τὸ ζῷον, οἶδε μὲν τὸ ἐξ ἀνάγκης ὑπάρχον, διὰ τί δ’ ἐξ ἀνάγκης ὑπάρχει, παντελῶς ἀγνοεῖ. ἔτι φθαρῆναι τὸν τοιοῦτον μέσον ἐνδέχεται, σῴζεσθαι δὲ τὸ συμπέρασμα· ὁ δὴ διὰ τοῦ τοιούτου μέσου γινώσκων τὸ συμπέρασμα, ἡνίκα ἂν φθαρῇ τοιοῦτος ὤν, ἀπολώλεκε τὸ διὰ τί. καίτοι θαυμαστὸν αὐτόν τε σωζόμενον καὶ τοῦ πράγματος σωζομένου καὶ τὸν λόγον ἔχοντος τὸν αὐτὸν μὴ ἐπίστασθαι.2 Ὅτι μὲν οὖν τὸ συμπέρασμα ἀναγκαῖον εἶναι δεῖ τὸ ἐν ταῖς ἀποδείξεσιν, ἅπαντες ὁμολογοῦσιν.
6. 因此,在我们对这些作了规定之后,显而易见,论证是由普遍属于的和自身属于的属性构成的;因为如果论证的科学是由必然的原理、即不可能处于其他状态的原理构成的,且唯独自身属于并普遍属于事物的属性才必然被述说,那么显然论证是由此类事项构成的。有人针对这一论点援引例证反驳道:“如果动物的身体是由干燥物与湿润物构成的,而粮食与酒是干燥物与湿润物,那么动物的身体就是由粮食与酒构成的。” 但是,我的好朋友,你并没有论证唯独这些才是干燥物与湿润物;而亚里士多德首先论证了唯独以这种方式属于的事物才是必然的。尽管你也许会说,在偶性中也有许多其他事物必然属于其底层主体,例如白之属于雪;然而正因为它在本性上可以不必然地属于某些其他事物,它就并不像那些自身并普遍被述说的事物那样是必然的。因为即使不作论证,也能够从真前提进行推论,例如:“卡利亚斯在步行;凡步行者皆以足运动”;但若非通过必然的原理,就无法进行论证。而论证是由必然事项构成的证据在于:我们正是通过指出前提并非出于必然,来向那些自以为在进行论证的人提出反驳的。从这些也清楚看出,那些依凭通行的可信意见来判定论证前提的人完全是可笑的,正如普罗泰戈拉曾认为这些前提也是论证性的,即:知者具有知识,而具有知识者知晓什么是知识。因为如果连真实性对于论证来说都是不足够的,而是必须还具备本己性以及我们所规定的其他各项,那么单凭令人信服的意见就更绝不可能足够了。 论证必须由必然事项构成,这从下述诸点也是显而易见的:因为不认识前提是必然的人,就不会知晓结论为何是必然的。结论是必然的这一事实,他也许知晓,但它为何是必然的,他却不会知晓;因为动物必然属于人;但若有人以为动物之所以属于他是因为他在散步,那么他固然知道了必然属于的事物,却对它为何必然属于完全无知。此外,这样的中项完全可能消亡,而结论却保持不变;那么,通过这样的中项认识结论的人,当该中项如此消亡之时,便丧失了其“为何”。然而,当他自身得以留存,事实本身得以留存并具有相同的说明时,他却并不具有科学认识,这是令人称奇的。 因此,论证中的结论必须是必然的,这一点所有人都是一致赞同的。
- 1.6ἀποδεικτικὰς εἶναι προτάσεις καὶ ταύτας τὸν ἐπιστάμενον ἐπιστήμην ἔχειν, τὸν δὲ ἔχοντα ἐπιστήμην εἰδέναι τί ἐστιν ἐπιστήμη
καὶ ταύτας(这些……也)是指示代词,同位指代其后由不定式构成的宾语从句(τὸν ἐπιστάμενον... τὸν δὲ ἔχοντα...)。整个句式结构为:“普罗泰戈拉曾认为这些前提也是论证性的,即:知者拥有知识,而拥有知识者知晓知识是什么。”
- 1.6αὐτόν τε σωζόμενον καὶ τοῦ πράγματος σωζομένου καὶ τὸν λόγον ἔχοντος τὸν αὐτὸν μὴ ἐπίστασθαι
在由无人称表语 θαυμαστόν 所支配的不定式结构中,动作的逻辑主语由宾格分词 αὐτόν τε σωζόμενον 充当,其间并列插入了表示伴随情况的属格独立结构 τοῦ πράγματος σωζομένου καὶ τὸν λόγον ἔχοντος τὸν αὐτόν,最终汇归于否定不定式 μὴ ἐπίστασθαι(“令人惊异的是:他自身得以保全,且事物本身得以保全并保持同一说明,他却竟然不具有科学知识”)。
