- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:14.12-15.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯通过平行线的例子阐明了关于普遍论证受骗的第三种原因(混淆“属于全体”与“首先且普遍属于”),并论述了如何通过逐次抽除属性来确立首要的普遍主体。
Τρίτη δὲ τῆς ἀπάτης αἰτία τὸ δείξαντας, ὅτι παντὶ ὑπάρχει, οἴεσθαι ἀποδεδειχέναι ὅτι καὶ καθόλου,1 οἷον εἴ τις δείξειε γεωμέτρης, ἐὰν εἰς δύο εὐθείας εὐθεῖα ἐμπίπτουσα τῶν ἐφεξῆς γωνιῶν ἑκατέραν ὀρθὴν ποιῇ, αἱ εὐθεῖαι οὐ συμπεσοῦνται· πάσαις μὲν γὰρ τοῦτο ὑπάρχει ταῖς ποιούσαις τοιαύτας τὰς γωνίας, ἀλλ’ οὐ διὰ τοῦτο πρῶτον παράλληλοι· καὶ γὰρ εἰ μὴ ἑκατέραν ὀρθήν, τὰς δύο δὲ ἅμα δυσὶν ὀρθαῖς ἴσας ποιοῖεν, οὐδὲν ἧττον παράλληλοι δείκνυνται. πρώτου τοίνυν ἡ ἀπόδειξις καὶ καθόλου τοῦ μὴ συμπίπτειν τὰς δύο * * * ὀρθαῖς ἴσας·2 τοῦ δὲ ‘ὧν ἑκατέρα ὀρθή’ κατὰ παντὸς μὲν οὐ μὴν καθόλου. πῶς οὖν γνωσόμεθα εἴτε τὸ κατὰ παντὸς ἀποδείξομεν εἴτε τὸ καθόλου; δῆλον τοίνυν ὡς εἰ ταὐτόν ἐστι τριγώνῳ τε εἶναι καὶ σκαληνῷ, καθάπερ λωπίῳ καὶ φάρει, ὁ δείξας ὅτι τῷ σκαληνῷ τὸ δύο ὀρθὰς ἔχειν ὑπάρχει, οὗτος ἐπίσταται τὸ καθόλου· εἰ γὰρ καὶ ᾗ τρίγωνον δύο ὀρθὰς ἔχει, ἀλλὰ ταὐτὸν ὑπόκειται τριγώνῳ τε εἶναι καὶ σκαληνῷ. εἰ δὲ μὴ ταὐτὸν ἀλλ’ ἕτερον, ὑπάρχει 〈δὲ〉 ᾗ τρίγωνον, οὐχ ᾗ σκαληνόν, ὁ δὲ ᾗ σκαληνὸν οἴοιτο εἶναι τὴν ἀπόδειξιν, οὐκ οἶδεν ὅτι καθόλου. ἀλλ’ αὐτό γε τοῦτο αὖθις πῶς ἄν τις ἐξεύροι, εἴτε ᾗ σκαληνὸν εἴτε ᾗ τρίγωνον ἔχει τὰς δύο ὀρθάς; τοῦτο γὰρ ἡμῖν πρὸς τὴν διάκρισιν ὧν προεθέμεθα ὑπολείπεται. οὗ τοίνυν ἀναιρεθέντος πρώτου τῶν προσόντων τῷ πράγματι εὐθὺς καὶ τὸ κατηγορούμενον συναναιρεῖται, διὰ τοῦτο καὶ ὑπάρχειν αὐτῷ ῥητέον.3 οἷον τῷ τριγώνῳ τῳδὶ πρόσεστι μὲν καὶ τὸ χαλκῷ εἶναι, πρόσεστι δὲ καὶ τὸ σκαληνόν, πρόσεστι δὲ καὶ τὸ τρίγωνον, πρόσεστι δὲ καὶ τὸ σχῆμα, πρόσεστι δὲ καὶ τὸ πέρατα ἔχειν. ζητῶμεν τοίνυν, καθ’ ὅ τι τῶν προειρημένων τὸ δύο ὀρθὰς ἔχειν αὐτοῦ κατηγορεῖται. ἄφελε τοίνυν τὸ χαλκοῦν εἶναι· ἆρ’ οὖν συναφῄρηκας τὰς δύο ὀρθάς; οὐδαμῶς. ἄφελε καὶ τὸ σκαληνόν· ἀλλ’ ἔτι ἔχεις τὰς αὐτὰς γωνίας. ἄφελε καὶ τὸ τρίγωνον· ἐνταῦθα δή σοι πρῶτον τὸ κατηγορούμενον συναπόλλυται· οὐ γὰρ ἔτι ἕξει τὰς δύο ὀρθάς. ἀλλ’ ἐρεῖ τις, ὅτι κἂν τὸ σχῆμα ἀφέλῃς, κἂν τὴν ἐπιφάνειαν κἂν τὰ πέρατα, καὶ τὰς δύο ὀρθὰς συναφαιρήσῃ. ἀλλ’ οὐχ ᾗ ταῦτα ἀναιρεῖται, ἀλλ’ ᾗ τούτοις τὸ τρίγωνον συναναιρεῖται· ἐπεί γε εἰ ἦν ἄνευ σχήματος ἢ περάτων τρίγωνον εἶναι, καὶ μενοῦσιν αἱ δύο ὀρθαί, κἂν ἐκεῖνα ἀφαιρεθῇ. ἀλλὰ τοῦτο μὲν οὐχ οἷόν τε. σὺ δὲ ἐπισκόπει ὅτι καὶ μενόντων ἐκείνων, λέγω δὲ τοῦ σχήματος καὶ τῶν περάτων, ἀναιρεθέντος δὲ τοῦ τριγώνου συνανῄρηνται καὶ αἱ δύο ὀρθαί. διὰ τοῦτο ἄρα ὑπάρχουσι καὶ τούτῳ πρώτῳ καθόλου· τῶν γὰρ λοιπῶν τὰ μὲν οὐκ ἀναιρεῖ τὰς δύο ὀρθὰς ἀναιρούμενα, ὡς τὸ χαλκοῦν καὶ τὸ σκαληνόν, τὰ δὲ οὐ φυλάσσει φυλασσόμενα, ὡς τὸ σχῆμα καὶ τὰ πέρατα· δύναται γὰρ σχῆμα μὲν εἶναι μὴ δύο δὲ ἔχειν ὀρθάς, οἷον τετράγωνον ἢ πολύγωνον· μόνῳ δὲ τούτῳ καὶ σωζομένῳ συσσῴζεται καὶ φθειρομένῳ συναφανίζεται. καλῶς οὖν εἴρηται ‘οὗ πρώτου ἀφαιρεθέντος τὸ κατηγορούμενον συναναιρεῖται’· συναναιρεῖται μὲν γὰρ καὶ τῷ σχήματι καὶ τοῖς πέρασιν, ἀλλ’ οὐ πρώτοις.
而受骗的第三种原因在于,在证明了某属性属于全体之后,便以为也论证了它是普遍属于的,例如假若一位几何学家证明了,如果一条直线落于两条直线上,使各个相邻的角都成为直角,这两条直线便不会相交;因为这一属性固然属于所有作出此类角的直线,但它们并不是首先由于这一原因而是平行的;因为即使它们不使各个角都成为直角,而是使两角相加等于两直角,它们同样被证明是平行的。因此,关于不相交的既属首先且属普遍的论证,是属于两角……等于[两]直角的;而关于“各角皆为直角者”的论证,固然是关乎全体的,却绝非普遍的。 那么,我们如何才能知晓自己究竟是关于全体作出论证,还是关于普遍者作出论证呢?显然,如果作为三角形与作为不等边三角形是同一回事,就像斗篷与大氅一样,那么证明了具有两直角属于不等边三角形的人,便认识了普遍者;因为即使它是就其为三角形而言具有两直角,但作为三角形与作为不等边三角形已被假定为同一。但如果它们并非同一而是不同的,且它是就其为三角形而言属于,并非就其为不等边三角形而言属于,而有人却以为论证是就其为不等边三角形而言的,那么他便不知道这是普遍的。 然而反过来,人们又该如何探究这一件事本身,即它究竟是就其为不等边三角形而言,还是就其为三角形而言具有两直角呢?因为这对我们来说是区分我们所提出之诸项所遗留的任务。那么,在该事物所具备的属性中,由于哪一个最先被抽除,谓项便随即也被一同抽除,我们就必须说谓项正是由于这个东西而属于它的。例如,对于这一个特定的三角形来说,属于它的既有由青铜制成,又有是不等边三角形,又有是三角形,又有是图形,又有具有界限。那么让我们探求,依据上述诸项中的哪一项,具有两直角才被述说于它。那么,先抽除由青铜制成;难道你就连同两直角也一并抽除了吗?绝非如此。再抽除是不等边三角形;但你依然保有相同的角。再抽除是三角形;此时对你而言,谓项才最先被一同消灭;因为它将不再具有两直角。 但有人会说,即使你抽除图形,即使抽除表面,即使抽除界限,你也会将两直角一同抽除。但这不是就这些被抽除而言的,而是就三角形随同它们一同被抽除而言的;因为倘若没有图形或界限也能够是三角形,那么即使那些东西被抽除,两直角仍将保留。但这乃是不可能的。相反,你且考察:即使那些东西保留着——我指的是图形和界限——而三角形被抽除时,两直角也被一同抽除了。因此,正因如此,两直角才首先且普遍地属于此项[三角形];因为在其余各项中,有的被抽除时并不抽除两直角(如由青铜制成和不等边),有的被保留时并不保留两直角(如图形和界限);因为完全可能是一个图形却不具有两直角,例如四边形或多边形;但唯独对于此项,它被保全时两直角一同被保全,它被破坏时两直角一同消逝。因此说得好:“凡最先被抽除而谓项随之被一同抽除者”;因为谓项固然也随同图形与界限被抽除,但并不是最先的。
- 1.5τὸ δείξαντας, ὅτι παντὶ ὑπάρχει, οἴεσθαι ἀποδεδειχέναι ὅτι καὶ καθόλου
带冠词的不定式结构 τό 将整个不定式短语 οἴεσθαι ἀποδεδειχέναι... 实词化,作主格补足语(表语)。不定过去时分词 δείξαντας 为宾格,与 οἴεσθαι 的逻辑主语(不特定的人)一致。
- 1.5πρώτου τοίνυν ἡ ἀπόδειξις καὶ καθόλου τοῦ μὴ συμπίπτειν τὰς δύο * * * ὀρθαῖς ἴσας
πρώτου 与 καθόλου 均为中性属格,表示论证的“首要性”与“普遍性”。原文在此处存在脱文(以星号标出),根据上下文,此处脱落了修饰两角相加等于两直角的“直线”等词句。
- 1.5οὗ τοίνυν ἀναιρεθέντος πρώτου τῶν προσόντων τῷ πράγματι εὐθὺς καὶ τὸ κατηγορούμενον συναναιρεῖται, διὰ τοῦτο καὶ ὑπάρχειν αὐτῷ ῥητέον
关系代词 οὗ 充当属格独立结构(οὗ ἀναιρεθέντος πρώτου...)的主语。主句中的 διὰ τοῦτο 复指这一关系从句的先行概念,构成“凡某物作为所具属性中最先被抽除而谓项随之被抽除,正因这一事物……”的相关结构。
