- 底本
- Themistius, Analyticorum Posteriorum Paraphrasis. Commentaria in Aristotelem Graeca V.1, ed. M. Wallies, Berlin: Reimer 1900, pp. 1-66. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:13.10-14.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《后分析篇》1.5(74a4–),特米斯蒂乌斯探讨了关于普遍论证产生误判的两个原因:当种内仅存在唯一的个体时(如太阳),以及当共同的类缺乏名称时(如更替比例律)。
5. Δεῖ δὲ μὴ λανθάνειν ὅτι πολλάκις ἀπατώμεθα περὶ τοῦ καθόλου· καὶ γὰρ ἀποδεικνύντες αὐτὸ οὐ δοκοῦμεν ἀποδεικνύναι, καὶ μὴ δεικνύντες ἀποδεικνύναι νομίζομεν. τρεῖς δ’ αἰτίαι τῆς ἀπάτης εἰσίν. μία μέν, ὅταν τι τῶν καθ’ ἕκαστον ᾖ καὶ ἄτομον ἐφ’ οὗ ποιούμεθα τὰς ἀποδείξεις, οἷον ἥλιος, σελήνη 〈,γῆ〉, κόσμος· ἐπεὶ γὰρ οὐδέν ἐστιν ἀνωτέρω τῶν τοιούτων οὐδὲ κοινόν, ἀλλ’ ἐφ’ ἑκάστου τὸ ἄτομον (εἷς γὰρ ἥλιος καὶ μία σελήνη καὶ μία γῆ καὶ εἷς οὐρανός), ὅταν τι τούτοις ὑπάρχον ἀποδεικνύωμεν, ἢ τῇ γῇ τὸ ἐν μέσῳ κεῖσθαι ἢ τῷ οὐρανῷ τὸ κύκλῳ φέρεσθαι. οὐκ οἰόμεθα καθόλου ὑπάρχον ἀποδεικνύναι, καίτοι μὴ καθ’ ὃ τόδ’ ἑκάτερον αὐτῶν καὶ ἄτομον ποιούμενοι τὴν ἀπόδειξιν·12 οὐ γὰρ καθ’ ὃ ἥλιος εἷς, ἐκλείποντα αὐτὸν ἀποδείκνυμεν ὑποτρεχούσης τῆς σελήνης, ἀλλὰ τοιαῦταί εἰσιν αἱ γινόμεναι ἀποδείξεις, ὡς εἰ καὶ πλείους ἦσαν, ὁμοίως ἁρμόσαι. ὥσπερ τοίνυν, εἰ τὸ σκαληνὸν μόνον τρίγωνον ἦν, ἐδείκνυμεν δὲ αὐτῷ τὸ δύο ὀρθαῖς ἴσας ἔχειν ὑπάρχον μηδὲν τῷ σκαληνὸν εἶναι προσχρώμενοι ἀλλὰ τῷ τρίγωνον μόνον, οὐ τῷ σκαληνῷ τοῦτο ὑπάρχον ἐδείκνυμεν ἀλλὰ τῷ τριγώνῳ, καίτοι μόνον τρίγωνον ὑπόκειται εἶναι τὸ σκαληνόν, οὕτως, ἐπειδὴ καὶ τὸν ἥλιον μείζονα εἶναι τῆς γῆς ἀποδείκνυμεν, οὐ καθ’ ὃ εἷς μόνος ἐστίν, ἀλλὰ καθ’ ὃ ἥλιος, δῆλον ὡς οὐ τοῦδέ ἐστιν ἡ ἀπόδειξις τοῦ ἡλίου ἀλλὰ παντὸς ἁπλῶς τοῦ τοιοῦδε. ὥστε καὶ ὅταν γίγνηται ἐπὶ τῶν καθ’ ἕκαστα ὄντων ἡ ἀπόδειξις, οὐ τὸ καθ’ ἕκαστον οἰητέον ἀποδείκνυσθαι ἀλλὰ τὸ καθόλου. Δευτέρα δὲ τῆς ἀπάτης αἰτία, ὅταν ᾖ μὲν πλείονα καὶ διαφέροντα εἴδη τὰ τῆς αὐτῆς ἀποδείξεως κοινωνοῦντα, μὴ ᾖ δὲ ἐκεῖνο καθ’ ὃ κοινωνοῦσιν ὠνομασμένον. διαφέρουσι μὲν γὰρ ἀλλήλων κατ’ εἶδος ἀριθμὸς καὶ μέγεθος καὶ χρόνος, ἀλλ’ ἐάν τε ἀριθμοὶ τέσσαρες ἀνάλογον ὦσι, καὶ ἐναλλάξ εἰσιν ἀνάλογον, ἐάν τε μεγέθη τέσσαρα, ἐάν τε χρόνοι τέσσαρες. γίνεται δὲ ἐφ’ ἑκάστων χωρὶς ἡ ἀπόδειξις· οὐ γάρ ἐστιν ὄνομα κοινὸν οὐδὲ φύσις τις ἀνωτέρα ἀριθμοῦ καὶ μεγέθους καὶ χρόνου, ἐφ’ ἧς δύναται τοῦτο καθόλου ὑπάρχον ἀποδειχθῆναι. καθόλου μὲν γὰρ ἀληθὲς τὸ ἐάν τινα ἀνάλογον ᾖ, καὶ ἐναλλὰξ ἀνάλογον εἶναι· οὐκ ἔχοντες δὲ ὑποθεῖναι τῷ ‘τινά’ κοινὸν ὄνομα ὡρισμένον τεμαχίζουσι τὴν ἀπόδειξιν, καὶ οἴονται καθόλου δεικνύναι ἐφ’ ἑκάστου τῶν εἰρημένων, οὐ δεικνύντες οὕτως· οὐδὲ γὰρ † ᾗ ἀριθμὸς οὔτε μέγεθος οὔτε χρόνος ἀποχρῶνται εἰς τὴν ἀπόδειξιν. οὕτω δὲ καὶ εἴ τις χωρὶς μὲν τὸ σκαληνὸν δύο ὀρθὰς ἔχον δεικνύοι, χωρὶς δὲ τὸ ἰσοσκελές, καὶ χωρὶς τὸ ἰσόπλευρον· ἀλλ’ ἐπὶ τούτων μὲν τὸ κοινὸν ὁρᾶται, ἐπ’ ἐνίων δὲ ἐλλείπει.
5. 但我们不可忽视的是,关于普遍者我们常常受骗;因为我们既在论证它时似乎没有论证它,又在没有论证它时自以为正在论证它。而受骗的原因有三种。其一是,我们作出论证的对象是某种个别的且不可分的事物,例如太阳、月亮、大地、宇宙;因为在此类事物之上没有任何更高级之物,也没有任何共同之物,而是在每种情形中只有不可分的个体(因为只有一个太阳、一个月亮、一个大地和一个天体),当我们论证某物属于它们时——或者是大地居于中心,或者是天体作圆周运动——我们并不认为自己是作为普遍属于而予以论证的,尽管我们在作出论证时并非依据它们各自是这个特定的不可分之物;因为我们并不是依据太阳只有一个而论证它在月亮潜入其下方时发生日食,而是作出的论证具有这样的性质:即使存在更多的太阳,也会同样适用。因此,正如假若不等边三角形是唯一的三角形,我们证明具有等于两直角之角属于它,完全不利用它作为不等边三角形这一点,而仅仅利用其作为三角形,那么我们表明此项属于的就不是不等边三角形而是三角形,即使假定不等边三角形是唯一的三角形,同样,既然我们也论证太阳大于大地,不是依据它仅仅是唯一的一个,而是依据它是太阳,那么显然该论证并非关乎这个太阳,而是直截了当地关乎所有此类之物。因此,即便论证是针对个别存在的事物作出的,亦不可认为所论证的是个别者,而应当认为是普遍者。 受骗的第二种原因则是,当共享同一论证的种有多个且互不相同,而它们据以共享的那个东西却没有被命名时。因为数、量度和时间在种上彼此不同,但无论是四个数成比例,它们也交替成比例,还是四个量度,抑或四个时间,皆是如此。然而论证是在各个对象上分别作出的;因为在数、量度和时间之上,既没有共同的名称,也没有更高的本性,可以作为此项属性被证明普遍属于的对象。因为在普遍意义上,“如果有某些事物成比例,它们也交替成比例”固然是真的;但由于没有一个确定的共同名称置于“某些事物”之下,他们便将论证割裂开来,并以为在上述每一项上都是普遍地予以证明的,其实并非如此证明;因为无论是†就其为数而言,抑或量度,抑或时间,皆不足以进行论证†。这也正如有人分别证明不等边三角形具有两直角,分别证明等腰三角形,分别证明等边三角形一样;但在这些事物上共同者是看得见的,而在某些事物上则是缺失的。
- 1.5καίτοι μὴ καθ’ ὃ τόδ’ ἑκάτερον αὐτῶν καὶ ἄτομον ποιούμενοι τὴν ἀπόδειξιν
由 καίτοι 引导的分词从句,表示让步(“尽管……”)。否定词 μή 修饰分词 ποιούμενοι,意为“尽管我们在作出论证时并非依据它们各自是这个特定的不可分之物”。它为主句的 οὐκ οἰόμεθα 提供让步性背景。
- 1.5οὐδὲ γὰρ † ᾗ ἀριθμὸς οὔτε μέγεθος οὔτε χρόνος ἀποχρῶνται εἰς τὴν ἀπόδειξιν
底本中带有标记(†)的疑难文句。ἀποχρῶνται 的主语以及 ᾗ 连同 οὔτε... οὔτε 的搭配在句法上存在讹误或不规范,但根据前文语境(未能实现普遍论证的原因),其含义被理解为“无论作为数、量度还是时间,对于该普遍论证都是不充分的”。
