- 底本
- Euclid. Euclidis Opera Omnia, Volume 8. Menge, Heinrich, editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg016.humanitext-grc1:6.20-6.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
几何证明对于具有相等角或互补角的两个三角形,其夹边所包长方形的比等于三角形的比;并确立了由特定线段关系导出的正方形等价性。
κ΄. Ἔστω δύο τρίγωνα τὰ ΑΒΓ, ΔΕΖ ἴσας ἔχοντα τὰς Α, Δ γωνίας· ὅτι ἐστίν, ὡς τὸ ὑπὸ ΒΑΓ1 πρὸς τὸ ὑπὸ ΕΔΖ, οὕτως τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΕΔΖ τρίγωνον. ἤχθωσαν κάθετοι αἱ ΒΗ, ΕΘ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ μὲν Α γωνία τῇ Δ, ἡ δὲ Η τῇ Θ, ἔστιν ἄρα, ὡς ἡ ΑΒ πρὸς τὴν ΒΗ, οὕτως ἡ ΔΕ πρὸς τὴν ΕΘ. ἀλλ’ ὡς μὲν ἡ ΑΒ πρὸς τὴν ΒΗ, οὕτως ἐστὶν τὸ ὑπὸ ΒΑΓ πρὸς τὸ ὑπὸ ΒΗ, ΑΓ, ὡς δὲ ἡ ΔΕ πρὸς τὴν ΕΘ, οὕτως ἐστὶν τὸ ὑπὸ ΕΔΖ πρὸς τὸ ὑπὸ ΕΘ, ΔΖ· ἔστιν ἄρα, ὡς τὸ ὑπὸ ΒΑΓ πρὸς τὸ ὑπὸ ΒΗ, ΑΓ, οὕτως τὸ ὑπὸ ΕΔΖ πρὸς τὸ ὑπὸ ΕΘ, ΔΖ· καὶ ἐναλλάξ. ἀλλ’ ὡς τὸ ὑπὸ ΒΗ, ΑΓ πρὸς τὸ ὑπὸ ΕΘ, ΔΖ, οὕτως ἐστὶν τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΔΕΖ τρίγωνον· ἑκατέρα γὰρ τῶν ΒΗ, ΕΘ κάθετός ἐστιν ἑκατέρου τῶν εἰρημένων τριγώνων· καὶ ὡς ἄρα τὸ ὑπὸ ΒΑΓ πρὸς τὸ ὑπὸ ΕΔΖ, οὕτως ἐστὶν τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΔΕΖ τρίγωνον.
20. 设有两个三角形 ΑΒΓ、ΔΕΖ,其角 Α、Δ 相等;求证正如 ΒΑ 与 ΑΓ 所包长方形对 ΕΔ 与 ΔΖ 所包长方形的比,等于三角形 ΑΒΓ 对三角形 ΔΕΖ 的比。 引垂线 ΒΗ、ΕΘ。 于是,因为角 Α 等于 Δ,且 Η 等于 Θ,所以正如 ΑΒ 对 ΒΗ 的比等于 ΔΕ 对 ΕΘ 的比。而正如 ΑΒ 对 ΒΗ 的比等于 ΒΑ 与 ΑΓ 所包长方形对 ΒΗ 与 ΑΓ 所包长方形的比,而正如 ΔΕ 对 ΕΘ 的比等于 ΕΔ 与 ΔΖ 所包长方形对ΕΘ 与 ΔΖ 所包长方形的比;因此,正如 ΒΑ 与 ΑΓ 所包长方形对 ΒΗ 与 ΑΓ 所包长方形的比,等于 ΕΔ 与 ΔΖ 所包长方形对 ΕΘ 与 ΔΖ 所包长方形的比;成交互比亦同。而正如 ΒΗ 与 ΑΓ 所包长方形对 ΕΘ 与 ΔΖ 所包长方形的比,等于三角形 ΑΒΓ 对三角形 ΔΕΖ 的比;因为 ΒΗ、ΕΘ 分别是上述各三角形的垂线;因此,正如 ΒΑ 与 ΑΓ 所包长方形对ΕΔ 与 ΔΖ 所包长方形的比,等于三角形 ΑΒΓ 对三角形 ΔΕΖ 的比。
κα΄. Ἔστωσαν δὴ αἱ Α, Δ δυσὶν ὀρθαῖς ἴσαι·2 ὅτι πάλιν γίνεται, ὡς τὸ ὑπὸ ΒΑΓ πρὸς τὸ ὑπὸ ΕΔΖ, οὕτως τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΔΕΖ τρίγωνον. ἐκβεβλήσθω ἡ ΒΑ, καὶ κείσθω τῇ ΒΑ ἴση ἡ ΑΗ, καὶ ἐπεζεύχθω ἡ ΓΗ. ἐπεὶ οὖν αἱ Α, Δ γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ἀλλὰ καὶ αἱ ὑπὸ ΒΑΓ, ΓΑΗ γωνίαι δυσὶν ὀρθαῖς, ἴση ἄρα ἐστὶν ἡ ὑπὸ ΓΑΗ γωνία τῇ Δ. ἔστιν οὖν, ὡς τὸ ὑπὸ ΗΑΓ πρὸς τὸ ὑπὸ ΕΔΖ, οὕτως τὸ ΑΗΓ τρίγωνον πρὸς τὸ ΔΕΖ τρίγωνον. ἴση δέ ἐστιν ἡ μὲν ΗΑ τῇ ΑΒ, τὸ δὲ ΗΑΓ τρίγωνον τῷ ΑΒΓ τριγώνῳ· ἔστιν ἄρα, ὡς τὸ ὑπὸ ΒΑΓ πρὸς τὸ ὑπὸ ΕΔΖ, οὕτως τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΔΕΖ τρίγωνον.
21. 设角 Α、Δ 等于两直角;求证再次,正如 ΒΑ 与 ΑΓ 所包长方形对 ΕΔ 与 ΔΖ 所包长方形的比,等于三角形 ΑΒΓ 对三角形 ΔΕΖ 的比。 延长 ΒΑ,并设 ΑΗ 等于 ΒΑ,且连接 ΓΗ。 于是,因为角 Α、Δ 等于两直角,且角 ΒΑΓ、ΓΑΗ 也等于两直角,所以角 ΓΑΗ 等于 Δ。因此,正如 ΗΑ 与 ΑΓ 所包长方形对 ΕΔ 与 ΔΖ 所包长方形的比,等于三角形 ΑΗΓ 对三角形 ΔΕΖ 的比。而 ΗΑ 等于 ΑΒ,且三角形 ΑΗΓ 等于三角形 ΑΒΓ;因此,正如 ΒΑ 与 ΑΓ 所包长方形对 ΕΔ 与 ΔΖ 所包长方形的比,等于三角形 ΑΒΓ对三角形 ΔΕΖ 的比。
κβ΄. Εὐθεῖα ἡ ΑΒ, καὶ ἐπ’ αὐτῆς δύο σημεῖα τὰ Γ, Δ, ἔστω δὲ τὸ δὶς ὑπὸ ΑΒ, ΓΔ ἴσον τῷ ἀπὸ ΓΒ· ὅτι καὶ τὸ ἀπὸ ΑΔ ἴσον ἐστὶν τοῖς ἀπὸ τῶν ΑΓ, ΔΒ τετραγώνοις. ἐπεὶ γὰρ τὸ δὶς ὑπὸ ΑΒ, ΓΔ ἴσον ἐστὶ τῷ ἀπὸ ΓΒ, κοινὸν ἀφῃρήσθω τὸ δὶς ὑπὸ ΒΔΓ· λοιπὸν ἄρα τὸ δὶς ὑπὸ ΑΔΓ ἴσον ἐστὶν τοῖς ἀπὸ τῶν ΓΔ, ΔΒ τετραγώνοις. κοινὸν ἀφῃρήσθω τὸ ἀπὸ ΓΔ τετράγωνον· λοιπὸν ἄρα τὸ δὶς ὑπὸ ΑΓΔ μετὰ τοῦ ἀπὸ ΓΔ ἴσον ἐστὶν τῷ ἀπὸ ΔΒ τετραγώνῳ. κοινὸν προσκείσθω τὸ ἀπὸ ΑΓ τετράγωνον· ὅλον ἄρα τὸ ἀπὸ ΑΔ τετράγωνον ἴσον ἐστὶν τοῖς ἀπὸ τῶν ΑΓ, ΔΒ τετραγώνοις.
22. 设有一直线 ΑΒ,其上有两点 Γ、Δ,并设二倍的 ΑΒ 与 ΓΔ 所包长方形等于 ΓΒ 的平方;求证 ΑΔ 的平方也等于 ΑΓ、ΔΒ 各平方之和。 因为,由于二倍的 ΑΒ 与 ΓΔ 所包长方形等于 ΓΒ 的平方,设减去公共的二倍的 ΒΔ 与 ΔΓ 所包长方形;因此,剩余的二倍的 ΑΔ 与 ΔΓ 所包长方形等于 ΓΔ、ΔΒ 各平方之和。设减去公共的 ΓΔ 的平方;因此,剩余的二倍的 ΑΓ 与 ΓΔ 所包长方形加上 ΓΔ 的平方,等于 ΔΒ 的平方。设加上公共的 ΑΓ 的平方;因此,整个 ΑΔ 的平方等于 ΑΓ、ΔΒ 各平方之和。
- 6.20τὸ ὑπὸ ΒΑΓ
表示“由 BA 与 AΓ 所包的长方形”的几何定型表达。与中性冠词 τό 一致的名词“长方形”(χωρίον)被省略,介词 ὑπό 表示由这两条边所围合的关系。
- 6.21δυσὶν ὀρθαῖς ἴσαι
意为“等于两直角”。由于形容词 ἴσαι 是阴性复数主格,可知省略的主语是“角”(γωνίαι),且与格的“两个”(δυσίν)“直角”(ὀρθαῖς)作为比较基准。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(15 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — patch 3 处
- 2026-11-24 AI校阅 — 译文 12 处
